← 普鲁塔克

克拉苏传

§12.1-12.4

与庞培共任执政官的对立与和解

克拉苏在庞培的协助下当选执政官,但两人上任后严重对立致使政务瘫痪,直到任期将尽时因一平民所陈之梦示,克拉苏率先主动握手和解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.1

μετὰ δὲ ταῦτα τοῦ Πομπηίου αὐτόθεν ἐπὶ τὴν ὑπατείαν καλουμένου, ἐλπίδας ἔχων ὁ Κράσσος συνάρξειν ὅμως οὐκ ὤκνησε τοῦ Πομπηίου δεηθῆναι. δεξάμενος δὲ τὴν χρείαν ἀσμένως ἐκεῖνος ἐπεθύμει γὰρ ἁμῶς γέ πως ἀεὶ χάριτός τινος ὀφειλέτην λαβεῖν τὸν Κράσσον ἐσπούδασε προθύμως, καὶ τέλος εἶπεν ἐκκλησιάζων ὡς οὐκ ἐλάττονα περὶ τοῦ συνάρχοντος ἕξει χάριν ἢ περὶ τῆς ἀρχῆς.

此后,当庞培直接被推举担任执政官时,克拉苏虽有希望与之共任此职,却仍毫不犹豫地向庞培求助。庞培欣然应承这一请求——因为他总想以某种方式让克拉苏欠下自己一份人情——并热切地奔走效力,最终在公民大会上宣称,他对拥有这位同僚的感激,丝毫不亚于对获得执政官职位本身的感激。

§12.2

οὐ μὴν ἔμειναν ἐπὶ ταύτης τῆς φιλοφροσύνης εἰς τὴν ἀρχὴν καταστάντες, ἀλλʼ ὀλίγου δεῖν1 περὶ πάντων διαφερόμενοι καὶ πάντα δυσκολαίνοντες ἀλλήλοις καὶ φιλονεικοῦντες ἀπολίτευτον καὶ ἄπρακτον αὑτοῖς τὴν ὑπατείαν ἐποίησαν, πλὴν ὅτι Κράσσος Ἡρακλεῖ μεγάλην θυσίαν ποιησάμενος εἱστίασε τὸν δῆμον ἀπὸ μυρίων τραπεζῶν καὶ σῖτον ἐμέτρησεν εἰς τρίμηνον.

然而,进入任期后,他们并没有保持这种亲善态度,反而在几乎所有事情上都各执己见,处处互相掣肘、意气用事,使他们的执政官任期毫无政绩且无所作为;唯一的例外是,克拉苏向赫拉克勒斯献上隆重的祭祀,摆设万席宴请民众,并发放了可供三月之用的谷物。

§12.3

ἤδη δὲ τῆς ἀρχῆς αὑτοῖς τελευτώσης ἔτυχον μὲν ἐκκλησιάζοντες, ἀνὴρ δέ τις οὐ τῶν ἐπιφανῶν, ἱππεὺς Ῥωμαίων, ἀγροῖκος δὲ τῷ βίῳ καὶ ἰδιώτης, Ὀνότιος Αὐρήλιος, ἀναβὰς ἐπὶ τὸ βῆμα καὶ προελθὼν ὄψιν διηγεῖτο κατὰ τοὺς ὕπνους αὐτῷ γενομένην. ὁ γὰρ Ζεύς, ἔφη, μοι φανεὶς προσέταξεν εἰς κοινὸν εἰπεῖν ὅπως μὴ πρότερον περιίδητε τοὺς ὑπάτους ἀποθέσθαι τὴν ἀρχὴν ἢ φίλους γενέσθαι.2

在任期即将届满之际,他们正逢召集公民大会,一位并非显赫阶层的人——是罗马骑士,但生活过得像乡民一般的普通百姓,名叫奥诺提乌斯·奥列里乌斯——登上了发言台走上前去,讲述了他在睡梦中见到的异象。 “因为宙斯,”他说,“向我显灵,命我公开发布昭告:在两位执政官和解之前,绝不可听凭他们交卸权力。”

§12.4

ταῦτα λέγοντος τοῦ ἀνθρώπου καὶ τοῦ δήμου διαλλάττεσθαι κελεύοντος, ὁ μὲν Πομπήιος ἡσυχίαν ἦγεν ἑστώς, ὁ δὲ Κράσσος ἐμβαλὼν τὴν δεξιὰν αὐτῷ πρότερος, οὐδέν, εἶπεν, ὦ ἄνδρες, οἶμαι, πολῖται, ταπεινὸν πράττειν οὐδʼ ἀνάξιον ἐμαυτοῦ καταρχόμενος εὐνοίας καὶ φιλίας πρὸς Πομπήϊον, ὃν ὑμεῖς μήπω γενειῶντα Μέγαν ἀνηγορεύσατε καὶ μήπω μετέχοντι βουλῆς3 ἐψηφίσασθε θρίαμβον.

此人言毕,民众纷纷催促他们和解,庞培肃立不语,克拉苏则率先向他伸出右手,“诸位公民,”他说,“我认为自己在率先向庞培展现善意与友谊上,并未做出任何卑躬屈膝或有辱身份之举;正是你们,在他胡须尚未长全时就尊他为‘伟大者’,在他甚至还未进入元老院时便表决赐予他凯旋式。”

语法注3 条
  1. 12.2ὀλίγου δεῖν

    非人称动词 δεῖ 的绝对不定式固定短语,意为“几乎”、“差一点”,作副词性修饰语修饰分词短语 περὶ πάντων διαφερόμενοι。

  2. 12.3ὅπως μὴ πρότερον περιίδητε τοὺς ὑπάτους ἀποθέσθαι τὴν ἀρχὴν ἢ φίλους γενέσθαι

    由 ὅπως 引导的努力/命令从句,依附于 προσέταξεν。动词 περιίδητε(放任、坐视)支配“宾格+不定式”补足成分,并与关联比较结构 πρότερον ... ἤ(在……之前)搭配,构成“不可坐视执政官们在成为朋友之前便交卸官职”之意。

  3. 12.4μήπω μετέχοντι βουλῆς

    一种修辞/句法格位转换(格位交替):在由关系代词 ὃν(宾格)引导的关系从句中,前半句动词 ἀνηγορεύσατε 支配宾格,故作 μήπω γενειῶντα(宾格分词);后半句动词 ἐψηφίσασθε 则要求与格间接宾语(为某人投票表决),故分词相应转为与格 μήπω μετέχοντι。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg039.humanitext-grc2:12.1-12.4