← 普鲁塔克

尼西阿斯传

§2.1-2.4

尼基阿斯的品性与领导地位的确立

本段引用亚里士多德的记载,叙述雅典三位善待民众的杰出人物之一尼基阿斯的崛起,并指出他在伯里克利死后因兼具权贵护持与民心所向,凭借谨慎畏缩却显平易的性情获得了领导地位。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1

ἔνεστιν οὖν περὶ Νικίου πρῶτον εἰπεῖν ὃ γέγραφεν Ἀριστοτέλης, ὅτι τρεῖς ἐγένοντο βέλτιστοι τῶν πολιτῶν καὶ πατρικὴν ἔχοντες εὔνοιαν καὶ φιλίαν πρὸς τὸν δῆμον, Νικίας ὁ Νικηράτου καὶ Θουκυδίδης ὁ Μελησίου καὶ Θηραμένης ὁ Ἅγνωνος, ἧττον δὲ οὗτος ἢ ἐκεῖνοι· καὶ γὰρ εἰς δυσγένειαν ὡς ξένος ἐκ Κέω λελοιδόρηται, καὶ διὰ τὸ μὴ μόνιμον, ἀλλʼ ἐπαμφοτερίζον ἀεὶ τῇ προαιρέσει τῆς πολιτείας ἐπεκλήθη Κόθορνος.

因此,关于尼基阿斯,首先可以引用亚里士多德的记载:公民中最优秀、且对民众怀有祖传好意与亲爱之情的共有三人——尼凯拉托斯之子尼基阿斯、梅勒西亚斯之子修昔底德以及哈格农之子塞拉麦涅斯。不过塞拉麦涅斯逊于前两人;因为他因被指为来自凯奥斯岛的异邦人而遭辱骂为出身卑贱,又因其政治抉择反复无常、脚踩两只船,而得到了“长靴”的外号。

§2.2

ἐκείνων δὲ πρεσβύτερος μὲν ὁ Θουκυδίδης ἦν, καὶ πολλὰ καὶ Περικλεῖ δημαγωγοῦντι τῶν καλῶν καὶ ἀγαθῶν προϊστάμενος ἀντεπολιτεύσατο, νεώτερος δὲ Νικίας γενόμενος ἦν μὲν ἔν τινι λόγῳ καὶ Περικλέους ζῶντος, ὥστε κἀκείνῳ συστρατηγῆσαι καὶ καθʼ αὑτὸν ἄρξαι πολλάκις, Περικλέους δʼ ἀποθανόντος εὐθὺς εἰς τὸ πρωτεύειν προήχθη, μάλιστα μὲν ὑπὸ τῶν πλουσίων καὶ γνωρίμων, ἀντίταγμα ποιουμένων αὐτὸν πρὸς τὴν Κλέωνος βδελυρίαν καὶ τόλμαν, οὐ μὴν ἀλλὰ καὶ τὸν δῆμον εἶχεν εὔνουν καὶ συμφιλοτιμούμενον.

在这些人中,修昔底德年纪较长,他代表贵族阶层出面,在伯里克利引导平民之时多次与他在政治上抗衡;尼基阿斯则较为年轻,在伯里克利在世时已颇有声望,以至于能与伯里克利共同担任将领,并且多次单独执掌统帅之职。伯里克利去世后,他立刻被推举到了首要地位,这主要是由富人与显贵们促成的,他们将他树立起来,作为抵御克里昂的卑鄙与狂妄的一道屏障;不仅如此,民众也对他心怀善意,并乐于支持他的荣誉。

§2.3

ἴσχυε μὲν γὰρ ὁ Κλέων μέγα γερονταγωγῶν κἀναμισθαρνεῖν διδούς,1 ὅμως δὲ καὶ τὴν πλεονεξίαν αὐτοῦ καὶ τὴν ἰταμότητα καὶ τὸ θράσος ὁρῶντες αὐτοὶ οἷς πρὸς χάριν ἔπραττεν, οἱ πολλοὶ τὸν Νικίαν ἐπήγοντο. καὶ γὰρ οὐκ ἦν αὐστηρὸν οὐδʼ ἐπαχθὲς ἄγαν αὐτοῦ τὸ σεμνόν, ἀλλʼ εὐλαβείᾳ τινὶ μεμιγμένον αὐτῷ τῷ δεδιέναι δοκοῦντι τοὺς πολλοὺς δημαγωγοῦν.2

因为克里昂虽然“照管着老翁们并让他们重食薪俸”,从而拥有极大的势力,但民众本身——即他百般奉承的那些人——见到了他的贪婪、蛮横与傲慢,仍然迎奉了尼基阿斯。实际上,尼基阿斯所展现的威严既不严厉也不过分沉重,而是掺杂着某种谨慎,恰恰凭借着显得对民众有所畏惧这一副姿态赢得了民心。

§2.4

τῇ φύσει γὰρ ὢν ἀθαρσὴς καὶ δύσελπις, ἐν μὲν τοῖς πολεμικοῖς ἀπέκρυπτεν εὐτυχίᾳ τὴν δειλίαν· κατώρθου γὰρ ὁμαλῶς στρατηγῶν· τὸ δʼ ἐν τῇ πολιτείᾳ ψοφοδεὲς καὶ πρὸς τοὺς συκοφάντας εὐθορύβητον αὐτοῦ καὶ δημοτικὸν ἐδόκει, καὶ δύναμιν οὐ μικρὰν ἀπʼ εὐνοίας τοῦ δήμου παρεῖχε τῷ δεδιέναι τοὺς ὑπερορῶντας, αὔξειν δὲ τοὺς δεδιότας.3 τοῖς γὰρ πολλοῖς τιμὴ μεγίστη παρὰ τῶν μειζόνων τὸ μὴ καταφρονεῖσθαι.

由于他在天性上胆怯而易于悲观,在战事中他以运气掩盖了自己的怯懦——因为他为将时始终捷报频传;而在城邦政务中,他遇风吹草动即生惊惧的胆怯以及面对诬告者时的慌张动摇,反被视作亲平民的作风,并借由民众的好意为他带来了不小的权柄,因为民众往往畏惧那些蔑视他们的人,却乐于抬举那些畏惧他们的人。对大众而言,来自地位更高者最大的尊重莫过于不被鄙视。

语法注3 条
  1. 2.3γερονταγωγῶν κἀναμισθαρνεῖν διδούς

    引自佚名古喜剧诗人的诗句(参阿里斯托芬《骑士》第1099行)。分词 γερονταγωγῶν(诱导老者)与 διδούς(给予)作主语克里昂的修饰语,讽刺克里昂通过发放陪审津贴等手段讨好民众中的老年人。

  2. 2.3αὐτῷ τῷ δεδιέναι δοκοῦντι τοὺς πολλοὺς δημαγωγοῦν

    δημαγωγοῦν 为中性单数现在分词,与主语 τὸ σεμνόν(他的威严)在性数格上保持一致。αὐτῷ τῷ δεδιέναι δοκοῦντι 为表示手段或方式的与格结构(“恰恰凭借显露出畏惧这副姿态”),指出其貌似畏惧民众的表象本身就成了取悦、引导民众(δημαγωγοῦν)的手段。

  3. 2.4τῷ δεδιέναι τοὺς ὑπερορῶντας, αὔξειν δὲ τοὺς δεδιότας

    带定冠词的与格不定词短语 τῷ δεδιέναι ... αὔξειν δέ 表原因(“因其畏惧……而抬举……”)。不定词在意义上的主语是承前省略的民众(ὁ δῆμος / οἱ πολλοί);处于对比中的两个分词宾格 τοὺς ὑπερορῶντας(蔑视他们的人)与 τοὺς δεδιότας(畏惧他们的人)分别作两个不定词的宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg038.humanitext-grc2:2.1-2.4