← 普鲁塔克

克拉苏传

§15.1-15.5

再度当选执政官与行省分配

庞培与克拉苏返回罗马后,以暴力压制加图等人的反对强行当选执政官,随后延长了恺撒的统帅权,并将叙利亚与伊斯帕尼亚诸省划归己有。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15.1

ἐπὶ τούτοις οἱ περὶ Κράσσον εἰς Ῥώμην ἐπανελθόντες εὐθὺς ἦσαν ὕποπτοι, καί πολὺς ἐχώρει διὰ πάντων λόγος οὐκ ἐπʼ ἀγαθῷ γεγονέναι τὴν σύνοδον αὐτῶν, ἐν δὲ τῇ βουλῇ Μαρκελλίνου καί Δομιτίου Πομπήιον ἐρωτώντων εἰ μέτεισιν ὑπατείαν, ἀπεκρίνατο τυχὸν μὲν μετιέναι, τυχὸν δὲ μὴ μετιέναι· καί πάλιν ἐρωτώμενος ἔφη μετιέναι τοῖς δικαίοις πολίταις, μὴ μετιέναι δὲ τοῖς ἀδίκοις.1

在此之后,克拉苏一行返回罗马,立即引起了人们的猜忌,四下普遍传言他们的会晤绝非吉兆。在元老院中,当马尔凯利努斯与多米提乌斯询问庞培是否要谋求执政官职时,庞培回答说,或许谋求,或许不谋求;再次被质问时,他声称对于正直的公民而言他是谋求的,但对于不公的公民而言则不然。

§15.2

τούτου δὲ δόξαντος ὑπερηφάνους ἀποκρίσεις καί τετυφωμένας ποιεῖσθαι μετριώτερον ὁ Κράσσος εἶπεν, εἰ τῇ πόλει συμφέρει, μετιέναι τὴν ἀρχήν, εἰ δὲ μή, ποιεῖσθαι.2 διὸ καί τινες ἐθάρρησαν ὑπατείαν μετελθεῖν, ὧν ἦν καί Δομίτιος. γενομένων δὲ φανερῶν ἐκείνων ἐν ταῖς παραγγελίαις οἱ μὲν ἄλλοι δείσαντες ἀπέστησαν, Δομίτιον δὲ Κάτων οἰκεῖον ὄντα καί φίλον ἐθάρρυνεν ἐγκελευόμενος καί παρορμῶν ἔχεσθαι τῆς ἐλπίδος ὡς ὑπερμαχοῦντα τῆς κοινῆς ἐλευθερίας· οὐ γὰρ ὑπατείας Πομπήιον δεῖσθαι καί Κράσσον, ἀλλὰ τυραννίδος, οὐδʼ ἀρχῆς αἴτησιν, ἀλλʼ ἁρπαγὴν ἐπαρχιῶν καί στρατοπέδων εἶναι τὰ πραττόμενα.

众人认为庞培的这番答复傲慢而狂妄,克拉苏则更为温和地说,如果对城邦有益,他便谋求该职,若不然,便作罢。因此,有些人鼓起勇气谋求执政官职,多米提乌斯亦在其中。然而,当庞培与克拉苏正式宣布参选时,其他人由于恐惧而纷纷退出;多米提乌斯是加图的姻亲与友人,加图便给他打气,激励并敦促他抱定希望,视自己为公共自由而战:因为庞培和克拉苏所谋求的不是执政官职,而是僭主统治,他们当下的所作所为并非申请官职,而是掠夺行省与军队。

§15.3

ταῦτα δὲ καί λέγων οὕτω καί φρονῶν ὁ Κάτων μονονοὺ βίᾳ προῆγεν εἰς ἀγορὰν τὸν Δομίτιον, καί συνίσταντο πολλοὶ πρὸς αὐτούς, καί τὸ θαυμάζον οὐκ ὀλίγον ἦν,3 τί δὴ δευτέρας οὗτοι χρῄζουσιν ὑπατείας; τί δὲ πάλιν μετʼ ἀλλήλων; τί δʼ οὐ μεθʼ ἑτέρων; πολλοὶ δʼ εἰσὶν ἄνδρες ἡμῖν οὐκ ἀνάξιοι δήπου Κράσσῳ καί Πομπηίῳ συνάρχειν.

加图一边如此宣说、如此思量,一边几乎是以强力将多米提乌斯推向广场。许多人纷纷聚集到他们身边,惊愕不解者不在少数,众人议论道: “这些人究竟为何需要第二次执政官任期?为何又偏要彼此联手?为何不能与其他人士搭档?我们当中分明有许多人绝非不配与克拉苏和庞培共同执政!”

§15.4

ἐκ τούτου δείσαντες οἱ περὶ Πομπήϊον οὐδενὸς ἀπείχοντο τῶν ἀκοσμοτάτων καί βιαιοτάτων, ἀλλὰ πρὸς πᾶσι τοῖς ἄλλοις λόχον ὑφέντες τῷ Δομιτίῳ νυκτὸς ἔτι μετὰ τῶν ἄλλων κατερχομένῳ κτείνουσι μὲν τὸν ἀνέχοντα τὸ φῶς πρὸ αὐτοῦ, συντιτρώσκουσι δὲ πολλούς, ὧν ἦν καί Κάτων, τρεψάμενοι δὲ καί κατακλείσαντες εἰς τὴν οἰκίαν ἐκείνους ἀνηγορεύθησαν ὕπατοι·

见此情形,庞培党人惊恐不已,便无所不用其极地施展各种最失序、最暴力的手段;除其他种种恶行之外,他们还在多米提乌斯尚于拂晓前与其他同伴下山之际设伏,杀死了在他前面举着火把的人,并击伤多人,加图亦在其中;在将他们击溃并围堵于宅邸之内后,庞培与克拉苏被宣告当选为执政官。

§15.5

καί μετʼ οὐ πολὺν χρόνον αὖθις ὅπλοις περισχόντες τὸ βῆμα καί τὸν Κάτωνα τῆς ἀγορᾶς ἐκβαλόντες καί τινας ὑποστάντας ἀποκτείναντες, Καίσαρι μὲν ἄλλην ἐπέδοσαν πενταετίαν τῆς ἀρχῆς, αὑτοῖς δὲ τῶν ἐπαρχιῶν ἐψηφίσαντο Συρίαν καὶ Ἰβηρίας συναμφοτέρας. κληρουμένων δὲ Συρίαν ἔλαχε Κράσσος, τὰ δʼ Ἰβηρικὰ Πομπήιος.

不久之后,他们再次用武力包围讲坛,将加图逐出广场,杀死数名抵抗者,为恺撒延长了五年的指挥权,并表决将叙利亚和两个伊斯帕尼亚行省全部分配给自己。在抽签时,克拉苏分得了叙利亚,庞培则分得了伊斯帕尼亚诸省。

语法注3 条
  1. 15.1τοῖς δικαίοις πολίταις, μὴ μετιέναι δὲ τοῖς ἀδίκοις

    与格“τοῖς δικαίοις πολίταις”与“τοῖς ἀδίκοις”作利害与格(dativus commodi / incommodi)。庞培借此表达,他谋求官职是为了正派公民的利益,但绝非为了不义之徒的利益,同时对政敌暗含威慑。

  2. 15.2εἰ δὲ μή, ποιεῖσθαι

    此句与前文“μετιέναι τὴν ἀρχήν”形成对举。跟在“εἰ δὲ μή”后面的不定式“ποιεῖσθαι”在间接引语中属承前省略结构,意指采取相反的行动,即放弃或不谋求该官职。

  3. 15.3τὸ θαυμάζον οὐκ ὀλίγον ἦν

    带冠词的中性主动现在分词“τὸ θαυμάζον”在此作实体词使用,既可抽象指“惊异、困惑”,也可集合性地指“感到困惑/惊愕的人群”,作“οὐκ ὀλίγον ἦν”的主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg039.humanitext-grc2:15.1-15.5