- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg038.humanitext-grc2:22.1-22.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
夜袭溃败后,德摩斯梯尼力主全军立即海路撤退,而尼基阿斯因惧怕雅典本国的审判与诬告而竭力抗拒,但随着叙拉古援军抵达与瘟疫蔓延,尼基阿斯最终不得不下达开航撤军的命令。
ὁ μὲν οὖν Νικίας πληγεὶς οὐκ ἀπροσδοκήτως ᾐτιᾶτο τοῦ Δημοσθένους τὴν προπέτειαν· ἐκεῖνος δὲ περὶ τούτων ἀπολογησάμενος ἐκέλευσεν ἀποπλεῖν τὴν ταχίστην· οὔτε γὰρ ἄλλην ἀφίξεσθαι δύναμιν αὐτοῖς, οὔτʼ ἀπὸ τῆς παρούσης τῶν πολεμίων κρατεῖν, ὅπου γε καὶ κρατοῦντας ἐκείνων ἔδει μεταστῆναι1 καὶ φυγεῖν τὸ χωρίον, ἀεὶ μέν, ὡς πυνθάνονται, βαρὺ καὶ νοσῶδες ὂν στρατοπέδῳ, νῦν δʼ, ὡς βλέπουσι, καὶ διὰ τὴν ὥραν ὀλέθριον. μετοπώρου γὰρ ἦν ἡ ἀρχή· καὶ πολλοὶ μὲν ἠσθένουν ἤδη, πάντες δὲ ἠθύμουν. ὁ δὲ Νικίας χαλεπῶς ἤκουε τὴν φυγὴν καὶ τὸν ἀπόπλουν,2 οὐ τῷ μὴ δεδιέναι τοὺς Συρακουσίους, ἀλλὰ τῷ μᾶλλον τοὺς Ἀθηναίους καὶ τὰς ἐκείνων δίκας καὶ συκοφαντίας φοβεῖσθαι.
于是,尼基阿斯虽非意料之外却蒙受打击,责备德摩斯梯尼的鲁莽;德摩斯梯尼就此为自己辩解,力劝尽速扬帆撤离。因为既不会再有另一支部队前来增援他们,以现存的兵力也无法战胜敌人,更何况即便能够战胜他们,也理当离开并逃离这片地方;正如他们所探知的那样,对于驻军而言,此地历来沉闷而多病瘴,而今正如他们所亲见的那样,又因时令而具有致命的危害。因为时值初秋,许多人已染病不起,全军上下士气沮丧。 然而,尼基阿斯对逃跑与扬帆撤离的主张极感刺耳,这倒并非他不畏惧叙拉古人,而是他更畏惧雅典人以及他们的审判与诬告。
δεινὸν μὲν οὖν οὐδὲν αὐτόθι προσδοκᾶν ἔφασκεν, εἰ δὲ συμβαίη, μᾶλλον αἱρεῖσθαι τὸν ὑπὸ τῶν πολεμίων θάνατον ἢ τὸν ὑπὸ τῶν πολιτῶν, οὐχ ὅμοια φρονῶν οἷς ὕστερον ὁ Βυζάντιος Λέων εἶπε πρὸς τοὺς ἑαυτοῦ πολίτας· βούλομαι γὰρ, ἔφη, μᾶλλον ὑφʼ ὑμῶν ἢ μεθʼ ὑμῶν ἀποθανεῖν. περὶ μέντοι τόπου καὶ χώρας εἰς ἣν μετατάξουσι τὸ στρατόπεδον, βουλεύσεσθαι καθʼ ἡσυχίαν.
因此他声称,自己在当地料无任何危险;即使祸事临头,他也宁愿选择死于敌人之手,也不愿死在同胞市民之手。这与日后拜占庭的莱昂对本国市民所说的那番话大相径庭: “因为我宁愿,”他说,“死于你们之手,也不愿与你们一同死去。” 不过,对于将营地转移至何处地点与阵地,他表示可以从容从长计议。
ταῦτα δʼ αὐτοῦ λέγοντος ὁ μὲν Δημοσθένης οὐδὲ τῇ προτέρᾳ γνώμῃ κατευτυχήσας ἐπαύσατο βιαζόμενος, τοῖς δʼ ἄλλοις παρέσχε τὸν Νικίαν προσδοκῶντα καὶ πιστεύοντα τοῖς ἔνδον οὕτως ἐρρωμένως ἀναμάχεσθαι3 περὶ τῆς ἀποβάσεως· διὸ καὶ συνεχώρησαν. ὡς μέντοι στρατιὰ Συρακουσίοις ἐπῆλθεν ἄλλη καὶ μᾶλλον ἥπτετο τῶν Ἀθηναίων ἡ νόσος, ἤδη καὶ τῷ Νικίᾳ συνεδόκει μεθίστασθαι, καὶ παρήγγειλε τοῖς στρατιώταις εὐτρεπεῖς εἶναι πρὸς ἀπόπλουν.
在他这番陈述之下,德摩斯梯尼鉴于自己先前的提议未得良果,不再强行坚持;而对其他人而言,尼基阿斯的态度给他们的印象是,他正是因期待并信赖城内内应,才会如此坚决地力争反对撤军;众人因而妥协。然而,当叙拉古人又得到一支生力军增援,且疫病更加猛烈地侵袭雅典人时,尼基阿斯终于也赞同移师撤退,并传令将士整装待发准备启航。
- 22.2ὅπου γε καὶ κρατοῦντας ἐκείνων ἔδει μεταστῆναι
连词 ὅπου γε 引导表示理由或背景的从句(“既然/何况在那样的情境下”)。分词 κρατοῦντας 作为无人称动词 ἔδει 之后不定式 μεταστῆναι 的逻辑主语(对格),带有让步含义(“即便战胜了他们”)。
- 22.2χαλεπῶς ἤκουε τὴν φυγὴν καὶ τὸν ἀπόπλουν
动词 ἀκούω 搭配事物的对格宾语(τὴν φυγήν),引申为“不快地听取/对……的提议感到反感”。
- 22.4τοῖς δʼ ἄλλοις παρέσχε τὸν Νικίαν προσδοκῶντα καὶ πιστεύοντα τοῖς ἔνδον οὕτως ἐρρωμένως ἀναμάχεσθαι
动词 παρέσχε 后面省略了诸如 δόξαν 之类的名词,或者直接统辖“对格主语+不定式”结构(以 τὸν Νικίαν 为对格主语,ἀναμάχεσθαι 为不定式),意为“使其他人觉得/产生印象:尼基阿斯正是因为……才如此有力地抗辩”。
