- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg038.humanitext-grc2:28.1-28.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙拉古公民大会决议变卖雅典盟友为奴、囚禁雅典战俘并处决将领,劝请宽大处理的赫尔谟克拉底与吉利普斯遭到辱骂;随后普鲁塔克记述了关于两位主将死因的异说以及叙拉古留存的尼基阿斯之盾。
ἐκκλησίας δὲ πανδήμου Συρακουσίων καὶ τῶν συμμάχων γενομένης, Εὐρυκλῆς ὁ δημαγωγὸς ἔγραψε πρῶτον μὲν τὴν ἡμέραν ἐν ᾗ τὸν Νικίαν ἔλαβον, ἱερὰν ἔχειν, θύοντας καὶ σχολάζοντας ἔργων, Ἀσιναρίαν τὴν ἑορτὴν ἀπὸ τοῦ ποταμοῦ καλοῦντας· ἡμέρα δʼ ἦν τετρὰς φθίνοντος τοῦ Καρνείου μηνός, ὃν Ἀθηναῖοι Μεταγειτνιῶνα προσαγορεύουσι.
当叙拉古人及其盟友举行全体公民大会时,民众领袖欧律克勒斯提议:首先,将俘获尼基阿斯的那一天定为圣日,停工献祭,并依那条河之名将该节日称为“阿西纳利亚节”;这一天是雅典人称为墨塔盖特尼昂月的卡尔内奥斯月末前第四日。
τῶν δʼ Ἀθηναίων τοὺς μὲν οἰκέτας ἀποδόσθαι1 καὶ τοὺς ἄλλους συμμάχους, αὐτοὺς δὲ καὶ τοὺς ἀπὸ Σικελίας φρουρεῖν ἐμβαλόντας εἰς τὰς λατομίας, πλὴν τῶν στρατηγῶν, ἐκείνους δὲ ἀποκτεῖναι. ταῦτα προσδεχομένων τῶν Συρακουσίων, Ἑρμοκράτης μὲν εἰπὼν ὅτι τοῦ νικᾶν κρεῖττόν ἐστι τὸ καλῶς χρῆσθαι τῇ νίκῃ, οὐ μετρίως ἐθορυβήθη, Γύλιππον δὲ τοὺς στρατηγοὺς τῶν Ἀθηναίων ἐξαιτούμενον ζῶντας ἀγαγεῖν Λακεδαιμονίοις ὑβρίζοντες ἤδη τοῖς εὐτυχήμασιν οἱ Συρακούσιοι κακῶς ἔλεγον,2 ἄλλως τε καὶ παρὰ τὸν πόλεμον αὐτοῦ τὴν τραχύτητα καὶ τὸ Λακωνικὸν τῆς ἐπιστασίας οὐ ῥᾳδίως ἐνηνοχότες, ὡς δὲ Τίμαιός φησι, καὶ μικρολογίαν τινὰ καὶ πλεονεξίαν κατεγνωκότες, ἀρρώστημα πατρῷον, ἐφʼ ᾧ καὶ Κλεανδρίδης ὁ πατὴρ αὐτοῦ δώρων ἁλοὺς ἔφυγε, καὶ οὗτος αὐτός, ἀπὸ τῶν χιλίων ταλάντων ἃ Λύσανδρος ἔπεμψεν εἰς Σπάρτην ὑφελόμενος τριάκοντα καὶ κρύψας ὑπὸ τὸν ὄροφον τῆς οἰκίας, εἶτα μηνυθείς, αἴσχιστα πάντων ἐξέπεσεν. ἀλλὰ ταῦτα μὲν ἐν τῷ Λυσάνδρου βίῳ μᾶλλον διηκρίβωται.
其次,他提议将雅典人的奴仆及其他盟友变卖为奴,但雅典人本身以及来自西西里的人则应投入采石场关押看管,只有几位统帅除外,这些人应当处死。 正当叙拉古人准备接受这些提议时,赫尔谟克拉底发言说“善用胜利胜于赢得胜利”,却遭到了极大的喧闹与起哄;而当吉利普斯要求将雅典统帅生擒带回拉栖代梦人那里时,叙拉古人已被眼前的胜利冲昏头脑、傲慢无礼,对他破口大骂。这主要是因为在战争期间他们就难以忍受他的严苛粗暴以及斯巴达式的专断统治;而且正如提麦奥斯所说,他们还指责他具有某种吝啬与贪婪,这是其家族世代相传的恶疾:他的父亲克莱安德里达斯就曾因受贿罪被定罪而逃亡流放,而他本人也从吕山德送往斯巴达的一千塔兰同中私吞了三十塔兰同,藏于自家屋顶之下,随后被人告发,在最可耻的屈辱中被逐出城邦。但这些事情在《吕山德传》中已有更详尽的记载。
Δημοσθένην δὲ καὶ Νικίαν ἀποθανεῖν Τίμαιος οὔ φησιν ὑπὸ Συρακουσίων κελευσθέντας, ὡς Φίλιστος ἔγραψε καὶ Θουκυδίδης, ἀλλʼ Ἑρμοκράτους πέμψαντος, ἔτι τῆς ἐκκλησίας συνεστώσης, καὶ διʼ ἑνὸς τῶν φυλάκων παρέντων αὐτοὺς διʼ αὑτῶν ἀποθανεῖν·3 τὰ μέντοι σώματα πρὸς ταῖς πύλαις ἐκβληθέντα κεῖσθαι φανερὰ τοῖς δεομένοις τοῦ θεάματος.
关于德摩斯梯尼和尼基阿斯的死,提麦奥斯否认他们如菲利斯托斯和修昔底德所记载的那样是奉叙拉古人之命被处决的,而是声称在公民大会仍在进行之际,赫尔谟克拉底派人前往,在一名守卫的放任协助下,让他们自行了断;然而两人的尸首被弃置在城门旁,公开展览给任何想看这番景象的人。
πυνθάνομαι δὲ μέχρι νῦν ἐν Συρακούσαις ἀσπίδα κειμένην πρὸς ἱερῷ δείκνυσθαι, Νικίου μὲν λεγομένην, χρυσοῦ δὲ καὶ πορφύρας εὖ πως πρὸς ἄλληλα μεμιγμένων διʼ ὑφῆς συγκεκροτημένην.
我听说直到今天在叙拉古的一座神庙旁仍陈列着一面盾牌供人观看,据说属于尼基阿斯,是用黄金与紫绒以某种精巧的方式相互编织而成的。
- 28.1Εὐρυκλῆς ὁ δημαγωγὸς ἔγραψε πρῶτον μὲν ... τῶν δʼ Ἀθηναίων ... ἀποδόσθαι
由 ἔγραψε(提出动议)引申出的间接引语结构,统领后续一系列不定式:ἔχειν、ἀποδόσθαι、φρουρεῖν 与 ἀποκτεῖναι。不定式的逻辑主语为叙拉古公民集体,逐项列举了大会决议的具体内容。
- 28.2Γύλιππον δὲ τοὺς στρατηγοὺς τῶν Ἀθηναίων ἐξαιτούμενον ζῶντας ἀγαγεῖν Λακεδαιμονίοις ὑβρίζοντες ἤδη τοῖς εὐτυχήμασιν οἱ Συρακούσιοι κακῶς ἔλεγον
该句与前文 Ἑρμοκράτης μὲν ... ἐθορυβήθη 形成对比。句首的宾格 Γύλιππον 实为后置动词短语 κακῶς ἔλεγον(辱骂、中伤)的直接宾语;分词 ἐξαιτούμενον... 修饰 Γύλιππον,而主格分词 ὑβρίζοντες 则修饰后置的主语 οἱ Συρακούσιοι,构成长距离倒装。
- 28.4παρέντων αὐτοὺς διʼ αὑτῶν ἀποθανεῖν
分词 παρέντων 构成属格独立结构(逻辑主语为守卫们或看管者复数),支配 παρίημι 的“宾格+不定式”结构(αὐτοὺς ... ἀποθανεῖν),意为“容许/放任他们自尽”。
