← 普鲁塔克

尼西阿斯传

§24.1-24.4

欧律墨冬阵亡与决战前的舰队整编

尼基阿斯沉湎于占卜之际,叙拉古小船的挑衅引发了一场海战,雅典军队战败并失去了欧律墨冬。面对士兵们要求走陆路撤退的呼声,尼基阿斯等人竭力整编剩余战船准备决战。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§24.1

μικροῦ1 δὲ πάντων ἀφέμενος τῶν ἄλλων ἔθυέ τε καὶ διεμαντεύετο καθήμενος, ἕως ἐπῆλθον αὐτοῖς οἱ πολέμιοι, τῷ μὲν πεζῷ τὰ τείχη καὶ τὸ στρατόπεδον αὐτῶν πολιορκοῦντες, ταῖς δὲ ναυσὶ κύκλῳ τὸν λιμένα περιλαμβάνοντες, οὐκ αὐτοὶ μόνον ταῖς τριήρεσιν, ἀλλὰ καὶ τὰ παιδάρια πανταχόθεν ἐπιβαίνοντα τῶν ἁλιάδων καὶ ταῖς σκάφαις προσπλέοντα προὐκαλεῖτο τοὺς Ἀθηναίους καὶ προὐπηλάκιζεν.

尼基阿斯几乎抛下了所有别的事情,只是坐着献祭和占卜,直到敌人向他们逼近,陆军围攻他们的壁垒和营地,战船环绕封锁港口;不仅敌人自己驾驶着三列桨座战船,甚至连小男孩也从各处登上渔船,乘着轻舟划上前来向雅典人挑战并辱骂他们。

§24.2

ὧν ἕνα, παῖδα γνωρίμων γονέων, Ἡρακλείδην, προεξελάσαντα τῷ πλοίῳ ναῦς Ἀττικὴ διώκουσα κατελάμβανε. δείσας δὲ περὶ αὐτῷ Πόλλιχος ὁ θεῖος ἀντελαύνει δέκα τριήρεσιν ὧν ἦρχεν· οἱ δʼ ἄλλοι περὶ τοῦ Πολλίχου φοβηθέντες ὡσαύτως ἀνήγοντο. καὶ ναυμαχίας ἰσχυρᾶς γενομένης ἐνίκησαν οἱ Συρακούσιοι, καὶ τὸν Εὐρυμέδοντα πολλῶν μετʼ ἄλλων διέφθειραν.

其中有一个出身显贵的少年赫拉克莱德斯,驾船冲到了前方,一艘阿提卡战船追赶着要将他俘获。他的叔父波利科斯为他的安危担忧,便率领他所指挥的十艘三列桨战船冲上前去救援;其他人为波利科斯担忧,也同样出海。于是爆发了一场激烈的海战,叙拉古人取得了胜利,杀死了欧律墨冬及许多其他人。

§24.3

ἦν οὖν οὐκέτι μένειν ἀνασχετὰ Ἀθηναίοις,2 ἀλλὰ τῶν στρατηγῶν κατεβόων πεζῇ κελεύοντες ἀναχωρεῖν. καὶ γὰρ οἱ Συρακούσιοι νικήσαντες εὐθὺς ἐνέφραξαν καὶ ἀπέκλεισαν τὸν διέκπλουν τοῦ λιμένος. οἱ δὲ περὶ τὸν Νικίαν τοῦτο μὲν οὐκ ἐπείθοντο· δεινὸν γὰρ ἦν ἀπολιπεῖν ὁλκάδας τε πολλὰς καὶ τριήρεις ὀλίγον ἀριθμῷ διακοσίων ἀποδεούσας· ἐμβιβάσαντες δὲ τῶν πεζῶν τοὺς ἀρίστους καὶ τῶν ἀκοντιστῶν τοὺς ἀλκιμωτάτους ἐπλήρωσαν ἑκατὸν καὶ δέκα τριήρεις· αἱ γὰρ ἄλλαι ταρσῶν ἐνδεεῖς ἦσαν. τὸν δὲ λοιπὸν ὄχλον ἔστησε παρὰ θάλασσαν ὁ Νικίας, ἐκλιπὼν τὸ μέγα στρατόπεδον καὶ τὰ τείχη τὰ συνάπτοντα πρὸς τὸ Ἡράκλειον, ὥστε μὴ τεθυκότων τὴν εἰθισμένην θυσίαν τῷ Ἡρακλεῖ τῶν Συρακουσίων, θῦσαι τότε τοὺς ἱερεῖς καὶ στρατηγοὺς ἀναβάντας3 ἤδη πληρουμένων τῶν τριήρων.

因此,雅典人再也无法忍受继续留在此处,他们向将军们大声抗议,要求从陆路撤退。因为获胜的叙拉古人随即封堵并关闭了港口的出口。然而尼基阿斯等人并不听从这一要求;因为丢弃众多商船以及为数近二百艘的三列桨战船是一件可怕的事。于是他们让最优秀的步兵和最勇敢的标枪兵登船,装满了整整一百一十艘三列桨战船;因为其余的船只缺少桨具。尼基阿斯放弃了大营地以及通往赫拉克勒斯神庙的围墙,将剩余的众人部署在海边,以至于叙拉古人此前虽未向赫拉克勒斯献上惯例的祭品,此时祭司和将军们却在三列桨战船已在配备人员之际上去献祭。

语法注3 条
  1. 24.1μικροῦ

    副词性属格,意为“几乎”、“差不多”,修饰分词短语 πάντων ἀφέμενος τῶν ἄλλων(抛下所有别的事情);相当于习惯表达 μικροῦ δεῖν。

  2. 24.3ἦν οὖν οὐκέτι μένειν ἀνασχετὰ Ἀθηναίοις

    非人称句式,谓语形容词 ἀνασχετά 为中性复数。在希腊语散文传统中,表示可能性、适宜性等的形容词(如 ἀδύνατα、χαλεπά 等)常用中性复数作为主格表语,来承受不定式主语(此处为 μένειν),而非使用中性单数。

  3. 24.4ὥστε μὴ τεθυκότων τὴν εἰθισμένην θυσίαν τῷ Ἡρακλεῖ τῶν Συρακουσίων, θῦσαι τότε τοὺς ἱερεῖς καὶ στρατηγοὺς ἀναβάντας

    由 ὥστε 引导的结果从句,其核心动词是不定式 θῦσαι,其逻辑主语为受格的 τοὺς ἱερεῖς καὶ στρατηγοὺς ἀναβάντας。在此之前插入了一个带有让步意味的属格独立结构(μὴ τεθυκότων ... τῶν Συρακουσίων,“虽然叙拉古人尚未献上……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg038.humanitext-grc2:24.1-24.4