← 普鲁塔克

尼西阿斯传

§29.1-29.3

采石场的雅典战俘与欧里庇得斯的救济

普鲁塔克记述了雅典战俘在采石场的悲惨遭遇,并叙述了幸存者凭借庄重举止以及背诵教授欧里庇得斯的诗歌而重获自由、保全性命的轶事。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§29.1

τῶν δʼ Ἀθηναίων οἱ μὲν πλεῖστοι διεφθάρησαν ἐν ταῖς λατομίαις ὑπὸ νόσου καὶ διαίτης πονηρᾶς, εἰς ἡμέραν ἑκάστην κοτύλας δύο κριθῶν λαμβάνοντες καὶ μίαν ὕδατος, οὐκ ὀλίγοι δʼ ἐπράθησαν διακλαπέντες ἢ καὶ διαλαθόντες ὡς οἰκέται.1 καὶ τούτους ὡς οἰκέτας ἐπώλουν, στίζοντες ἵππον εἰς τὸ μέτωπον· ἀλλʼ ἦσαν οἱ καὶ τοῦτο πρὸς τῷ δουλεύειν ὑπομένοντες.

雅典人中绝大多数由于疾病和粗劣的伙食在采石场中丧生,他们每天仅能领到两科图勒大麦和一科图勒水;但也有不少人被偷偷运走或伪装成奴仆瞒过耳目而被变卖为奴。这些人也被当作奴隶贩卖,额头上被烙上马印;然而有些人在沦为奴隶之外甚至忍受了这种折磨。

§29.2

ἐβοήθει δὲ καὶ τούτοις ἥ τʼ αἰδὼς καὶ τὸ κόσμιον· ἢ γὰρ ἠλευθεροῦντο ταχέως ἢ τιμώμενοι παρέμενον τοῖς κεκτημένοις. ἔνιοι δὲ καὶ διʼ Εὐριπίδην ἐσώθησαν. μάλιστα γάρ, ὡς ἔοικε, τῶν ἐκτὸς Ἑλλήνων ἐπόθησαν αὐτοῦ τὴν μοῦσαν οἱ περὶ Σικελίαν· καὶ μικρὰ τῶν ἀφικνουμένων ἑκάστοτε δείγματα καὶ γεύματα κομιζόντων ἐκμανθάνοντες ἀγαπητῶς μετεδίδοσαν ἀλλήλοις.

不过,他们的羞耻心与庄重举止也帮助了他们;因为他们要么很快获得自由,要么受到主人的敬重而留在其身旁。甚至还有一些人是因欧里庇得斯的缘故而获救。因为看来西西里周围的人在本土之外的希腊人中最热切渴望他的诗作;每次有来访者带来他诗歌的些许样本与供品尝的点滴,他们便用心记诵,欣然彼此传授。

§29.3

τότε γοῦν φασι τῶν σωθέντων οἴκαδε συχνοὺς ἀσπάσασθαι τὸν Εὐριπίδην φιλοφρόνως, καὶ διηγεῖσθαι τοὺς μέν, ὅτι2 δουλεύοντες ἀφείθησαν ἐκδιδάξαντες ὅσα τῶν ἐκείνου ποιημάτων ἐμέμνηντο, τοὺς δʼ, ὅτι πλανώμενοι μετὰ τὴν μάχην τροφῆς καὶ ὕδατος μετέλαβον τῶν μελῶν ᾄσαντες. οὐ δεῖ δὴ θαυμάζειν ὅτι τοὺς Καυνίους φασὶ πλοίου προσφερομένου τοῖς λιμέσιν ὑπὸ λῃστρίδων διωκομένου μὴ δέχεσθαι τὸ πρῶτον, ἀλλʼ ἀπείργειν, εἶτα μέντοι διαπυνθανομένους εἰ γινώσκουσιν ᾄσματα τῶν Εὐριπίδου, φησάντων ἐκείνων,3 οὕτω παρεῖναι καὶ καταγαγεῖν τὸ πλοῖον.

据说当时不少平安归国的人热情地问候欧里庇得斯并向他讲述:有的说自己在做奴隶时,因将所能记住的他的诗作全数倾囊相授而获释;有的说在战斗后四处彷徨时,因唱出他的抒情歌曲而得到了食物和水。因此,人们传说的关于考诺斯人的事迹也就不足为奇了:当一艘被海盗船追赶的船只驶向他们的港口时,起初他们拒绝接纳并加以驱离,但后来打听他们是否懂得欧里庇得斯的诗歌,在船上的人给出肯定答复后,才允许船只进港靠岸。

语法注3 条
  1. 29.1διακλαπέντες ἢ καὶ διαλαθόντες ὡς οἰκέται

    并列的两个分词:受动分词 διακλαπέντες(被看守或商人私自盗走偷运以牟利)与主动分词 διαλαθόντες ὡς οἰκέται(伪装成仆从奴隶以避开耳目)。此句在逻辑上引出后文“他们被当作奴隶贩卖并烙印”的说明。

  2. 29.3ἀσπάσασθαι τὸν Εὐριπίδην φιλοφρόνως, καὶ διηγεῖσθαι τοὺς μέν, ὅτι ... τοὺς δʼ, ὅτι

    由动词 φασί 所统辖的带不定式结构(不定式为 ἀσπάσασθαι 和 διηγεῖσθαι)中,作主语的宾格 συχνούς(许多人)被部分同位语(partitive apposition)τοὺς μέν ... τοὺς δέ 细分,两者均保持宾格并分别引出 ὅτι 从句。

  3. 29.3διαπυνθανομένους εἰ γινώσκουσιν ᾄσματα τῶν Εὐριπίδου, φησάντων ἐκείνων

    宾格分词 διαπυνθανομένους 与不定式 παρεῖναι 及 καταγαγεῖν 的逻辑主语 τοὺς Καυνίους 一致;而后半句的 φησάντων ἐκείνων 则是独立属格结构,其中的代词 ἐκείνων 指的是被追赶船上的人员,而非考诺斯人。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg038.humanitext-grc2:29.1-29.3