← 普鲁塔克

尼西阿斯传

§23.1-23.6

撤退前的月食与尼基阿斯推迟启航

雅典军正准备启航之际发生月食,迷信的尼基阿斯及其部众惊恐万状。尽管自然哲学家早已提出合理解释,且月食对隐蔽撤军实为吉兆,但由于缺乏明智的占卜师,尼基阿斯仍执意将撤军推迟整整一个周期。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§23.1

ὡς δʼ ἦν ἕτοιμα ταῦτα πάντα καὶ τῶν πολεμίων οὐδεὶς παρεφύλαττεν, ἅτε δὴ μὴ προσδοκώντων, ἐξέλιπεν ἡ σελήνη τῆς νυκτός, μέγα δέος τῷ Νικίᾳ καὶ τῶν ἄλλων τοῖς ὑπὸ ἀπειρίας ἢ δεισιδαιμονίας ἐκπεπληγμένοις τὰ τοιαῦτα. τοῦ μὲν γὰρ ἡλίου τὴν περὶ τὰς τριακάδας ἐπισκότησιν ἁμῶς γέ πως ἤδη συνεφρόνουν καὶ οἱ πολλοὶ γενομένην ὑπὸ τῆς σελήνης· αὐτὴν δὲ τὴν σελήνην, ᾧτινι συντυγχάνουσα καὶ πῶς1 αἰφνίδιον ἐκ πανσελήνου τὸ φῶς ἀπόλλυσι καὶ χρόας ἵησι παντοδαπάς, οὐ ῥᾴδιον ἦν καταλαβεῖν, ἀλλʼ ἀλλόκοτον ἡγοῦντο καὶ πρὸ συμφορῶν τινων μεγάλων ἐκ θεοῦ γινόμενον σημεῖον. ὁ γὰρ πρῶτος σαφέστατόν τε πάντων καὶ θαρραλεώτατον περὶ σελήνης καταυγασμῶν καὶ σκιᾶς λόγον εἰς γραφὴν καταθέμενος Ἀναξαγόρας οὔτʼ αὐτὸς ἦν παλαιὸς οὔτε ὁ λόγος ἔνδοξος, ἀλλʼ ἀπόρρητος ἔτι καὶ διʼ ὀλίγων καὶ μετʼ εὐλαβείας τινὸς ἢ πίστεως βαδίζων.

当这一切都准备就绪,敌人也全无戒备——因为他们毫无所料——之时,月亮在夜间发生了月食,这给尼基阿斯以及其他因缺乏经验或迷信而对此类现象惊惶失措的人带来了极大的恐慌。因为关于月末前后的日食,甚至连大众也多少已经明白这是由月亮所造成的;然而至于月亮本身究竟遭遇了什么,以及何以在满月之时突然丧失光芒并呈现出各种各样的颜色,却并不容易弄懂,人们反而认为这是异象,是出自神灵的、预示着某种重大灾祸的征兆。 因为阿那克萨哥拉虽是第一个将有关月亮的光照与阴影的最清晰、最无畏的论述写诸文字的人,但他本人既非古人,其论述亦非家喻户晓,而是仍然秘而不宣,仅在少数人之间、带着某种谨慎或保守机密的承诺流传。

§23.3

οὐ γὰρ ἠνείχοντο τοὺς φυσικοὺς καὶ μετεωρολέσχας τότε καλουμένους, ὡς εἰς αἰτίας ἀλόγους καὶ δυνάμεις ἀπρονοήτους καὶ κατηναγκασμένα πάθη διατρίβοντας τὸ θεῖον,2 ἀλλὰ καὶ Πρωταγόρας ἔφυγε, καὶ Ἀναξαγόραν εἱρχθέντα μόλις περιεποιήσατο Περικλῆς, καὶ Σωκράτης, οὐδὲν αὐτῷ τῶν γε τοιούτων προσῆκον, ὅμως ἀπώλετο διὰ φιλοσοφίαν.

因为当时的民众容不得自然哲学家以及那些被称为“空谈天象者”的人,认为他们把神圣之物消解为非理性的起因、无预谋的力量和必然的受动;不仅如此,普罗泰戈拉逃亡了,被囚禁的阿那克萨哥拉也是伯里克利勉强营救下来的,而苏格拉底虽与此类事物毫无瓜葛,却依然因哲学而丧命。

§23.4

ὀψὲ δʼ ἡ Πλάτωνος ἐκλάμψασα δόξα διὰ τὸν βίον τοῦ ἀνδρός, καὶ ὅτι ταῖς θείαις καὶ κυριωτέραις ἀρχαῖς ὑπέταξε τὰς φυσικὰς ἀνάγκας, ἀφεῖλε τὴν τῶν λόγων τούτων διαβολήν, καὶ τοῖς μαθήμασιν εἰς ἅπαντας ὁδὸν ἐνέδωκεν. ὁ γοῦν ἑταῖρος αὐτοῦ Δίων, καθʼ ὃν χρόνον ἔμελλεν ἄρας ἐκ Ζακύνθου πλεῖν ἐπὶ Διονύσιον, ἐκλιπούσης τῆς σελήνης, οὐδὲν διαταραχθεὶς ἀνήχθη, καὶ κατασχὼν ἐν Συρακούσαις ἐξέβαλε τὸν τύραννον.

然而后来,柏拉图的声誉因其为人处世的生活方式而大放光芒,又因他将自然的必然性置于神圣且更高层次的本原之下,从而消除了对这些学说的诋毁,并为这类学问在所有人之中普及铺平了道路。

§23.5

τῷ μέντοι Νικίᾳ συνηνέχθη τότε μηδὲ μάντιν ἔχειν ἔμπειρον· ὁ γὰρ συνήθης αὐτοῦ καὶ τὸ πολὺ τῆς δεισιδαιμονίας ἀφαιρῶν Στιλβίδης ἐτεθνήκει μικρὸν ἔμπροσθεν. ἐπεὶ τὸ σημεῖον, ὥς φησι Φιλόχορος, φεύγουσιν οὐκ ἦν πονηρόν, ἀλλὰ καὶ πάνυ χρηστόν· ἐπικρύψεως γὰρ αἱ σὺν φόβῳ πράξεις δέονται, τὸ δὲ φῶς πολέμιόν ἐστιν αὐταῖς.

无论如何,他的同道狄翁在正要率军从扎昆托斯启航讨伐狄奥尼修斯之时,适逢月食发生,他却丝毫不乱,毅然出海,在叙拉古靠岸并驱逐了僭主。 然而尼基阿斯在当时却偏偏连一个老练的占卜官都没有;因为与他熟识并常能消除他大半迷信的斯提尔比德斯不久前刚刚去世。其实正如菲洛科罗斯所言,这一征兆对于逃奔者而言并非凶兆,反而是极为有利的;因为伴随恐惧的行为需要隐蔽,而光芒正是其敌手。

§23.6

ἄλλως τε καὶ τῶν περὶ ἥλιον καὶ σελήνην ἐπὶ τρεῖς ἡμέρας ἐποιοῦντο φυλακήν,3 ὡς Αὐτοκλείδης διέγραψεν ἐν τοῖς ἐξηγητικοῖς· ὁ δὲ Νικίας ἄλλην ἔπεισε σελήνης ἀναμένειν περίοδον, ὥσπερ οὐκ εὐθὺς θεασάμενος αὐτὴν ἀποκαθαρθεῖσαν, ὅτε τὸν σκιερὸν τόπον καὶ ὑπὸ τῆς γῆς ἀντιφραττόμενον παρῆλθε.

况且,人们通常对有关太阳和月亮的现象保持三天的避忌观察,正如奥托克莱德斯在其解义著作中所载述的那样;可是尼基阿斯却劝说他们等待月亮的又一个完整周期,宛如他并没有亲眼目睹月亮在穿过受地球遮挡的阴影地带之后便立即恢复明净一般。

语法注3 条
  1. 23.2αὐτὴν δὲ τὴν σελήνην, ᾧτινι συντυγχάνουσα καὶ πῶς

    αὐτὴν δὲ τὴν σελήνην 采用了先取构文(prolepsis),置于句首以与前文的 τοῦ μὲν γὰρ ἡλίου τὴν ... ἐπισκότησιν 形成鲜明对照;在句法上,它可视为间接疑问从句(ᾧτινι συντυγχάνουσα καὶ πῶς...)主语的先取,或由后文的不定式 καταλαβεῖν 所支配的宾语。

  2. 23.3ὡς εἰς αἰτίας ἀλόγους καὶ δυνάμεις ἀπρονοήτους καὶ κατηναγκασμένα πάθη διατρίβοντας τὸ θεῖον

    虚词 ὡς 连同宾格分词 διατρίβοντας 构成了表达主观见解或指控理由的句式(“指责他们将……”)。动词 διατρίβω 在此处意为“消解、磨灭、降格”,指大众指责自然哲学家们将“神性”(τὸ θεῖον)分解还原为缺乏理性的物理起因、盲目的力量与必然的机械受动。

  3. 23.6ἐπὶ τρεῖς ἡμέρας ἐποιοῦντο φυλακήν

    φυλακή 在此处并非指军事上的“戒备巡逻”,而是指天象(日月食)发生后为辨明凶吉、避忌不祥而暂停行动的“宗教性禁忌/观察期”。中动相动词 ἐποιοῦντο 表示惯常履行的做法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg038.humanitext-grc2:23.1-23.6