← 普鲁塔克

克拉苏传

§11.1-11.8

斯巴达克斯阵亡与起义平定

克拉苏先击溃了分裂出去的奴隶部队,继而在庞培赶来前急于决战迎击斯巴达克斯主力;斯巴达克斯力战阵亡,叛乱被平定,但扫荡残敌的庞培却向元老院争夺终结战事的首功。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.1

ἐφοβήθη μὲν οὖν ὁ Κράσσος μὴ λάβοι τις ὁρμὴ τὸν Σπάρτακον ἐπὶ τὴν Ῥώμην ἐλαύνειν, ἐθάρρησε δὲ πολλῶν ἐκ διαφορᾶς ἀποστάντων αὐτοῦ καὶ στρατοπεδευσαμένων καθʼ αὑτοὺς ἐπὶ Λευκανίδος λίμνης, ἥν φασι τρέπεσθαι διὰ χρόνου γινομένην γλυκεῖαν καὶ αὖθις ἁλμυρὰν καὶ ἄποτον. τούτοις ἐπελθὼν ὁ Κράσσος ἐξέωσε μὲν ἀπὸ τῆς λίμνης, ἀφῃρέθη δὲ τὸν φόνον καὶ τὴν δίωξιν αὐτῶν ἐπιφανέντος ὀξέως τοῦ Σπαρτάκου καὶ τὴν φυγὴν ἐπιστήσαντος.

克拉苏当时唯恐斯巴达克斯会一时起意挥师进逼罗马,但因见许多人因内讧脱离了斯巴达克斯,自成一军驻扎在卢卡尼亚的一处湖畔,便又振作起来;据说这处湖泊的水质隔段时间就会变化,忽而变淡,忽而又变咸而无法饮用。克拉苏向这些人发起进攻,将他们赶出了湖边,但因斯巴达克斯疾速现身并遏止了溃逃,克拉苏未能将他们斩尽杀绝并乘胜追击。

§11.2

γεγραφὼς δὲ τῇ βουλῇ πρότερον ὡς χρὴ καὶ Λούκουλλον ἐκ Θρᾴκης καλεῖν καὶ Πομπήιον ἐξ Ἰβηρίας, μετενόει, καὶ πρὶν ἥκειν ἐκείνους ἔσπευδε διαπράξασθαι τὸν πόλεμον, εἰδὼς ὅτι τοῦ προσγενομένου καὶ βοηθήσαντος, οὐκ αὐτοῦ τὸ κατόρθωμα δόξει.1 πρῶτον μὲν οὖν διαγνοὺς τοῖς ἀφεστῶσι καὶ κατʼ ἰδίαν στρατευομένοις, ὧν ἀφηγοῦντο Γάιος Καννίκιος καὶ Κάστος, ἐπιθέσθαι, λόφον τινὰ προκαταληψομένους ἄνδρας ἑξακισχιλίους ἀπέστειλε, λανθάνειν πειρᾶσθαι κελεύσας.

克拉苏此前曾写信给元老院,称必须从色雷斯召回卢库鲁斯,并从伊比利亚召回庞培,此时却后悔了,急欲在他们赶到之前结束这场战争,因为他深知,这份殊勋将被归于前来增援的人,而非他自己。于是,他首先决意进攻那些脱离主力、单独行动的部队——由盖乌斯·坎尼基乌斯和卡斯图斯率领——遂派遣六千人去抢占某处山丘,并命他们尽量隐蔽行踪。

§11.3

οἱ δʼ ἐπειρῶντο μὲν τὴν αἴσθησιν ἀποκρύπτειν τὰ κράνη καταμπέχοντες, ὀφθέντες δʼ ὑπὸ δυεῖν γυναικῶν προθυομένων τοῖς πολεμίοις ἐκινδύνευσαν, εἰ μὴ Κράσσος ὀξέως ἐπιφανεὶς μάχην ἔθετο2 πασῶν καρτερωτάτην, ἐν ᾗ τριακοσίους ἐπὶ δισχιλίοις καὶ μυρίοις καταβαλὼν δύο μόνους εὗρε κατὰ νώτου τετρωμένους, οἱ δʼ ἄλλοι πάντες ἑστῶτες ἐν τάξει καὶ μαχόμενοι τοῖς Ῥωμαίοις ἀπέθανον.

他们用布蒙住头盔,试图掩人耳目,却被两名在敌营前祭祀的妇人撞见而陷入险境;若非克拉苏迅速率军现身,展开了一场最为惨烈的战斗,他们险些全军覆没。在这场战斗中,克拉苏斩敌一万两千三百人,但发现其中仅有两人是背后负伤,其余所有人皆坚守阵位、抗击罗马人而死。

§11.4

Σπαρτάκῳ δὲ μετὰ τὴν τούτων ἧτταν ἀναχωροῦντι πρὸς τὰ ὄρη τὰ Πετηλῖνα, Κόιντος τῶν περὶ Κράσσον ἡγεμόνων καὶ Σκρώφας ταμίας ἐξαπτόμενοι παρηκολούθουν. ἐπιστρέψαντος δὲ γίνεται φυγὴ μεγάλη τῶν Ῥωμαίων, καὶ μόλις τρωθέντα τὸν ταμίαν ἁρπάσαντες ἀπεσώθησαν. τοῦτο τὸν Σπάρτακον ἀπώλεσε τὸ κατόρθωμα, φρονήματος ἐπιγενομένου τοῖς δραπέταις.

这支部队战败后,斯巴达克斯向佩特利纳山脉撤退,克拉苏军中的将领昆图斯与财务官斯克罗法斯紧咬不放、从后尾随。但当斯巴达克斯突然回师反击时,罗马军发生大溃散,他们勉强救出负伤的财务官,狼狈逃生。这次战果却断送了斯巴达克斯,因为逃奴们由此滋生了傲慢之心。

§11.5

οὐκέτι γὰρ ἠξίουν φυγομαχεῖν οὐδʼ ἐπείθοντο τοῖς ἄρχουσιν, ἀλλʼ ἤδη καθʼ ὁδὸν ὄντας ἐν τοῖς ὅπλοις περισχόντες ἠνάγκασαν αὖθις ὀπίσω διὰ τῆς Λευκανίας ἄγειν ἐπὶ τοὺς Ῥωμαίους, εἰς ταὐτὸ τῷ Κράσσῳ σπεύδοντες. ἤδη γὰρ ὁ Πομπήιος προσιὼν ἀπηγγέλλετο· καὶ δὴ ἀρχαιρεσιάζοντες ἦσαν3 οὐκ ὀλίγοι τὴν νίκην ἐκείνῳ τοῦ πολέμου προσήκειν ἐλθόντα γὰρ εὐθὺς μαχεῖσθαι καὶ καταλύσειν τὸν πόλεμον. ἐπειγόμενος οὖν διαγωνίσασθαι καὶ παραστρατοπεδεύσας τοῖς πολεμίοις ὤρυττε τάφρον, πρὸς ἣν ἐκπηδῶντες οἱ δοῦλοι προσεμάχοντο τοῖς ἐργαζομένοις.

他们不再甘心避战,亦不再听从长官,反而在已然行军途中持械包围长官,强迫他们调转方向,再次穿过卢卡尼亚回师迎击罗马军,其急躁的心思竟与克拉苏不谋而合。因为当时已传出庞培即将抵近的消息;甚至有许多人像在公民大会上表决一般,声称这场战争的胜利理当属于庞培,因他一到便能迅速交战并平定战局。因此,急于一决雌雄的克拉苏进逼敌军扎营,并开挖壕沟;奴隶们跃出并冲向壕沟,向施工人员发起猛攻。

§11.6

ἀεὶ δὲ πλειόνων ἑκατέρωθεν ἐκβοηθούντων ὁρῶν τὴν ἀνάγκην ὁ Σπάρτακος ἅπαν παρέταξε τὸ στράτευμα. καὶ πρῶτον μὲν τοῦ ἵππου προσαχθέντος αὐτῷ σπασάμενος τὸ ξίφος καὶ εἰπών ὅτι νικῶν μὲν ἔχοι πολλοὺς ἵππους καὶ καλοὺς τῶν πολεμίων, ἡττώμενος δὲ οὐ δεῖται, κατέσφαξε τὸν ἵππον· ἔπειτα πρὸς Κράσσον αὐτὸν ὠθούμενος διὰ πολλῶν ὅπλων καὶ τραυμάτων ἐκείνου μὲν οὐκ ἔτυχεν, ἑκατοντάρχας δὲ δύο συμπεσόντας ἀνεῖλε.

随着双方出援的人数不断增多,斯巴达克斯见战机已不可逆转,便将全军列阵。起初,当战马被牵到他面前时,他拔出佩剑,说道:若得胜,自能从敌人那里俘获良马无数;若败北,则不再需要战马;言毕遂斩杀战马。接着,他冒着密集的兵刃与创伤直冲克拉苏本人,虽未触及克拉苏,却斩杀了与其交战的两名百人队队长。

§11.7

τέλος δὲ φυγόντων τῶν περὶ αὐτόν, αὐτὸς ἑστὼς καὶ κυκλωθεὶς ὑπὸ πολλῶν ἀμυνόμενος κατεκόπη. Κράσσου δὲ τῇ τύχῃ χρησαμένου καὶ στρατηγήσαντος ἄριστα καὶ τὸ σῶμα τῷ κινδύνῳ παρασχόντος, ὅμως οὐ διέφυγε τὸ κατόρθωμα τὴν Πομπηΐου δόξαν. οἱ γὰρ διαφυγόντες ἐμπεσόντες αὐτῷ διεφθάρησαν, ὥστε καὶ γράψαι πρὸς τὴν σύγκλητον ὅτι μάχῃ μὲν τοὺς δραπέτας φανερᾷ Κράσσος νενίκηκεν, αὐτὸς δὲ τοῦ πολέμου τὴν ῥίζαν ἀνῄρηκε.

最终,身边的随从皆已溃逃,他孤身独立,在重重围攻下力战而亡。克拉苏虽得运气之助,指挥极为出色,且置身于生死险境之中,但此项功勋终究未能逃脱庞培声威的遮蔽。因为那些逃跑的人撞上了庞培并被悉数消灭,以致庞培竟向元老院写信宣称:克拉苏在公开交战中击溃了逃奴,而他自己则连根铲除了这场战争。

§11.8

Πομπήιος μὲν οὖν ἀπὸ Σερτωρίου καὶ Ἰβηρίας ἐπιφανῶς ἐθριάμβευσε, Κράσσος δὲ τὸν μὲν μέγαν θρίαμβον οὐδʼ αὐτὸς αἰτεῖν ἐπεχείρησεν, ἐδόκει δὲ καὶ τὸν πεζόν, ὀούαν δὲ καλούμενον, ἀγεννῶς καὶ παρʼ ἀξίαν ἐπὶ δουλικῷ πολέμῳ θριαμβεῦσαι. τί δʼ οὗτος ἐκείνου διαφέρει, καὶ περὶ τῆς κλήσεως, ἐν τῷ Μαρκέλλου βίῳ γέγραπται.

于是,庞培因平定塞多留与伊比利亚而举行了显赫的凯旋式,而克拉苏甚至未曾试图申请大凯旋式,甚至他仅因一场奴隶战争而举行徒步凯旋式(即所谓的赞誉式),亦被视为有失体统且与身份不符。至于这种仪式与大凯旋式有何区别,以及其名称的由来,已在《马尔凯路斯传》中有所记述。

语法注3 条
  1. 11.2τοῦ προσγενομένου καὶ βοηθήσαντος, οὐκ αὐτοῦ τὸ κατόρθωμα δόξει

    动词 δόξει 的谓语性属格(所有/归属属格),主语为 τὸ κατόρθωμα。意指战功将被认为属于“后来增援之人”,而非克拉苏自己(οὐκ αὐτοῦ)。

  2. 11.3ἐκινδύνευσαν, εἰ μὴ Κράσσος ὀξέως ἐπιφανεὶς μάχην ἔθετο

    主句的过去直陈语气(ἐκινδύνευσαν)与带有 εἰ μή 的过去直陈语气从句(ἔθετο)相连。此构文未按常规反事实条件句搭配 ἄν,而是直接使用直陈式表示危险之迫近与真实性,意指“若非克拉苏迅速赶到并交战,他们险些就全军覆没”。

  3. 11.5ἀρχαιρεσιάζοντες ἦσαν

    由未完成过去式 ἦσαν 与现在分词 ἀρχαιρεσιάζοντες 构成的迂言构文(periphrastic construction)。动词 ἀρχαιρεσιάζω 原指“在公民大会上选举官员/投票”,此处借用为比喻义,形容众人仿佛在投票表决一般,纷纷公开声称战功理当归于庞培。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg039.humanitext-grc2:11.1-11.8