← 普鲁塔克

尼西阿斯传

§6.1-6.6

尼基阿斯谨慎的统帅方略与收殓战死者

尼基阿斯为避开民众的嫉恨与戒心而慎选将令,将战功归于命运与神明。他在雅典同期的屡次惨败中独善其身并屡建战功,甚至为了收殓两名阵亡同胞的尸首而甘愿放弃战胜的荣誉。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1

ὁρῶν δὲ τῶν ἐν λόγῳ δυνατῶν ἢ τῷ φρονεῖν διαφερόντων1 ἀποχρώμενον εἰς ἔνια ταῖς ἐμπειρίαις τὸν δῆμον, ὑφορώμενον δʼ ἀεὶ καὶ φυλαττόμενον τὴν δεινότητα καὶ κολούοντα τὸ φρόνημα καὶ τὴν δόξαν, ὡς δῆλον ἦν τῇ Περικλέους καταδίκῃ καὶ τῷ Δάμωνος ἐξοστρακισμῷ καὶ τῇ πρὸς Ἀντιφῶντα τὸν Ῥαμνούσιον ἀπιστίᾳ τῶν πολλῶν, καὶ μάλιστα δὴ τοῖς περὶ Πάχητα τὸν ἑλόντα Λέσβον, ὃς εὐθύνας διδοὺς τῆς στρατηγίας ἐν αὐτῷ τῷ δικαστηρίῳ σπασάμενος ξίφος ἀνεῖλεν ἑαυτόν, τὰς μὲν ἐργώδεις πάνυ καὶ μακρὰς ἐπειρᾶτο διακρούεσθαι στρατηγίας, ὅπου δʼ αὐτὸς στρατεύοιτο τῆς ἀσφαλείας ἐχόμενος καὶ τὰ πλεῖστα κατορθῶν, ὡς εἰκός, εἰς οὐδεμίαν αὑτοῦ σοφίαν ἢ δύναμιν ἢ ἀρετὴν ἀνέφερε τὰς πράξεις, ἀλλὰ παρεχώρει τῇ τύχῃ καὶ κατέφευγεν εἰς τὸ θεῖον, τῷ φθόνῳ τῆς δόξης ὑφιέμενος.2

由于看到民众虽在某些事务上利用那些善于言辞或智谋过人者的经验,却始终对他们的能耐抱有疑忌与戒心,并挫折他们的自负与威望——这从伯里克利的定罪、达蒙的陶片放逐、大众对拉姆努斯人安提丰的猜忌,以及尤其是攻克莱斯博斯的帕凯斯之事便显而易见;帕凯斯在交代将领职事的账目时,竟在法庭当场拔剑自刎——尼基阿斯遂试图推脱那些极其繁重而旷日持久的统兵重任;而在他亲自领兵出征时,他固守安全之道,理所当然地大多马到成功,但他绝不将这些事迹归功于自己的任何智慧、力量或德行,反而退让于命运,托庇于神明,为了规避嫉妒而舍弃声望。

§6.3

ἐπεμαρτύρει δὲ καὶ τὰ πράγματα· πολλῶν γὰρ τότε προσκρουσμάτων τῇ πόλει καὶ μεγάλων γενομένων, οὐδενὸς ἁπλῶς ἐκεῖνος μετέσχεν, ἀλλὰ περὶ Θρᾴκην μὲν ἡττήθησαν ὑπὸ Χαλκιδέων Καλλιάδου τε καὶ Ξενοφῶντος στρατηγούντων, τὸ δʼ Αἰτωλικὸν πταῖσμα συνέβη Δημοσθένους ἄρχοντος, ἐν δὲ Δηλίῳ χιλίους αὑτῶν ἀπέβαλον Ἱπποκράτους ἡγουμένου, τοῦ δὲ λοιμοῦ τὴν πλείστην αἰτίαν ἔλαβε Περικλῆς διὰ τὸν πόλεμον εἰς τὸ ἄστυ κατακλείσας τὸν ἀπὸ τῆς χώρας ὄχλον, ἐκ τῆς μεταβολῆς τῶν τόπων καὶ διαίτης ἀήθους γενομένου.

实际局势亦证明了这一点。当时城邦屡遭重大挫折,而他全然未参与其中任何一次:在色雷斯一带,他们在卡利亚德斯与克塞诺芬统率下败于喀尔基斯人之手;埃托利亚的挫败发生在德摩斯梯尼任指挥官之时;在德利昂,他们在希波克拉底率领下损失了一千人;至于那场瘟疫,最大的罪责则由伯里克利承担,因为他在战争期间将来自乡间的民众关入城中,由居所迁徙和不合习惯的生活方式导致了瘟疫的爆发。

§6.4

Νικίας δὲ τούτων ἁπάντων ἀναίτιος ἔμεινε· καὶ στρατηγῶν εἷλε μὲν Κύθηρα, νῆσον εὖ κατὰ τῆς Λακωνικῆς πεφυκυῖαν καὶ Λακεδαιμονίους ἔχουσαν οἰκήτορας, ἔλαβε δὲ καὶ πολλὰ τῶν ἐπὶ Θρᾴκης ἀφεστώτων καὶ προσηγάγετο, κατακλείσας δὲ Μεγαρεῖς εἰς τὴν πόλιν εὐθὺς μὲν ἔσχε Μίνωαν τὴν νῆσον, ὀλίγῳ δʼ ὕστερον ἐκ ταύτης ὁρμώμενος Νισαίας ἐκράτησεν, εἰς δὲ τὴν Κορινθίαν ἀποβὰς ἐνίκησε μάχῃ καὶ διέφθειρε Κορινθίων πολλοὺς καὶ Λυκόφρονα τὸν στρατηγόν.

然而尼基阿斯在所有这些事件中皆无可归咎。担任统帅期间,他攻占了基西拉岛——该岛地处对付拉科尼亚的要地,并有拉刻代蒙人定居;他还夺取并降服了色雷斯方向诸多叛乱的城邑;在将墨伽拉人封锁于城内之后,他立即夺取了米诺阿岛,不久后又以此为据点攻占了尼塞亚;而在登陆科林斯领地后,他在交战中大获全胜,歼灭了许多科林斯人及敌将吕科弗隆。

§6.5

ἔνθα δʼ αὐτῷ συνέβη τῶν οἰκείων δύο νεκροὺς ἀπολιπεῖν διαλαθόντας περὶ τὴν ἀναίρεσιν. ὡς οὖν τοῦτʼ ἔγνω, τάχιστα τὸν στόλον ἐπιστήσας ἔπεμψε κήρυκα πρὸς τοὺς πολεμίους περὶ ἀναιρέσεως. καίτοι κατὰ νόμον τινὰ καὶ συνήθειαν ἐδόκουν οἱ νεκρῶν ὑποσπόνδων λαβόντες ἀναίρεσιν ἀπολέγεσθαι τὴν νίκην, καὶ τρόπαιον ἱστάναι τοὺς τούτου τυχόντας οὐκ ἔνθεσμον ἦν· νικᾶν γὰρ τοὺς κρατοῦντας, μὴ κρατεῖν δὲ τοὺς αἰτοῦντας, ὡς λαβεῖν μὴ δυναμένους.3

然而在当地,他部下中有两具己方尸体在收殓时被疏漏遗落。一得知此事,他便立刻叫停舰队,派出传令官前往敌方商议收尸事宜。尽管依照某种法律和惯例,凡经停战协定得以收敛尸体者即被视为放弃胜利,得以如此者设立胜利纪念碑亦是不合规定的;因为唯有掌控战场者方为胜者,而提出请求者既无力自行收尸,便算不得掌控战场。

§6.6

ἀλλʼ ὅμως ἐκεῖνος ὑπέμεινε μᾶλλον προέσθαι τὸ νίκημα καὶ τὴν δόξαν ἢ καταλιπεῖν ἀτάφους δύο τῶν πολιτῶν. πορθήσας δὲ τὴν παραλίαν τῆς Λακωνικῆς καὶ τοὺς ἀντιστάντας Λακεδαιμονίων τρεψάμενος, εἷλε Θυρέαν Αἰγινητῶν ἐχόντων, καὶ τοὺς αἱρεθέντας ἀπήγαγε ζῶντας εἰς Ἀθήνας.

但他仍然宁愿放弃战功与荣耀,也不愿让两位同胞曝尸荒野。 随后,他蹂躏了拉科尼亚沿海一带,击溃了抵抗的拉刻代蒙人,攻占了由埃癸那人占据的梯利亚,并将俘虏活着押送回雅典。

语法注3 条
  1. 6.1τῶν ἐν λόγῳ δυνατῶν ἢ τῷ φρονεῖν διαφερόντων

    修饰名词短语 ταῖς ἐμπειρίαις(“经验”)的属格短语。分词 ἀποχρώμενον(“利用、凑合用”)支配与格宾语 ταῖς ἐμπειρίαις,而作为修饰语的该属格短语通过倒置(hyperbaton)大幅前置于分词从句的最前部。

  2. 6.2τῷ φθόνῳ τῆς δόξης ὑφιέμενος

    中间位分词 ὑφιέμενος(“退让、放弃、克制”)支配属格宾语 τῆς δόξης(“声望”),而 τῷ φθόνῳ 则作表示让步对象的与格(“向嫉妒”)。尽管语法上亦可将 τῆς δόξης 视作修饰 φθόνῳ 的宾格性属格(“对名声的嫉妒”),但遵循 ὑφίεμαί τινός τινι(“向某事物让出某物”)的惯用法解读更为自然。

  3. 6.5νικᾶν γὰρ τοὺς κρατοῦντας, μὴ κρατεῖν δὲ τοὺς αἰτοῦντας, ὡς λαβεῖν μὴ δυναμένους

    间接引语中对称的对格加不定式结构,用以解释前句所述惯例认定(ἐδόκουν... οὐκ ἔνθεσμον ἦν)的依据。对格 τοὺς κρατοῦντας 与 τοὺς αἰτοῦντας 分别作为不定式 νικᾶν 和 μὴ κρατεῖν 的主语。句末的 ὡς λαβεῖν μὴ δυναμένους 是修饰 τοὺς αἰτοῦντας 的表示主观理由的分词短语,表明了当时认为“求和收尸者因无力自行收尸而不算掌控战场”的逻辑。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg038.humanitext-grc2:6.1-6.6