- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg038.humanitext-grc2:26.1-26.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
尼基阿斯中了赫尔莫克拉特斯的缓兵之计而推迟夜撤,致使叙拉古人扼守各处险要,雅典军被迫在绝境与号泣中拔营行军。身患重病却仍为全军咬牙坚持的尼基阿斯令部下深感哀戚与绝望。
ὡρμημένων δʼ αὐτῶν ἀπαίρειν διὰ νυκτὸς οἱ μὲν περὶ τὸν Γύλιππον, ὁρῶντες ἐν θυσίαις καὶ πότοις τοὺς Συρακουσίους διά τε τὴν νίκην καὶ τὴν ἑορτὴν ὄντας, οὔτε πείσειν οὔτε βιάσεσθαι προσεδόκων ἀναστάντας ἤδη προσφέρεσθαι τοῖς πολεμίοις ἀπιοῦσιν, Ἑρμοκράτης δʼ αὐτὸς ἀφʼ ἑαυτοῦ συνθεὶς ἐπὶ τὸν Νικίαν ἀπάτην, ἔπεμψέ τινας τῶν ἑταίρων πρὸς αὐτόν, ἀπʼ ἐκείνων μὲν ἥκειν τῶν ἀνδρῶν φάσκοντας, οἳ καὶ πρότερον εἰώθεσαν κρύφα τῷ Νικίᾳ διαλέγεσθαι, παραινοῦντας δὲ μὴ πορεύεσθαι διὰ τῆς νυκτός, ὡς τῶν Συρακουσίων ἐνέδρας πεποιημένων αὐτοῖς καὶ προκατεχόντων τὰς παρόδους. τούτῳ δὲ καταστρατηγηθεὶς ὁ Νικίας ὑπέμενεν ἃ ψευδῶς ἔδεισεν ὑπὸ τῶν πολεμίων ἀληθῶς παθεῖν.1
当雅典人打算趁夜撤离时,吉利普斯等人见叙拉古人正因胜利和节日而沉浸于祭神与宴饮之中,料想既不能说服也不能强迫他们立即起身去袭击正在撤退的敌军。然而赫尔莫克拉特斯完全出于己意,针对尼基阿斯设下一条诡计,派遣了几名同伴前往他那里,谎称受那些此前惯常与尼基阿斯暗中联络之人所托,劝告他不要趁夜行军,因为叙拉古人已为他们设下埋伏并预先扼守了各处通路。尼基阿斯被这一计谋所蒙蔽而留了下来,结果反使自己真正遭受了他此前因受骗而恐惧从敌人那里招致的祸患。
προελθόντες γὰρ ἅμʼ ἡμέρα τὰς δυσχωρίας τῶν ὁδῶν κατέλαβον καὶ τὰς διαβάσεις τῶν ποταμῶν ἀπετείχισαν τάς τε γεφύρας ἀπέκοψαν, ἐν δὲ τοῖς ὁμαλοῖς καὶ πεδινοῖς τοὺς ἱππεῖς ἔταξαν, ὥστε μηδένα λελεῖφθαι τοῖς Ἀθηναίοις τόπον ἀμαχεὶ προελθεῖν. οἱ δὲ καὶ τὴν ἡμέραν ἐκείνην καὶ τὴν νύκτα τὴν ἑτέραν ἐπιμείναντες ἐπορεύοντο κλαυθμῷ καὶ ὀλοφυρμῷ, καθάπερ ἐκ πατρίδος, οὐ πολεμίας, ἀνιστάμενοι, διὰ τὰς ἀπορίας τῶν ἀναγκαίων καὶ τὰς ἀπολείψεις τῶν ἀδυνάτων φίλων καὶ συνήθων, ὅμως τὰ παρόντα κακὰ κουφότερα τῶν προσδοκωμένων νομίζοντες εἶναι.
因为敌人在黎明时分先行出发,占领了险要道路,筑垒封锁了河流渡口并拆毁了桥梁,又在平坦的平原上部署了骑兵,以至于雅典人没有任何可以不经战斗便能前行的通道。 雅典人在耽搁了那一整天以及接下来的那一夜之后,带着啼哭与哀号出发,仿佛不是离开敌国,而是被逐出祖国一般;这是因为缺乏必需之物,也是因为遗弃了无能为力的亲友与同袍;然而他们仍认为眼前的祸患比预想中的灾难要轻微一些。
πολλῶν δὲ δεινῶν ἐν τῷ στρατοπέδῳ φαινομένων, οὐδὲν ἦν οἰκτρότερον αὐτοῦ Νικίου θέαμα, κεκακωμένου μὲν ὑπὸ τῆς ἀσθενείας, συνεσταλμένου δὲ παρʼ ἀξίαν εἰς ἀναγκαίαν δίαιταν καὶ τὰ μικρότατα τῶν ἐφοδίων εἰς τὸ σῶμα πολλῶν διὰ τὴν νόσον δεόμενον, πράττοντος δὲ μετʼ ἀρρωστίας καὶ καρτεροῦντος ἃ πολλοὶ τῶν ἐρρωμένων μόλις ὑπέμενον, καταφανοῦς δὲ πᾶσιν ὄντος οὐ διʼ αὑτὸν οὐδὲ τῷ φιλοψυχεῖν τοῖς πόνοις ἐμμένοντος, ἀλλὰ διʼ ἐκείνους τὴν ἐλπίδα μὴ προϊεμένου.2
虽然军营中出现了许多惨不忍睹的景象,但没有哪一幕比尼基阿斯本人更令人心酸:他受重病折磨而虚弱不堪,被迫屈尊过着最粗陋的生活,而这具因疾病急需调养的躯体所分得的口粮却极少;他带着病弱之躯履行职责,坚忍承受着许多强壮之人也难以忍受的劳苦;人人都看得出,他坚持忍受劳苦并非为了自己,亦非出于贪生怕死,而是为了军中将士而不肯放弃希望。
καὶ γὰρ εἰς δάκρυα καὶ ὀδυρμοὺς τῶν ἄλλων ὑπὸ φόβου καὶ λύπης τρεπομένων, ἐκεῖνος, εἴ ποτε βιασθείη τοῦτο ποιῆσαι, δῆλος ἦν τὸ αἰσχρὸν καὶ τὸ ἀκλεὲς τῆς στρατείας ἀναλογιζόμενος πρὸς τὸ μέγεθος καὶ τὴν δόξαν ὧν ἤλπιζε κατορθώσειν.3
因为当其他人因恐惧和悲伤而陷入痛哭哀嚎之时,假若他也曾被迫落泪,显而易见那是因为他在将这场远征的耻辱与败名,与他曾指望成就之事的伟大与光辉相互比照。
οὐ μόνον δʼ αὐτοῦ τὴν ὄψιν ὁρῶντες, ἀλλὰ καὶ τῶν λόγων μνημονεύοντες καὶ τῶν παραινέσεων ἃς ἐποιήσατο κωλύων τὸν ἔκπλουν, ἔτι μᾶλλον ἐνόμιζον ἀναξίως ταλαιπωρεῖν· καὶ πρὸς τὰς ἐκ θεῶν ἐλπίδας ἀθύμως εἶχον, ἐννοοῦντες ὡς ἀνὴρ θεοφιλὴς καὶ πολλὰ καὶ μεγάλα λαμπρυνάμενος πρὸς τὸ θεῖον οὐδενὸς ἐπιεικεστέρᾳ τύχῃ χρῆται τῶν κακίστων ἐν τῷ στρατεύματι καὶ ταπεινοτάτων.
众人不仅看到他的容貌形骸,而且回想起他当初力阻出航时所说的话语与规劝,便愈发觉得他的苦难是不应得的;他们对来自神明的希望也感到灰心沮丧,深思这样一个敬神爱神、对神灵屡建丰功盛典之人,所遭遇的厄运竟丝毫不比军中最下贱卑微者温和半分。
- 26.2ὑπέμενεν ἃ ψευδῶς ἔδεισεν ὑπὸ τῶν πολεμίων ἀληθῶς παθεῖν
动词 ὑπέμενεν 支配不定式短语 [ἃ ψευδῶς ἔδεισεν ὑπὸ τῶν πολεμίων ἀληθῶς παθεῖν] 作为其宾语。关系代词 ἃ 同时兼任 ἔδεισεν 与 παθεῖν 的宾语,意为“(承受)他因受骗而恐惧从敌人处真正遭受的那些事”。副词 ψευδῶς(虚假地、因谎言而)与 ἀληθῶς(真实地、实际上)形成鲜明对照,突显了他因听信虚假警告反而招致真切灾祸的讽刺意味。
- 26.4καταφανοῦς δὲ πᾶσιν ὄντος οὐ διʼ αὑτὸν οὐδὲ τῷ φιλοψυχεῖν τοῖς πόνοις ἐμμένοντος, ἀλλὰ διʼ ἐκείνους τὴν ἐλπίδα μὴ προϊεμένου
在与前文分词并列修饰 αὐτοῦ Νικίου 的人称结构 καταφανοῦς ὄντος(对众人而言显而易见)之下,分词 ἐμμένοντος(坚持)与 μὴ προϊεμένου(不放弃)作为补充分词同取属格。介词短语 διʼ αὑτὸν(为了自己)与表示原因/方式的与格 τῷ φιλοψυχεῖν(因贪生)被否定,与后文的 ἀλλὰ διʼ ἐκείνους(而是为了将士们)构成整齐的对照。
- 26.5ὧν ἤλπιζε κατορθώσειν
关系代词 ὧν 受其省略的属格先行词(如 τούτων,附属于 πρὸς τὸ μέγεθος καὶ τὴν δόξαν)的吸引而呈现属格形式;按其在从句中作为不定式 κατορθώσειν 的宾语而言,原本应为宾格 ἃ。
