- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg038.humanitext-grc2:30.1-30.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
败讯通过理发店传入雅典,但因消息来源不明,理发师被当作造谣者惨遭酷刑,直到确切战报送达,人们才终于相信了尼基阿斯的预言已然成真。
Ἀθηναίοις δέ φασι τὴν συμφορὰν οὐχ ἥκιστα διὰ τὸν ἄγγελον ἄπιστον γενέσθαι. ξένος γάρ τις, ὡς ἔοικεν, ἀποβὰς εἰς Πειραιᾶ καὶ καθίσας ἐπὶ κουρεῖον, ὡς ἐγνωκότων ἤδη τῶν Ἀθηναίων1 λόγους ἐποιεῖτο περὶ τῶν γεγονότων. ὁ δὲ κουρεὺς ἀκούσας, πρὶν ἄλλους πυνθάνεσθαι, δρόμῳ συντείνας εἰς τὸ ἄστυ καὶ προσβαλὼν τοῖς ἄρχουσιν εὐθὺς κατʼ ἀγορὰν ἐνέβαλε τὸν λόγον. ἐκπλήξεως δὲ καὶ ταραχῆς, ὡς εἰκός, γενομένης, οἱ μὲν ἄρχοντες ἐκκλησίαν συναγαγόντες εἰσήγαγον τὸν ἄνθρωπον· ὡς δʼ ἐρωτώμενος παρʼ οὗ πύθοιτο σαφὲς οὐδὲν εἶχε φράζειν, δόξας λογοποιὸς εἶναι καὶ ταράττειν τὴν πόλιν, εἰς τὸν τροχὸν καταδεθεὶς ἐστρεβλοῦτο πολὺν χρόνον, ἕως ἐπῆλθον οἱ τὸ πᾶν κακόν, ὡς εἶχεν, ἀπαγγέλλοντες. οὕτω μόλις ὁ Νικίας ἐπιστεύθη παθὼν2 ἃ πολλάκις αὐτοῖς προεῖπεν.
据说对于雅典人而言,这场灾难之所以令人难以置信,很大程度上也是由于报信之人的缘故。看来是有个外邦人在比雷埃夫斯登陆后,坐进一家理发店里,以为雅典人早已知晓,便谈论起所发生的事情。理发师听到后,抢在其他人打听之前飞奔赶往城中,来到执政官们面前,随即在集市上散布了这则传言。不出所料,全城顿时陷入惊愕与混乱,执政官们于是召集公民大会,并将这个人带了进来;然而当被问及是从何处听闻时,他却说不出任何确凿的来源,因此被认定是个扰乱城邦的谣言捏造者,被绑在车轮上受了很长时间的酷刑,直到据实通报全部灾难的人们赶到。就这样,尼基阿斯最终遭遇了他曾屡次向他们预言的厄运一事,才好不容易被人们相信。
- 30.1ὡς ἐγνωκότων ἤδη τῶν Ἀθηναίων
带有 ὡς 的属格绝对结构,表示行为主体的视点或主观假设(“以为雅典人早已知晓”)。
- 30.2ὁ Νικίας ἐπιστεύθη παθών
人称构式(personal construction)。被动态动词 ἐπιστεύθη 以 ὁ Νικίας 为主语,后接主格分词 παθών 形成一致,相当于非人称的主谓复合结构(“人们相信尼基阿斯遭遇了……”)。
