← 普鲁塔克

克拉苏传

§16.1-16.6

远征帕提亚的野心与阿泰乌斯的诅咒

行省抽签完毕后,克拉苏欣喜若狂并对远征帕提亚抱有极大野心;但保民官阿泰乌斯反对这场不义之战出面阻拦,并在城门处对他降下骇人的古老诅咒。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16.1

ἦν δὲ οὐκ ἀκούσιος ὁ κλῆρος ἅπασιν. οἵ τε γὰρ πολλοὶ Πομπήϊον μὴ μακρὰν εἶναι τῆς πόλεως ἐβούλοντο, καὶ Πομπήϊος ἐρῶν τῆς γυναικὸς αὐτόθι τὰ πολλὰ διατρίβειν ἔμελλε, Κράσσος δὲ ὑπὸ χαρᾶς εὐθὺς ἐκπεσόντι τῷ κλήρῳ1 καταφανὴς ἦν οὐδὲν εὐτύχημα λαμπρότερον ἑαυτῷ γεγονέναι τοῦ παρόντος ἡγούμενος, ὡς μόλις ἐν ἀλλοτρίοις καὶ πολλοῖς ἡσυχίαν ἄγειν,2 πρὸς δὲ τοὺς συνήθεις πολλὰ κενὰ καὶ μειρακιώδη λέγειν παρʼ ἡλικίαν τὴν ἑαυτοῦ καὶ φύσιν, ἥκιστα κομπαστὴς ἢ σοβαρὸς τῷ βίῳ γεγονώς.

这次抽签的结果对所有人而言都不是违背心愿的。大众希望庞培不要远离城邦,而庞培深爱自己的妻子,本就打算大部分时间留在当地;至于克拉苏,在签一落下的那一刻便因喜悦而显露无疑,认为自己从未遇见过比眼前更光彩夺目的幸运,以至于在陌生人和大众面前勉强保持平静,而在亲近的朋友面前,则违背自己的年岁和本性,说了许多空洞而孩子气的话,尽管他生平绝不是个浮夸自大之人。

§16.2

τότε δʼ ἐπηρμένος κομιδῇ καὶ διεφθαρμένος οὐ Συρίαν οὐδὲ Πάρθους ὅρον ἐποιεῖτο τῆς εὐπραξίας, ἀλλʼ ὡς παιδιὰν ἀποφανῶν τὰ Λουκούλλου πρὸς Τιγράνην καὶ Πομπηΐου πρὸς Μιθριδάτην, ἄχρι Βακτρίων καὶ Ἰνδῶν καὶ τῆς ἔξω θαλάσσης ἀνῆγεν ἑαυτὸν ταῖς ἐλπίσι.

然而在当时,他完全被冲昏了头脑,心智尽失,不仅不把叙利亚和帕提亚当作自己建功立业的界限,反而打算让卢库鲁斯对提格兰、庞培对米特拉达梯的战功显得如同儿戏,用自己的企望将目标一直延伸到巴克特里亚、印度乃至外海。

§16.3

καίτοι τῷ γραφέντι περὶ τούτων νόμῳ Παρθικὸς πόλεμος οὐ προσῆν. ᾔδεσαν δὲ πάντες ὅτι πρὸς τοῦτο Κράσσος ἐπτόηται· καὶ Καῖσαρ ἐκ Γαλατίας ἔγραφεν αὐτῷ τὴν ὁρμὴν ἐπαινῶν καὶ παροξύνων ἐπὶ τὸν πόλεμον. ἐπεὶ δὲ δημαρχῶν Ἀτήιος ἔμελλε πρὸς τὴν ἔξοδον ἐναντιώσεσθαι, καὶ συνίσταντο πολλοὶ χαλεπαίνοντες εἴ τις ἀνθρώποις οὐδὲν ἀδικοῦσιν, ἀλλʼ ἐνσπόνδοις, πολεμήσων ἄπεισι,3 δείσας ὁ Κράσσος ἐδεήθη Πομπηΐου παραγενέσθαι καὶ συμπροπέμψαι·

然而,就针对这些事务起草的法案而言,并未附带针对帕提亚的战争。但众人都知道克拉苏对此如痴如醉;恺撒也从高卢致信与他,赞赏他的这股冲劲,并激励他投入战争。可是,当保民官阿泰乌斯意图阻挠他出征,且许多人因愤怒于有人竟要前去对既无任何过错又缔有盟约的人民发动战争而结集起来时,克拉苏心生恐惧,恳求庞培亲自到场并陪同护送他出征。

§16.4

μέγα γὰρ ἦν ἐκείνου τὸ πρὸς τὸν ὄχλον ἀξίωμα· καὶ τότε παρεσκευασμένους πολλοὺς ἐνίστασθαι καὶ καταβοᾶν ὁρώμενος πρὸ αὐτοῦ φαιδρῷ βλέμματι καὶ προσώπῳ κατεπράυνεν ὁ Πομπήιος, ὥσθʼ ὑπείκειν σιωπῇ διʼ αὐτῶν προϊοῦσιν. ὁ δʼ Ἀτήιος ἀπαντήσας πρῶτον μὲν ἀπὸ φωνῆς ἐκώλυε καὶ διεμαρτύρετο μὴ βαδίζειν, ἔπειτα τὸν ὑπηρέτην ἐκέλευεν ἁψάμενον τοῦ σώματος κατέχειν.

因为庞培在民众中威望极高;当时虽有许多人准备上前阻拦并高声斥责,但一见到庞培走在克拉苏前面,神情愉悦、面带笑容,便平静了下来,以致在他们穿过人群前行时纷纷默默让路。阿泰乌斯迎上前去,起初大声喝止并严正抗议不许前行,继而命令手下仆役抓住克拉苏的身体将其扣留。

§16.5

ἄλλων δὲ δημάρχων οὐκ ἐώντων, ὁ μὲν ὑπηρέτης ἀφῆκε τὸν Κράσσον, ὁ δʼ Ἀτήιος προδραμὼν ἐπὶ τὴν πύλην ἔθηκεν ἐσχαρίδα καιομένην, καὶ τοῦ Κράσσου γενομένου κατʼ αὐτήν ἐπιθυμιῶν καὶ κατασπένδων ἀρὰς ἐπηρᾶτο δεινὰς μὲν αὐτὰς καὶ φρικώδεις, δεινοὺς δέ τινας θεοὺς καὶ ἀλλοκότους ἐπʼ αὐταῖς καλῶν καὶ ὀνομάζων·

由于其他保民官不予允许,仆役放开了克拉苏,阿泰乌斯便径自抢先跑到城门处,设下一只燃烧着的火盆;当克拉苏走近时,他一边焚香奠酒,一边发出本身就可怕而惊悚的诅咒,并在诅咒中呼唤并指名某些可怕而诡异的神明。

§16.6

ταύτας φασὶ Ῥωμαῖοι τὰς ἀρὰς ἀποθέτους καὶ παλαιὰς τοιαύτην ἔχειν δύναμιν ὡς περιφυγεῖν μηδένα τῶν ἐνσχεθέντων αὐταῖς, κακῶς δὲ πράσσειν καὶ τὸν χρησάμενον, ὅθεν οὐκ ἐπὶ τοῖς τυχοῦσιν αὐτὰς οὐδʼ ὑπὸ πολλῶν ἀρᾶσθαι. καὶ τότʼ οὖν ἐμέμφοντο τὸν Ἀτήιον, εἰ διʼ ἣν ἐχαλέπαινε τῷ Κράσσῳ πόλιν, εἰς αὐτήν ἀρὰς ἀφῆκε4 καὶ δεισιδαιμονίαν τοσαύτην.

罗马人相传,这些隐秘而古老的诅咒具有极大的威力,凡被其缠附者无人能逃脱厄运,而施加诅咒者自己亦难得善终,因此它们绝不在寻常情况下使用,也不会被许多人施加。正因如此,当时人们谴责阿泰乌斯:他为了那座城邦而对克拉苏动怒,竟然反倒将如此巨大的诅咒与恐怖加诸于该城邦自身之上。

语法注4 条
  1. 16.1ἐκπεσόντι τῷ κλήρῳ

    表示时间(或情况)的与格,分词 ἐκπεσόντι 源自动词 ἐκπίπτω,指抽签用的签从签筒中“落下”的那个确切时刻。

  2. 16.1ὡς μόλις ἐν ἀλλοτρίοις καὶ πολλοῖς ἡσυχίαν ἄγειν

    连词 ὡς 代替 ὥστε 与不定式(ἡσυχίαν ἄγειν 以及随后的 λέγειν)连用,引导结果(或程度)从句,说明克拉苏过度狂喜所导致的状态。

  3. 16.3χαλεπαίνοντες εἴ τις ἀνθρώποις οὐδὲν ἀδικοῦσιν, ἀλλʼ ἐνσπόνδοις, πολεμήσων ἄπεισι

    在表达情感的动词分词 χαλεπαίνοντες 之后,连接词 εἰ 引导从句,表示愤慨的理由或对象(“愤慨于竟有人要去发动战争……”),而非纯粹的假设条件。

  4. 16.6εἰ διʼ ἣν ἐχαλέπαινε τῷ Κράσσῳ πόλιν, εἰς αὐτήν ἀρὰς ἀφῆκε

    先行词 πόλιν 被吸引进入关系从句(διʼ ἣν ...)并呈现为宾格,随后在主句中由指示代词短语 εἰς αὐτήν 重新接引。句首的 εἰ 依附于 ἐμέμφοντο,引出人们指责的缘由。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg039.humanitext-grc2:16.1-16.6