- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg039.humanitext-grc2:13.1-13.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节记述了克拉苏无所作为并最终辞职的监察官任期,以及他在卡提林那阴谋中遭受的嫌疑、与西塞罗的怨隙和因其子调解达成的和解。
ἡ μέν οὖν ὑπατεία τοῦ Κράσσου ταῦτʼ ἔσχεν ἄξια μνήμης, ἡ δὲ τιμητεία παντάπασιν ἀτελὴς καὶ ἄπρακτος αὐτῷ διῆλθεν, οὔτε γὰρ βουλῆς ἐξέτασιν οὔθʼ ἱππέων ἐπίσκεψιν οὔτʼ ἀποτίμησιν πολιτῶν ἐποιήσατο, καίτοι συνάρχοντα Ῥωμαίων ἔχοντι τὸν πρᾳότατον Λουτάτιον Κάτλον.1 ἀλλά φασιν ἐπὶ δεινὸν ὁρμήσαντι τῷ Κράσσῳ πολίτευμα καὶ βίαιον, Αἴγυπτον ποιεῖν ὑποτελῆ Ῥωμαίοις, ἀντιβῆναι τὸν Κάτλον ἐρρωμένως2 ἐκ δὲ τούτου γενομένης διαφορᾶς ἑκόντας ἀποθέσθαι τὴν ἀρχήν.
克拉苏的执政官任期便留下了这些值得铭记之事,但他担任监察官的任期却完全一无所成、毫无建树地度过了;因为他既未审查元老院,也未检阅骑士,亦未清查公民的户口与财产,尽管他的同僚是罗马人中最温和的卢塔提乌斯·卡图鲁斯。但人们说,当克拉苏发起一项骇人而激进的政策——企图使埃及向罗马人纳贡纳粮时,卡图鲁斯进行了强烈的抵制,由此产生分歧后,他们便自愿辞去了官职。
ἐν δὲ τοῖς περὶ Κατιλίναν πράγμασι μεγάλοις καὶ μικροῦ δεήσασιν ἀνατρέψαι τὴν Ῥώμην, ἥψατο μέν τις ὑπόνοια τοῦ Κράσσου καὶ προσῆλθεν ἄνθρωπος ὀνομάζων ἀπὸ τῆς συνωμοσίας, οὐδεὶς δὲ ἐπίστευσεν.
在卡提林那这一险些颠覆罗马的重大事件中,某种嫌疑确实牵连到了克拉苏,甚至有一人出面从密谋者中指认他,但无人相信。
ὅμως δʼ ὁ Κικέρων ἔν τινι λόγῳ φανερός ἦν Κράσσῳ καὶ Καίσαρι τὴν αἰτίαν προστριβόμενος.3 ἀλλʼ οὗτος μέν ὁ λόγος ἐξεδόθη μετὰ τὴν ἀμφοῖν τελευτήν, ἐν δὲ τῷ Περὶ ὑπατείας ὁ Κικέρων νύκτωρ φησὶ τὸν Κράσσον ἀφικέσθαι πρὸς αὐτόν ἐπιστολὴν κομίζοντα τὰ περὶ τὸν Κατιλίναν ἐξηγουμένην, ὡς ἤδη βεβαιοῦντα τὴν συνωμοσίαν.4
然而,西塞罗在某篇演说中明显地将罪责推在克拉苏和恺撒身上。不过这篇演说是在两人均去世之后才发表的;而在《论自己的执政官任期》一书中,西塞罗记述说克拉苏曾在夜间来到他那里,带来一封阐明关于卡提林那之事的信件,就好像已经证实了这一阴谋一般。
ὁ δʼ οὖν Κράσσος ἀεὶ μέν ἐμίσει τὸν Κικέρωνα διὰ τοῦτο, τοῦ δὲ βλάπτειν ἀναφανδὸν ἐμποδὼν εἶχε τὸν υἱόν. ὁ γὰρ Πόπλιος ὢν φιλολόγος καὶ φιλομαθὴς ἐξήρτητο τοῦ Κικέρωνος, ὥστε καὶ συμμεταβαλεῖν αὐτῷ τὴν ἐσθῆτα κρινομένῳ καὶ τοὺς ἄλλους νέους ταὐτὰ ποιοῦντας παρασχεῖν. τέλος δὲ τὸν πατέρα πείσας φίλον ἐποίησεν.
无论如何,克拉苏因这件事始终怀恨西塞罗,但在公开加害他这件事上,他的儿子成了一大阻碍。因为普布利乌斯爱好文辞、求知欲强,对西塞罗极其依附,甚至在西塞罗受审时与他一同换上哀服,并促使其他青年人也仿效此举。最终他劝服了父亲,使之与西塞罗和解成为朋友。
- 13.1καίτοι συνάρχοντα Ῥωμαίων ἔχοντι τὸν πρᾳότατον Λουτάτιον Κάτλον
由连词 καίτοι 引导的让步分词短语。与格单数阳性分词 ἔχοντι 在语法上与前分句 αὐτῷ διῆλθεν(“对他就这样度过了”)中的代词与格 αὐτῷ(指克拉苏)一致。ἔχοντι 的宾语是 τὸν πρᾳότατον Λουτάτιον Κάτλον,而 συνάρχοντα 则作为述语性宾格(“作为同僚”)。
- 13.1ἀλλά φασιν ἐπὶ δεινὸν ὁρμήσαντι τῷ Κράσσῳ πολίτευμα καὶ βίαιον, Αἴγυπτον ποιεῖν ὑποτελῆ Ῥωμαίοις, ἀντιβῆναι τὸν Κάτλον ἐρρωμένως
由主动词 φασιν(“人们说”)引导的宾格不定式从句。其核心骨架为 τὸν Κάτλον(宾格主语)ἀντιβῆναι(不定式)。动词 ἀντιβαίνω(“反抗、抵制”)要求与格补足语,故 τῷ Κράσσῳ 为其与格对象,并由分词 ὁρμήσαντι(“着手于……的[克拉苏]”)及其修饰成分 ἐπὶ δεινὸν ... πολίτευμα καὶ βίαιον 修饰。插入的不定式短语 Αἴγυπτον ποιεῖν ὑποτελῆ Ῥωμαίοις 作为 πολίτευμα 的同位解说性不定式,具体说明该政策的内容。
- 13.3φανερὸς ἦν ... προστριβόμενος
形容词 φανερός(“明显的”)的个人句式(personal construction)。代替了非人称句式(如 φανερὸν ἦν 加上宾格不定式),直接将主语 ὁ Κικέρων 置于 ἦν 的主语位置,并搭配主格分词 προστριβόμενος,意为“西塞罗显然在归罪于……”。
- 13.3ὡς ἤδη βεβαιοῦντα τὴν συνωμοσίαν
带有连词 ὡς 的宾格分词 βεβαιοῦντα(阳性单数宾格)修饰前文的 τὸν Κράσσον(宾格),表示西塞罗所主张的主观意图或见解。此前的现在分词 ἐξηγουμένην(阴性单数宾格)修饰阴性名词 ἐπιστολήν,而 βεβαιοῦντα 为阳性,表明它指克拉苏本人(即在西塞罗看来,克拉苏借此举动证实了阴谋的存在)。
