- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg038.humanitext-grc2:4.1-4.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段指出尼基阿斯的公共捐输不仅出自求名之心,更伴随着他对神明的敬畏与胆怯懦弱;他凭借劳里翁银矿的财富向告密者散财以求平安的情状,通过当代多位喜剧诗人的作品片断得到了印证。
τούτοις δʼ ὅτι μὲν πολὺ τὸ πρὸς δόξαν καὶ φιλοτιμίαν πανηγυρικὸν καὶ ἀγοραῖον ἔνεστιν, οὐκ ἄδηλον, ἀλλὰ τῷ λοιπῷ τρόπῳ τοῦ ἀνδρὸς καὶ ἤθει πιστεύσειεν ἄν τις εὐσεβείας ἐπακολούθημα τὴν τοιαύτην χάριν καὶ δημαγωγίαν γενέσθαι σφόδρα γὰρ ἦν τῶν ἐκπεπληγμένων τὰ δαιμόνια1 καὶ θειασμῷ προσκείμενος, ὥς φησι Θουκυδίδης.
在这些行径之中,为了声誉与虚荣而展现出的夸耀与市侩成分固然显而易见,但若结合此人其余的行事风格与性情来看,人们亦可相信,这种收买人心与逢迎民众的做法乃是出于其虔敬之心的自然伴随;因为正如修昔底德所言,他极其畏惧神明,深陷于占卜之术。
ἐν δέ τινι τῶν Πασιφῶντος διαλόγων γέγραπται ὅτι καθʼ ἡμέραν ἔθυε τοῖς θεοῖς, καὶ μάντιν ἔχων ἐπὶ τῆς οἰκίας προσεποιεῖτο μὲν ἀεὶ σκέπτεσθαι περὶ τῶν δημοσίων, τὰ δὲ πλεῖστα περὶ τῶν ἰδίων καὶ μάλιστα περὶ τῶν ἀργυρείων μετάλλων· ἐκέκτητο γὰρ ἐν τῇ Λαυρεωτικῇ πολλά, μεγάλα μὲν εἰς πρόσοδον, οὐκ ἀκινδύνους δὲ τὰς ἐργασίας ἔχοντα· καὶ πλῆθος ἀνδραπόδων ἔτρεφεν αὐτόθι, καὶ τῆς οὐσίας ἐν ἀργυρίῳ τὸ πλεῖστον εἶχεν.
在帕西丰的一篇对话录中记述道,他每日向神明献祭,并在家中供养着一名占卜师,表面上总是假装是在就公事进行咨询,而实际上多半是为了私事,特别是为了银矿;因为他在劳里翁地区拥有许多矿产,收益虽巨,开采却非全无风险;他在当地蓄养着大量奴隶,且财产的绝大部分都以白银的形式持有。
ὅθεν οὐκ ὀλίγοι περὶ αὐτὸν ἦσαν αἰτοῦντες καὶ λαμβάνοντες. ἐδίδου γὰρ οὐχ ἧττον τοῖς κακῶς ποιεῖν δυναμένοις ἢ τοῖς εὖ πάσχειν ἀξίοις, καὶ ὅλως πρόσοδος ἦν αὐτοῦ τοῖς τε πονηροῖς ἡ δειλία2 καὶ τοῖς χρηστοῖς ἡ φιλανθρωπία. λαβεῖν δὲ περὶ τούτων μαρτυρίαν καὶ παρὰ τῶν κωμικῶν ἔστι.
因此,聚在他身旁索取并接受财物者不在少数。因为他施舍给有能力加害之人,丝毫不亚于施舍给配受恩惠之人;总而言之,他的胆怯成了恶徒的财路,而他的仁厚则成了善士的财源。 关于这些事,从喜剧作家那里亦可获得明证。
Τηλεκλείδης μὲν γὰρ εἴς τινα τῶν συκοφαντῶν ταυτὶ πεποίηκε· "Χαρικλέης μὲν οὖν ἔδωκε μνᾶν, ἵνʼ αὐτὸν μὴ λέγῃ ὡς ἔφυ τῇ μητρὶ παίδων πρῶτος ἐκ βαλλαντίου· τέσσαρας δὲ μνᾶς ἔδωκε Νικίας Νικηράτου· ὧν δʼ ἕκατι τοῦτʼ ἔδωκε, καίπερ εὖ εἰδὼς ἐγὼ οὐκ ἐρῶ, φίλος γὰρ ἁνήρ, σωφρονεῖν δέ μοι δοκεῖ."
特勒克莱德斯针对某位告密者曾作过这样的诗句: “查理克勒斯因而给了一明纳,免得〔那人〕说 他是母亲用钱袋生出的第一个孩子; 但尼凯拉托斯之子尼基阿斯却给了四明纳; 而他究竟为何给出此数,尽管我心知肚明, 却绝不透露;因为那人是我的朋友,且在我看来他深谙明哲保身。”
ὁ δʼ ὑπʼ Εὐπόλιδος κωμῳδούμενος ἐν τῷ Μαρικᾷ παράγων τινὰ τῶν ἀπραγμόνων καὶ πενήτων λέγει· "Α. πόσου χρόνου γὰρ συγγεγένησαι Νικίᾳ; Β. οὐδʼ εἶδον, εἰ μὴ ἔναγχος ἑστῶτʼ ἐν ἀγορᾷ. Α. ἁνὴρ ὁμολογεῖ Νικίαν ἑορακέναι. καίτοι τί μαθὼν ἂν εἶδεν, εἰ μὴ προὐδίδου;3 Γ. ἠκούσατʼ, ὦ ξυνήλικες, ἐπʼ αὐτοφώρῳ Νικίαν εἰλημμένον. Β. ὑμεῖς γάρ, ὦ φρενοβλαβεῖς, λάβοιτʼ ἂν ἄνδρʼ ἄριστον ἐν κακῷ τινι;"
在欧波利斯的《玛丽卡斯》中被讽刺的人物带上一名安分守己的穷人,说道: “A: 你同尼基阿斯相会,究竟距今多久了? B: 我连见都没见过他,除了不久前见他站在市场上。 A: 这人招认见过尼基阿斯了! 然而,若非密谋叛国,他又何故去见他? C: 同辈们,你们听见了吗, 尼基阿斯已被当场捕获! B: 难道你们这些疯子, 能在任何罪行中抓到这位最卓越之人?”
ὁ δʼ Ἀριστοφάνους Κλέων ἀπειλῶν λέγει· "λαρυγγιῶ τοὺς ῥήτορας καὶ Νικίαν ταράξω." ὑποδηλοῖ δὲ καὶ Φρύνιχος τὸ ἀθαρσὲς αὐτοῦ καὶ καταπεπληγμένον ἐν τούτοις· "ἦν γὰρ πολίτης ἀγαθός, ὡς εὖ οἶδʼ ἐγώ, κοὐχ ὑποταγεὶς ἐβάδιζεν, ὥσπερ Νικίας."
阿里斯托芬笔下的克里昂亦恐吓道: “我定要扼住演说家们的喉咙,教尼基阿斯心惊胆战。” 弗律尼科斯亦在以下诗行中暗示了他的怯弱与惶骇: “因为他曾是一位良民,对此我深知, 绝不似尼基阿斯那般卑躬屈膝地低头走路。”
- 4.1τῶν ἐκπεπληγμένων τὰ δαιμόνια
作为 σφόδρα γὰρ ἦν 之后的表语性部分属格(partitive genitive)。ἐκπλήττω 的被动完成分词 ἐκπεπληγμένος 表示惊惧、骇然的状态,并直接支配宾格 τὰ δαιμόνια 作为其敬畏与恐慌的对象(即“极其畏惧神明之人”)。
- 4.3πρόσοδος ἦν αὐτοῦ τοῖς τε πονηροῖς ἡ δειλία
αὐτοῦ 作为所有属格或主格性属格,修饰主语 ἡ δειλία(以及与之并列的 ἡ φιλανθρωπία)。全句的主语为 ἡ δειλία,表语名词为 πρόσοδος,与格 τοῖς πονηροῖς 为利益与格,结构为“他的胆怯成了恶徒们的财源”。
- 4.5τί μαθὼν ἂν εἶδεν, εἰ μὴ προὐδίδου;
分词短语 τί μαθών 为固定习语,意为“何故”、“出于何种动机”。此处与过去非真实条件从句 εἰ μὴ προὐδίδου(未完成过去直陈式)以及主句中的 ἄν + 不定过去直陈式 εἶδεν 构成与过去事实相反的虚拟/反实陈述,形成强烈的反诘:“如果不是密谋叛国,他又是出于何种动机才去见他的呢?”
