← 普鲁塔克

尼西阿斯传

§5.1-5.4

尼基阿斯的深居简出与希埃隆的宣传

尼基阿斯因畏惧告密者而断绝与市民的往来,全心扑在公务上或闭门独处,其心腹希埃隆等人则向民众大肆宣传他为城邦所作的辛劳与牺牲。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.1

οὕτω δὴ διακείμενος εὐλαβῶς πρὸς τοὺς συκοφάντας οὔτε συνεδείπνει τινὶ τῶν πολιτῶν οὔτε κοινολογίαις οὔτε συνδιημερεύσεσιν ἐνέβαλλεν ἑαυτόν, οὐδʼ ὅλως ἐσχόλαζε ταῖς τοιαύταις διατριβαῖς, ἀλλʼ ἄρχων μὲν ἐν τῷ στρατηγίῳ διετέλει μέχρι νυκτός, ἐκ δὲ βουλῆς ὕστατος ἀπῄει πρῶτος ἀφικνούμενος. εἰ δὲ μηδὲν ἐν κοινῷ πράττειν ἔχοι,1 δυσπρόσοδος ἦν καὶ δυσέντευκτος οἰκουρῶν καὶ κατακεκλεισμένος.

鉴于对告密者抱有如此戒心,他既不与任何公民共进晚餐,也不投身于交谈或整日闲叙之中,更完全不把闲暇用于这类消遣;相反,担任长官时他留在将领公署直到入夜,在议事会中则总是第一个到达、最后一个离去。而若在公共事务上无事可办,他便闭门不出,深居简出,令人难以接近且难以相见。

§5.2

οἱ δὲ φίλοι τοῖς ἐπὶ ταῖς θύραις φοιτῶσιν ἐνετύγχανον, καὶ παρῃτοῦντο συγγνώμην ἔχειν, ὡς καὶ τότε Νικίου πρὸς δημοσίας χρείας τινὰς καὶ ἀσχολίας ὄντος.2 καὶ ὁ μάλιστα ταῦτα συντραγῳδῶν καὶ συμπεριτιθεὶς ὄγκον αὐτῷ καὶ δόξαν Ἱέρων ἦν, ἀνὴρ τεθραμμένος ἐπὶ τῆς οἰκίας τοῦ Νικίου, περί τε γράμματα καὶ μουσικὴν ἐξησκημένος ὑπʼ αὐτοῦ, προσποιούμενος δʼ υἱὸς εἶναι Διονυσίου τοῦ Χαλκοῦ προσαγορευθέντος, οὗ καὶ ποιήματα σώζεται, καὶ τῆς εἰς Ἰταλίαν ἀποικίας ἡγεμὼν γενόμενος ἔκτισε Θουρίους.

他的朋友们则出面应对那些来到门前拜访的人,请求他们予以谅解,托称彼时尼基阿斯也正忙于某些公事与职责。 而在这场戏中协助最为卖力、并为他增添威严与声望的人,乃是希埃隆。此人在尼基阿斯家中长大,受其栽培而通晓文辞与乐艺,自称是被称为“青铜”的狄奥尼修斯之子——后者的诗作至今犹存,且曾作为前往意大利殖民的领袖建立了图里伊城。

§5.3

οὗτος οὖν ὁ Ἱέρων τά τε πρὸς τοὺς μάντεις ἀπόρρητα διεπράττετο τῷ Νικίᾳ, καὶ λόγους ἐξέφερεν εἰς τὸν δῆμον ὡς ἐπίπονόν τινα καὶ ταλαίπωρον διὰ τὴν πόλιν ζῶντος αὐτοῦ βίον· ᾧ γʼ ἔφη καὶ περὶ λουτρὸν ὄντι καὶ περὶ δεῖπνον ἀεί τι προσπίπτειν δημόσιον· ἀμελῶν δὲ τῶν ἰδίων ὑπὸ τοῦ τὰ κοινὰ φροντίζειν μόλις ἄρχεται καθεύδειν περὶ πρῶτον ὕπνον.

正是这位希埃隆,为尼基阿斯处理与占卜师之间的隐秘事务,并向民众散布言论,声称尼基阿斯为了城邦过着何等艰辛而劳碌的生活;据他说,甚至当他沐浴或进餐时,也总有某种公务降临;他因操劳公事而疏于打理私产,直到初更时分才勉强合眼入睡。

§5.4

ὅθεν αὐτῷ καὶ τὸ σῶμα διάκειται κακῶς, καὶ τοῖς φίλοις οὐ προσηνὴς οὐδὲ ἡδύς ἐστιν, ἀλλὰ καὶ τούτους προσαποβέβληκε τοῖς χρήμασι πολιτευόμενος. οἱ δʼ ἄλλοι καὶ φίλους κτώμενοι καὶ πλουτίζοντες αὑτοὺς ἀπὸ τοῦ βήματος εὐπαθοῦσι καὶ προσπαίζουσι τῇ πολιτείᾳ. τῷ δʼ ὄντι τοιοῦτος ἦν ὁ Νικίου βίος ὥστʼ αὐτὸν εἰπεῖν τὰ τοῦ Ἀγαμέμνονος εἰς αὑτόν· "προστάτην γε τοῦ βίου τὸν ὄγκον ἔχομεν,3 τῷ τʼ ὄχλῳ δουλεύομεν."

因此他的身体状况欠佳,对朋友既不温和亦不亲切,甚至在治理国政时搭上钱财之余,连这些朋友也一同失去了。然而其他政客则在讲坛上结交朋党、自肥腰包,优游度日,把国政当作儿戏。 事实上,尼基阿斯的生活确实如此,以至于他借用阿伽门农的诗句来形容自己: “我们尊荣的地位乃是统御我们一生的主子, 而我们则是大众的奴隶。”

语法注3 条
  1. 5.1εἰ δὲ μηδὲν ἐν κοινῷ πράττειν ἔχοι

    此处的希求法动词 ἔχοι 用于过去的一般性/重复性条件句(iterative optative),与主句的未完成过去时(ἦν)相配合,表示过去反复发生的状况,即“每当他在公事上无事可办时”。

  2. 5.2ὡς καὶ τότε Νικίου πρὸς δημοσίας χρείας τινὰς καὶ ἀσχολίας ὄντος

    由 ὡς 引导的属格独立结构,表示主观理由或托词。它表明朋友们对来访者所作的辩解是:“借口称彼时尼基阿斯正忙于某些公事”。

  3. 5.4προστάτην γε τοῦ βίου / τὸν ὄγκον ἔχομεν

    双重宾格结构。τὸν ὄγκον(地位的尊崇/重负)为直接宾语,προστάτην(主宰/主子)为宾语补足语(谓语性宾格),意为“我们以尊荣的地位作为人生的主子”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg038.humanitext-grc2:5.1-5.4