- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg038.humanitext-grc2:7.1-7.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
斯法克特里亚岛的围攻陷入持久战,使力阻和谈的克里昂成为众矢之的;在与尼基阿斯的交锋中,克里昂狂妄宣称将在二十日内破敌并接下统帅权,随后记述了一则体现其轻佻做派的轶事。
ἐπεὶ δὲ Δημοσθένους Πύλον τειχίσαντος ἐπεστράτευσαν ἅμα πεζῷ καὶ ναυσὶ Πελοποννήσιοι, καὶ μάχης γενομένης ἀπελήφθησαν ἐν τῇ Σφακτηρίᾳ νήσῳ Σπαρτιατῶν ἄνδρες ἀμφὶ τοὺς τετρακοσίους, μέγα μέν, ὥσπερ ἦν, ἡγούμενοι τὸ λαβεῖν αὐτοὺς Ἀθηναῖοι, χαλεπῆς δὲ καὶ δυσέργου τῆς πολιορκίας οὔσης ἐν χωρίοις ἀνύδροις, καὶ θέρους μὲν μακρὰν καὶ πολυτελῆ τὴν περιαγωγὴν τῶν ἐπιτηδείων ἐχούσης, σφαλερὰν δὲ χειμῶνος καὶ παντελῶς ἄπορον, ἤχθοντο καὶ μετεμέλοντο πρεσβείαν Λακεδαιμονίων ἀπωσάμενοι περὶ σπονδῶν καὶ εἰρήνης ἀφικομένην πρὸς αὐτούς.
然而,当德摩斯梯尼筑堡固守皮洛斯之后,伯罗奔尼撒人水陆并进前来攻打,交战之后,约四百名斯巴达精兵被困在斯法克特里亚岛上;雅典人虽如实认为生擒他们是一大功绩,但由于围攻在干涸无水之地进行而艰难劳苦,且夏季运送给养路途遥远、耗费巨大,冬季则险象环生、全然无从运抵,于是他们烦躁不安,并后悔当初拒绝了前来商谈停战与和平的拉刻代蒙人使团。
ἀπεώσαντο δὲ Κλέωνος ἐναντιωθέντος οὐχ ἥκιστα διὰ Νικίαν· ἐχθρὸς γὰρ ὢν αὐτοῦ, καὶ προθύμως ὁρῶν συμπράττοντα τοῖς Λακεδαιμονίοις, ἔπεισε τὸν δῆμον ἀποψηφίσασθαι τὰς σπονδάς. ὡς οὖν ἥ τε πολιορκία μῆκος ἐλάμβανε καὶ δεινὰς ἀπορίας ἐπυνθάνοντο περιεστάναι τὸ στρατόπεδον, διʼ ὀργῆς εἶχον τὸν Κλέωνα.
他们之所以予以回绝,是因为克里昂的反对,其很大程度上是针对尼基阿斯;因为克里昂是他的政敌,眼见他竭力协助拉刻代蒙人,便说服民众投票否决了停战协定。因此,随着围困日益旷日持久,雅典人获悉军营深陷于极度的困窘之中,遂对克里昂怒火中烧。
τοῦ δʼ εἰς τὸν Νικίαν ἐκτρέποντος τὴν αἰτίαν, καὶ κατηγοροῦντος ὅτι δειλίᾳ καὶ μαλακίᾳ προΐεται τοὺς ἄνδρας, ὡς αὐτοῦ γε στρατηγοῦντος οὐκ ἂν περιγενομένους χρόνον τοσοῦτον,1 τοῖς Ἀθηναίοις εἰπεῖν παρέστη·2 τί δʼ οὐχὶ καὶ νῦν αὐτὸς σὺ πλεῖς ἐπὶ τοὺς ἄνδρας; ὅ τε Νικίας ἀναστὰς ἐξίστατο τῆς ἐπὶ Πύλον στρατηγίας αὐτῷ, καὶ λαμβάνειν ὁπόσην βούλεται δύναμιν ἐκέλευσε, καὶ μὴ θρασύνεσθαι λόγοις ἀκινδύνοις, ἀλλʼ ἔργον τι τῇ πόλει παρασχεῖν ἄξιον σπουδῆς.
克里昂则将罪责推诿给尼基阿斯,指控他因懦弱与软弱而放任那些敌兵,声称若是换作他自己担任将领,敌人绝不可能坚守这么久;于是雅典人心中涌起了一句话: “那你现在为何不亲自扬帆去攻打那些人呢?” 尼基阿斯亦起立,将前往皮洛斯的统帅权让予他,命他愿带多少兵力便带多少兵力,切莫用毫无风险的大话虚张声势,而要为城邦做出堪称严肃认真的一番功业。
ὁ δὲ τὸ μὲν πρῶτον ἀνεδύετο, τῷ μὴ προσδοκῆσαι τοῦτο θορυβούμενος· ἐγκελευομένων δὲ ταὐτὰ τῶν Ἀθηναίων καὶ τοῦ Νικίου καταβοῶντος, ἐξαρθεὶς καὶ ἀναφλεχθεὶς τὸ φιλότιμον3 ὑπεδέξατό τε τὴν στρατηγίαν, καὶ προσδιωρίσατο πλεύσας ἐντὸς ἡμερῶν εἴκοσιν ἢ κατακτενεῖν ἐκεῖ τοὺς ἄνδρας ἢ ζῶντας ἄξειν Ἀθήναζε. τοῖς δʼ Ἀθηναίοις ἐπῆλθε γελάσαι μέγα μᾶλλον ἢ πιστεῦσαι· καὶ γὰρ ἄλλως εἰώθεσαν αὐτοῦ τὴν κουφότητα καὶ μανίαν φέρειν μετὰ παιδιᾶς οὐκ ἀηδῶς.
起初,克里昂因未曾预料到这一局面而慌乱退缩;但随着雅典人齐声敦促,加上尼基阿斯大声责难,他的好胜心被激起并熊熊燃烧,于是接下了统帅之任,更断言只要出航,便在二十天之内要么在那里将那些敌兵诛灭,要么生擒押回雅典。比起相信,雅典人更不禁哄堂大笑;因为他们平时本就习惯了带着戏谑之意、颇为惬意地包容他的轻浮与狂妄。
λέγεται γὰρ ἐκκλησίας ποτὲ οὔσης τὸν μὲν δῆμον καθήμενον ἄνω περιμένειν πολὺν χρόνον, ὀψὲ δʼ εἰσελθεῖν ἐκεῖνον4 ἐστεφανωμένον καὶ παρακαλεῖν ὑπερθέσθαι τὴν ἐκκλησίαν εἰς αὔριον· ἀσχολοῦμαι γάρ, ἔφη, σήμερον, ἑστιᾶν μέλλων ξένους καὶ τεθυκὼς τοῖς θεοῖς. τοὺς δʼ Ἀθηναίους γελάσαντας ἀναστῆναι καὶ διαλῦσαι τὴν ἐκκλησίαν.
据说有一次召开公民大会时,民众在高处的会场坐等了许久,他才头戴花环姗姗来迟,请求将公民大会延期至明日: “因为我今天很忙,”他说道,“我打算款待宾客,方才向众神献过了祭。” 雅典人哄然大笑,纷纷起立解散了公民大会。
- 7.3ὡς αὐτοῦ γε στρατηγοῦντος οὐκ ἂν περιγενομένους χρόνον τοσοῦτον
此处由引导间接引语的 ὡς 引领,分词宾格加 ἄν(οὐκ ἂν περιγενομένους)充当条件句的主句(归结分句),分词的主语承接前文的 τοὺς ἄνδρας(被围困的斯巴达人)。属格绝对结构 αὐτοῦ γε στρατηγοῦντος(“若由他亲自统军”)充当条件从句(与过去事实相反或潜在假设)。全句相当于直接引语中的 οὐκ ἂν περιεγένοντο(“他们本不可能坚守这么久”)。
- 7.3τοῖς Ἀθηναίοις εἰπεῖν παρέστη
由动词 παρίστημι 的不定过去时非人称用法(παρέστη)后接与格(τοῖς Ἀθηναίοις)和不定式(εἰπεῖν)构成的句式,意为“雅典人心中涌现出(要说……)的念头”或“雅典人不禁脱口而出”。
- 7.4ἐξαρθεὶς καὶ ἀναφλεχθεὶς τὸ φιλότιμον
中性名词化词组 τὸ φιλότιμον(“好胜心”、“荣誉心”)在被动分词 ἐξαρθείς(被激扬)与 ἀναφλεχθείς(被点燃)之后充当限定宾格(关系宾格),表示“就其野心/自尊心而言受到鼓动并被点燃”。
- 7.5λέγεται γὰρ ἐκκλησίας ποτὲ οὔσης τὸν μὲν δῆμον καθήμενον ἄνω περιμένειν πολὺν χρόνον, ὀψὲ δʼ εἰσελθεῖν ἐκεῖνον
由 λέγεται 统领的带宾格的不定式结构(A.c.I.)。主语宾格 τὸν μὲν δῆμον 对应不定式 περιμένειν,与之相对的 ἐκεῖνον(克里昂)则对应不定式 εἰσελθεῖν 与 παρακαλεῖν。副词 ἄνω(“在高处”)特指雅典公民大会所在的普尼克斯山丘会场。
