- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg039.humanitext-grc2:14.1-14.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
恺撒从省区归来后调解了交恶的克拉苏与庞培,结成前三头同盟,由此当选执政官并获得高卢军权;随后他们在卢卡会晤,商定由庞培与克拉苏竞选第二次执政官,三人瓜分帝国最高权力。
ὁ δὲ Καῖσαρ ὡς ἐπανῆλθεν ἀπὸ τῆς ἐπαρχίας, παρασκευαζόμενος ὑπατείαν μετιέναι καὶ Κράσσον ὁρῶν καὶ Πομπήιον αὖθις ἐν διαφοραῖς πρὸς ἀλλήλους ὄντας, οὔτε θατέρου δεηθεὶς ἐβούλετο λαβεῖν ἐχθρὸν τὸν ἕτερον, οὔτε μηδετέρου συνεργοῦντος ἤλπιζε κατορθώσειν.
然而,恺撒从其省区归来后,既筹备谋求执政官一职,又见克拉苏与庞培再度彼此交恶,他既不愿因请求一方的援助而树立另一方为敌,也不指望在得不到两人合作的情况下取得成功。
ἔπραττεν οὖν διαλλαγὰς αὐτοῖς προσκείμενος καὶ διδάσκων ὡς καταλύοντες ἀλλήλους αὔξουσι Κικέρωνας καὶ Κάτλους καὶ Κάτωνας, ὧν οὐδεὶς λόγος, ἂν ἐκεῖνοι συνενεγκόντες εἰς ταὐτὸ τὰς φιλίας καὶ τὰς ἑταιρείας ἑνὶ κράτει καὶ μιᾷ γνώμῃ τήν πόλιν ἄγωσιν. πείσας δὲ καὶ διαλλάξας συνήγαγε καὶ συνέστησεν ἐκ τῶν τριῶν ἰσχὺν ἄμαχον, ᾗ κατέλυσε Ῥωμαίων τήν βουλὴν καὶ τὸν δῆμον, οὐκ ἐκείνους διʼ ἀλλήλων μείζονας, ἀλλὰ διʼ ἐκείνων ἑαυτὸν μέγιστον ἀπεργασάμενος.
于是他着手促成两人的和解,不断规劝并向他们指明:他们彼此削弱,只会抬高西塞罗、卡图鲁斯和加图这类人;但如果他们二人将彼此的友谊与朋党合而为一,以同一种力量和同一种意志统领城邦,这等人便不足挂齿。他既说服并调解了二人,便由这三人汇聚并建立起一股不可抗拒的力量,藉此颠覆了罗马的元老院与民众;此举并非使他们凭借彼此而更加强大,而是恺撒凭借他们二人使自己成为了最伟大的人物。
εὐθὺς γὰρ ἀρθεὶς ὑπʼ ἀμφοτέρων ὕπατος ἀπεδείχθη λαμπρῶς. ὑπατεύοντι δʼ αὐτῷ ψηφισάμενοι στρατευμάτων ἡγεμονίαν καὶ Γαλατίαν ἐγχειρίσαντες ὥσπερ εἰς ἀκρόπολιν κατέστησαν, οἰόμενοι καθʼ ἡσυχίαν νεμήσεσθαι τὰ λοιπὰ πρὸς ἀλλήλους ἐκείνῳ βεβαιοῦντες ἣν ἔλαχεν ἀρχήν.
事实上,恺撒立即在两人的推举下风光地当选为执政官。在他担任执政官期间,他们表决将军队的指挥权交给他,并将高卢委托给他,正如将他安置于卫城之中;他们以为,只要为他巩固所获得的职权,他们两人便可在安定中分享其余的国家事务。
Πομπήιος μὲν οὖν ὑπὸ φιλαρχίας ἀμέτρου ταῦτʼ ἔπραττε· τῶν δὲ Κράσσου νοσημάτων τὸ ἀρχαῖον ἡ φιλοπλουτία1 καινὸν ἔρωτα προσλαβοῦσα καὶ ζῆλον ἐπὶ ταῖς Καίσαρος ἀριστείαις τροπαίων καὶ θριάμβων, οἷς γε μόνοις ἐλαττοῦσθαι προὔχοντα τοῖς ἄλλοις,2 αὐτὸν οὐκ ἀνῆκεν οὐδʼ ἐλώφησε πρὶν εἰς ὄλεθρον ἀκλεῆ καὶ δημοσίας συμφορὰς τελευτῆσαι.
庞培固然是出于无节制的权势欲而行此事的;然而克拉苏的老毛病——贪图财富,因恺撒的辉煌战功而增添了对纪功碑和凯旋式的全新渴望与竞争之心——他自认唯独在这些方面有所逊色,而在其余一切方面均胜人一筹——这股狂热便未曾放过他,也未曾平息,直到以可耻的毁灭与国家的灾难告终。
Καίσαρος γὰρ εἰς Λοῦκαν πόλιν ἐκ Γαλατίας καταβάντος ἄλλοι τε πολλοὶ Ῥωμαίων ἀφίκοντο, καὶ Πομπήιος καὶ Κράσσος ἰδίᾳ συγγενόμενοι πρὸς αὐτὸν ἔγνωσαν ἐγκρατέστερον ἔχεσθαι τῶν πραγμάτων καὶ πᾶσαν ὑφʼ ἑαυτοῖς ποιεῖσθαι τήν ἡγεμονίαν, Καίσαρος μὲν ἐν τοῖς ὅπλοις μένοντος, ἄλλας δὲ ἐπαρχίας καὶ στρατεύματα Πομπηίου καὶ Κράσσου λαβόντων.
因为当恺撒从高卢来到卢卡城时,不仅许多其他罗马人纷纷前往,庞培与克拉苏也私下与他会晤,决定更加稳固地掌控大局,并将整个统治权纳于他们掌控之下:恺撒继续保有武装,而庞培与克拉苏则获得其他省区与军队。
ἐνταῦθα δʼ ὁδὸς ἦν μία δευτέρας ὑπατείας αἴτησις ἣν μετιόντων ἐκείνων ἔδει συμπράττειν Καίσαρα,3 τοῖς τε φίλοις γράφοντα καὶ τῶν στρατιωτῶν πέμποντα πολλοὺς ἀρχαιρεσιάσοντας.
在此形势下只有一条道路,即谋求第二次执政官任期;在他们谋求此职时,恺撒必须予以协助,既要致信朋友,又要派遣大批士兵前往参加选举投票。
- 14.4τῶν δὲ Κράσσου νοσημάτων τὸ ἀρχαῖον ἡ φιλοπλουτία
全句的语法主语为阴性名词 ἡ φιλοπλουτία,与中性短语 τὸ ἀρχαῖον 构成同位关系,整体结构为“克拉苏诸多毛病(部分属格 τῶν νοσημάτων)中古老的那一项,即其对财富的贪恋”。这一主语经过长句的修饰与插入,最终支配相隔甚远的主要动词 αὐτὸν οὐκ ἀνῆκεν οὐδʼ ἐλώφησε(“未曾放过他,也未曾平息”)。
- 14.4οἷς γε μόνοις ἐλαττοῦσθαι προὔχοντα τοῖς ἄλλοις
关系从句中未用直陈式动词而使用不定式 ἐλαττοῦσθαι,属于转述克拉苏内心主观判断或认知的间接引语用法。宾格分词 προὔχοντα 与不定式逻辑上的主语(克拉苏自身)保持一致,含有让步意味,表示“尽管在其他各方面都占优势,却唯独在这些方面逊色”。
- 14.6ἣν μετιόντων ἐκείνων ἔδει συμπράττειν Καίσαρα
关系代词 ἣν 的先行词为 αἴτησις(谋求、竞选),在句法上充当独立属格分词 μετιόντων(谋求)的宾语。关系代词嵌入于独立属格结构中,随后连接主干的非人称结构 ἔδει συμπράττειν Καίσαρα(“恺撒必须协助”)。
