- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg038.humanitext-grc2:3.1-3.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
与凭借德才服人的伯里克利不同,尼基阿斯通过在赞助合唱队及各项公共事务上的巨额投入赢取民心,并在出使提洛岛时以架设浮桥等极其壮丽的排场完成了对神明的奉献。
Περικλῆς μὲν οὖν ἀπό τε ἀρετῆς ἀληθινῆς καὶ λόγου δυνάμεως τὴν πόλιν ἄγων οὐδενὸς ἐδεῖτο σχηματισμοῦ πρὸς τὸν ὄχλον οὐδὲ πιθανότητος, Νικίας δὲ τούτοις μὲν λειπόμενος, οὐσίᾳ δὲ προέχων, ἀπʼ αὐτῆς ἐδημαγώγει.
伯里克利凭借真实的德性与雄辩的才干引领城邦,因而对大众既不需要任何做作的姿态,也不需要逢迎取悦;尼基阿斯在这些方面有所逊色,但在财产上占优,便以此来笼络人心。
καὶ τῇ Κλέωνος εὐχερείᾳ καὶ βωμολοχίᾳ1 πρὸς ἡδονὴν μεταχειριζομένῃ τοὺς Ἀθηναίους διὰ τῶν ὁμοίων ἀντιπαρεξάγειν ἀπίθανος ὤν, χορηγίαις ἀνελάμβανε καὶ γυμνασιαρχίαις ἑτέραις τε τοιαύταις φιλοτιμίαις τὸν δῆμον, ὑπερβαλλόμενος πολυτελείᾳ καὶ χάριτι τοὺς πρὸ ἑαυτοῦ καὶ καθʼ ἑαυτὸν ἅπαντας.
克里昂以其鲁莽与粗鄙迎合雅典人的喜好来操弄他们,而尼基阿斯无法以同样的手段与之相争,便通过出资承担合唱队、运动会主办官以及其他类似的公益捐输来收买民众之心,在奢华与风雅方面超越了前代及当世的所有人。
εἱστήκει δὲ καὶ τῶν ἀναθημάτων αὐτοῦ καθʼ ἡμᾶς τό τε Παλλάδιον ἐν ἀκροπόλει, τὴν χρύσωσιν ἀποβεβληκός, καὶ ὁ τοῖς χορηγικοῖς τρίποσιν ὑποκείμενος ἐν Διονύσου νεώς· ἐνίκησε γὰρ πολλάκις χορηγήσας, ἐλείφθη δὲ οὐδέποτε. λέγεται δʼ ἔν τινι χορηγίᾳ παρελθεῖν οἰκέτης αὐτοῦ κεκοσμημένος εἰς σχῆμα Διονύσου, κάλλιστος ὀφθῆναι καὶ μέγιστος, οὔπω γενειῶν· ἡσθέντων δὲ τῶν Ἀθηναίων τῇ ὄψει καὶ κροτούντων ἐπὶ πολὺν χρόνον, ἀναστὰς ὁ Νικίας εἶπεν ὡς οὐχ ὅσιον ἡγοῖτο δουλεύειν καταπεφημισμένον θεῷ σῶμα, καὶ τὸν νεανίσκον ἀπηλευθέρωσε.
在他的奉献品中,在我们这个时代矗立着的,既有卫城上那尊已经失去镀金的帕拉斯神像,也有狄奥尼索斯圣域内承托合唱竞赛三脚鼎的小神殿;因为他多次担任合唱队赞助人并屡屡获胜,从未落败。据说在某次担任赞助人时,他的一名家奴扮作狄奥尼索斯的模样登场,此人相貌俊美至极,身形高大,且尚未生须;雅典人见其容貌大为欢喜,报以经久不息的掌声,尼基阿斯遂起身宣称,他认为让一个已献给神明的身躯沦为奴隶是不虔诚的,于是当场释放了这名青年。
μνημονεύεται δʼ αὐτοῦ καὶ τὰ περὶ Δῆλον ὡς λαμπρὰ καὶ θεοπρεπῆ φιλοτιμήματα. τῶν γὰρ χορῶν, οὓς αἱ πόλεις ἔπεμπον ᾀσομένους τῷ θεῷ, προσπλεόντων μὲν ὡς ἔτυχεν, εὐθὺς δʼ ὄχλου πρὸς τὴν ναῦν ἀπαντῶντος ᾄδειν κελευομένων2 κατʼ οὐδένα κόσμον, ἀλλʼ ὑπὸ σπουδῆς ἀσυντάκτως ἀποβαινόντων ἅμα καὶ στεφανουμένων καὶ μεταμφιεννυμένων, ἐκεῖνος, ὅτε τὴν θεωρίαν ἦγεν, αὐτὸς μὲν εἰς Ῥήνειαν ἀπέβη τὸν χορὸν ἔχων καὶ τὰ ἱερεῖα καὶ τὴν ἄλλην παρασκευήν, ζεῦγμα δὲ πεποιημένον Ἀθήνησι πρὸς τὰ μέτρα καὶ κεκοσμημένον ἐκπρεπῶς χρυσώσεσι καὶ βαφαῖς καὶ στεφάνοις καὶ αὐλαίαις κομίζων, διὰ νυκτὸς ἐγεφύρωσε τὸν μεταξὺ Ῥηνείας καὶ Δήλου πόρον οὐκ ὄντα μέγαν· εἶθʼ ἅμα ἡμέρᾳ τήν τε πομπὴν τῷ θεῷ καὶ τὸν χορὸν ἄγων κεκοσμημένον πολυτελῶς καὶ ᾄδοντα διὰ τῆς γεφύρας ἀπεβίβαζε.
他在提洛岛的举措也被作为辉煌而契合神圣的慷慨义举为人铭记。原来,各城邦派遣来为神明献唱的合唱队,往常都是随意泊岸,一见人群在船边迎候便被要求唱起歌来,毫无整肃,只是慌忙混乱地一边下船,一边戴上花冠、换上服饰;而他在率领神圣使团时,自己先带着合唱队、祭牲及其他备办之物在勒奈亚岛登陆,并运来预先在雅典依照尺寸造成、以金箔、彩绘、花环和帷幔精美装饰的浮桥,在夜间架设于勒奈亚与提洛之间那道并不宽阔的海峡之上;黎明时分,他便带领向神明致敬的队列,让装饰奢华、一路歌唱的合唱队经由桥梁踏上提洛岛。
μετὰ δὲ τὴν θυσίαν καὶ τὸν ἀγῶνα καὶ τὰς ἑστιάσεις τόν τε φοίνικα τὸν χαλκοῦν ἔστησεν ἀνάθημα τῷ θεῷ, καὶ χωρίον μυρίων δραχμῶν πριάμενος καθιέρωσεν, οὗ τὰς προσόδους ἔδει Δηλίους καταθύοντας ἑστιᾶσθαι,3 πολλὰ καὶ ἀγαθὰ Νικίᾳ παρὰ τῶν θεῶν αἰτουμένους· καὶ γὰρ τοῦτο τῇ στήλῃ ἐνέγραψεν, ἣν ὥσπερ φύλακα τῆς δωρεᾶς ἐν Δήλῳ κατέλιπεν. ὁ δὲ φοῖνιξ ἐκεῖνος ὑπὸ τῶν πνευμάτων ἀποκλασθεὶς ἐνέπεσε τῷ Ναξίων ἀνδριάντι τῷ μεγάλῳ καὶ ἀνέτρεψε.
在献祭、竞赛和筵宴之后,他将一株青铜棕榈树立为献给神明的供物,并花费一万德拉克马购得一块地产予以奉献,规定提洛人须以此地产的收益举行祭献并设宴聚餐,同时为尼基阿斯向神明祈求诸多福祉;因为他确实将此条文镌刻在一块留在提洛岛、宛如这项赠礼之守护者的石碑上。然而,那株棕榈树被大风折断,砸在了纳克索斯人奉献的巨大立像上,并将之撞倒。
- 3.2τῇ Κλέωνος εὐχερείᾳ καὶ βωμολοχίᾳ
作为复合不定式 ἀντιπαρεξάγειν(“率军对抗”,引申为“相抗衡”)的与格补足语,表示抗衡的对象。整个句子骨干为:ἀπίθανος ὤν(不适于/缺乏说服力)支配补足不定式 ἀντιπαρεξάγειν,介词短语 διὰ τῶν ὁμοίων(“以同样的手段”)表示相抗的方式。
- 3.4τῶν γὰρ χορῶν, οὓς αἱ πόλεις ἔπεμπον ᾀσομένους τῷ θεῷ, προσπλεόντων μὲν ὡς ἔτυχεν, εὐθὺς δʼ ὄχλου πρὸς τὴν ναῦν ἀπαντῶντος ᾄδειν κελευομένων
这是一个以 τῶν χορῶν(各合唱队)为主干的复杂属格独立结构。句中插入了关系从句 οὓς αἱ πόλεις ἔπεμπον...,并由多个分词(προσπλεόντων、κελευομένων,以及后文的 ἀποβαινόντων... στεφανουμένων... μεταμφιεννυμένων)并列修饰;其中还嵌套了另一个时间性的属格独立结构(ὄχλου... ἀπαντῶντος)。
- 3.6οὗ τὰς προσόδους ἔδει Δηλίους καταθύοντας ἑστιᾶσθαι
关系代词 οὗ 为先行词 χωρίον(土地)的所属属格,修饰 τὰς προσόδους(“该地的收益”)。无人称动词 ἔδει 支配宾格主语 Δηλίους 与中间态不定式 ἑστιᾶσθαι(“设宴聚餐”),分词 καταθύοντας 则与 Δηλίους 保持性数格一致,并以 τὰς προσόδους 为宾语(“将收益用于献祭”),表示伴随情状或方式。
