- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg038.humanitext-grc2:27.1-27.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德摩斯梯尼所部被围投降后,尼基阿斯率军被逼至阿西纳罗斯河,在惨遭屠杀之际向吉利普斯乞降,叙拉古人最终取得了彻底的胜利并凯旋入城。
οὐ μὴν ἀλλʼ ὅ γε Νικίας ἐπειρᾶτο καὶ φωνῇ καὶ προσώπῳ καὶ δεξιώσει κρείττων ὁρᾶσθαι τῶν δεινῶν. καὶ παρὰ πᾶσάν γε τὴν πορείαν ἐφʼ ἡμέρας ὀκτὼ βαλλόμενος καὶ τραυματιζόμενος ὑπὸ τῶν πολεμίων ἀήττητον ἐφύλαττε τὴν σὺν αὐτῷ δύναμιν, ἄχρι οὗ Δημοσθένης ἑάλω καὶ τὸ μετʼ ἐκείνου στράτευμα, περὶ τὴν Πολυζήλειον αὐλὴν ἐν τῷ διαμάχεσθαι καὶ ὑπολείπεσθαι κυκλωθέν.1
然而,尼基阿斯至少仍努力在声音、面容与接人待物上表现得超然于灾祸之上。在整整八天的行军过程中,尽管遭受敌人的投掷攻击并负伤,他仍保全了所率部队未遭溃败,直到德摩斯梯尼及其所部军士在波吕泽洛斯庄园附近因奋战而落后并遭到合围被俘为止。
αὐτὸς δὲ Δημοσθένης σπασάμενος τὸ ξίφος ἔπληξε μὲν ἑαυτόν, οὐ μὴν ἀπέθανε, ταχὺ τῶν πολεμίων περισχόντων καὶ συλλαβόντων αὐτόν. ὡς δὲ τῷ Νικίᾳ προσελάσαντες ἔφραζον οἱ Συρακούσιοι καὶ πέμψας ἱππέας ἔγνω τὴν ἐκείνου τοῦ στρατεύματος ἅλωσιν, ἠξίου σπείσασθαι πρὸς τὸν Γύλιππον, ὅπως ἀφῶσι τοὺς Ἀθηναίους ἐκ Σικελίας ὅμηρα λαβόντες ὑπὲρ τῶν χρημάτων ὅσα Συρακουσίοις ἀνάλωτο πρὸς τὸν πόλεμον.
德摩斯梯尼本人拔剑自刺,但并未身亡,因敌人迅速将他包围并逮捕。 当叙拉古人骑马前来告知此事,且尼基阿斯派出骑兵探明那支军队确实被俘后,他请求与吉利普斯缔结条约,条件是他们为叙拉古人用于战争的所有军费收取人质后,允许雅典人离开西西里。
οἱ δʼ οὐ προσεῖχον, ἀλλὰ πρὸς ὕβριν καὶ μετʼ ὀργῆς ἀπειλοῦντες καὶ λοιδοροῦντες ἔβαλλον ἤδη πάντων ἐνδεῶς ἔχοντα τῶν ἀναγκαίων. οὐ μὴν ἀλλὰ καὶ τὴν νύκτα διεκαρτέρησε καὶ τὴν ἐπιοῦσαν ἡμέραν προῄει βαλλόμενος πρὸς τὸν Ἀσίναρον ποταμόν. ἐκεῖ δὲ τοὺς μὲν οἱ πολέμιοι συνενεγκόντες ἐνέσεισαν εἰς τὸ ῥεῖθρον, οἱ δὲ φθάνοντες ὑπὸ δίψους ἔρριπτον ἑαυτούς.
然而他们并不理睬,反而傲慢而愤怒地恐吓辱骂,向已缺乏一切必需之物的他投掷武器。尽管如此,尼基阿斯依然熬过了那一夜,并在次日顶着飞石箭矢向阿西纳罗斯河进发。在河边,敌人将一部分雅典人聚拢后推入急流,另一部分人则因极度口渴而争先恐后地跳入水中。
καὶ πλεῖστος ἐνταῦθα μόρος ἦν καὶ ὠμότατος ἐν τῷ ποταμῷ πινόντων ἅμα καὶ σφαττομένων, ἄχρι Νικίας Γυλίππῳ προσπεσὼν εἶπεν· ἔλεος ὑμᾶς, ὦ Γύλιππε, λαβέτω νικῶντας, ἐμοῦ μὲν μηδείς, ὃς ἐπὶ τηλικαύταις εὐτυχίαις ὄνομα καὶ δόξαν ἔσχον, τῶν δʼ ἄλλων Ἀθηναίων, ἐννοηθέντας2 ὅτι κοιναὶ μὲν αἱ τύχαι τοῦ πολέμου, μετρίως δʼ αὐταῖς καὶ πρᾴως ἐχρήσαντο ἐν οἷς εὐτύχουν Ἀθηναῖοι πρὸς ὑμᾶς.
在河中发生了规模最大、最残酷的屠杀,将士们一面饮水一面遭人宰割,直到尼基阿斯跪倒在吉利普斯面前说道: “吉利普斯啊,愿胜利的你们心存怜悯——对曾在那般巨大的幸运中享有声名与荣耀的我无须任何怜悯,但请怜悯其余的雅典人吧,请记住战争的命运对所有人都是相同的,且雅典人在得意之时对你们也是温和与宽厚的。”
τοιαῦτα τοῦ Νικίου λέγοντος ἔπαθε μέν τι καὶ πρὸς τὴν ὄψιν αὐτοῦ καὶ πρὸς τοὺς λόγους ὁ Γύλιππος· ᾔδει γὰρ τοὺς Λακεδαιμονίους εὖ πεπονθότας ὑπʼ αὐτοῦ περὶ τὰς γενομένας διαλύσεις· μέγα δʼ ἡγεῖτο πρὸς δόξαν εἰ ζῶντας ἀπαγάγοι τοὺς ἀντιστρατήγους. διὸ τόν τε Νικίαν ἀναλαβὼν ἐθάρρυνε καὶ τοὺς ἄλλους ζωγρεῖν παρήγγειλε. βραδέως δὲ τοῦ παραγγέλματος διϊκνουμένου πολλῷ τῶν φονευθέντων ἐλάττονες οἱ διασωθέντες ἐγένοντο· καίτοι πολλοὶ διεκλάπησαν ὑπὸ τῶν στρατιωτῶν.
尼基阿斯说完这番话,吉利普斯因他的容貌和言辞而有所动容;因为他知道在以往缔结和约之事上,拉栖代梦人曾受过尼基阿斯的厚恩;并且他认为若能将敌方统帅生擒带回,将极大地增添自己的荣耀。因此他扶起尼基阿斯并予以宽慰,下令对其他人留活口。但由于命令传达得过于迟缓,幸存者的人数远少于被屠杀者;尽管有许多人被敌方士兵私下拐带匿藏。
τοὺς δὲ φανερῶς ἑαλωκότας ἀθροίσαντες τὰ μὲν κάλλιστα καὶ μέγιστα δένδρα τῶν περὶ τὸν ποταμὸν ἀνέδησαν αἰχμαλώτοις πανοπλίαις, ἐστεφανωμένοι δὲ αὐτοὶ καὶ κοσμήσαντες τοὺς ἵππους διαπρεπῶς, κείραντες δὲ τοὺς τῶν πολεμίων3 εἰσήλαυνον εἰς τὴν πόλιν, ἀγῶνα λαμπρότατον ὧν Ἕλληνες πρὸς Ἕλληνας ἠγωνίσαντο καὶ νίκην τελεωτάτην κράτει πλείστῳ καὶ ῥώμῃ μεγίστῃ προθυμίας καὶ ἀρετῆς κατωρθωκότες.
他们将公开俘获的人集中起来,用俘获的整套盔甲挂满河边最美丽、最硕大的树木;叙拉古人自己头戴花冠,将坐骑装饰得绚丽夺目,又将敌人的坐骑剪去鬃毛,浩浩荡荡地开进城内;他们打赢了希腊人对抗希腊人中最辉煌的一场决战,并以最强大的力量以及热忱与卓越的最大气势,赢得了最彻底的胜利。
- 27.1περὶ τὴν Πολυζήλειον αὐλὴν ἐν τῷ διαμάχεσθαι καὶ ὑπολείπεσθαι κυκλωθέν
中性单数分词 κυκλωθέν 在语法上修饰紧接在前的中性名词短语 τὸ μετʼ ἐκείνου στράτευμα。虽然该分句的主语包括德摩斯梯尼及其部队两者,但分词从语法上与中性的部队一致,描述其在交战中落后并被包围的情状。
- 27.4ἔλεος ὑμᾶς, ὦ Γύλιππε, λαβέτω νικῶντας, ἐμοῦ μὲν μηδείς, ὃς ἐπὶ τηλικαύταις εὐτυχίαις ὄνομα καὶ δόξαν ἔσχον, τῶν δʼ ἄλλων Ἀθηναίων, ἐννοηθέντας
句子的核心骨架为 ἔλεος... λαβέτω ὑμᾶς(“愿怜悯临到你们”)。在 ἐμοῦ μὲν μηδείς 中省略了 [ἔλεος λαβέτω],ἐμοῦ 是依附于 ἔλεος 的宾格性属格,表示怜悯的对象;与之相对的 τῶν δʼ ἄλλων Ἀθηναίων 亦同属此类。分词 ἐννοηθέντας 为阳性宾格复数,在语法上修饰 λαβέτω 的宾语 ὑμᾶς(及 νικῶντας)。
- 27.6κείραντες δὲ τοὺς τῶν πολεμίων
在阳性宾格冠词 τοὺς 之后,承接前文 κοσμήσαντες τοὺς ἵππους 而省略了 ἵππους。“剪除敌人的马”指的是剪去被俘战马的鬃毛,以此羞辱敌人并展示战胜荣耀的习俗。
