- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg038.humanitext-grc2:21.1-21.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德摩斯梯尼率庞大援军抵达,但尼基阿斯主张拖延的慎重意见遭到众将否决,德摩斯梯尼遂主导了夜袭埃皮波莱的行动。然而因波奥提亚人的顽强反击以及月光下视线受阻引发的大混乱,雅典军队陷入自相残杀与溃败,遭到惨重伤亡。
ἐν τούτῳ δὲ Δημοσθένης ὑπὲρ τῶν λιμένων ἐπεφαίνετο λαμπρότατος τῇ παρασκευῇ καὶ δεινότατος τοῖς πολεμίοις, ἐπὶ νεῶν ἑβδομήκοντα καὶ τριῶν ἄγων ὁπλίτας πεντακισχιλίους, ἀκοντιστὰς δὲ καὶ τοξότας καὶ σφενδονήτας τρισχιλίων οὐκ ἐλάττους, ὅπλων δὲ κόσμῳ καὶ παρασήμοις τριήρων καὶ πλήθει κελευστῶν καὶ αὐλητῶν θεατρικῶς καὶ πρὸς ἔκπληξιν πολεμίων ἐξησκημένος.
在此期间,德摩斯梯尼率军出现在港湾上方,军容极为盛大,令敌人生畏。他以七十三艘战船运载了五千名重装步兵,以及不少于三千名的标枪手、弓箭手和投石手;其装备之华丽、三列桨座战船之饰标、划桨领号手与笛手人数之众,宛如戏剧排场,专为震慑敌人而精心整备。
ἦν οὖν, ὡς εἰκός, αὖθις ἐν φόβῳ μεγάλῳ τὰ Συρακουσίων εἰς οὐδὲν πέρας οὐδὲ ἀπαλλαγήν, ἀλλὰ πονοῦντας ἄλλως καὶ φθειρομένους αὑτοὺς μάτην ὁρώντων.1 τὸν δὲ Νικίαν οὐ πολὺν χρόνον εὔφρανεν ἡ παρουσία τῆς δυνάμεως, ἀλλʼ ἅμα τῷ πρῶτον ἐν λόγοις γενέσθαι, τοῦ Δημοσθένους εὐθὺς ἐπιχειρεῖν τοῖς πολεμίοις κελεύοντος καὶ τῷ ταχίστῳ τῶν κινδύνων περὶ τοῦ παντὸς διαγωνισαμένους ἑλεῖν Συρακούσας ἢ ἀποπλεῖν οἴκαδε, δείσας καὶ θαυμάσας τὴν ὀξύτητα καὶ τόλμαν ἐδεῖτο μηδὲν ἀπεγνωσμένως πράττειν μηδὲ ἀνοήτως.
因此,叙拉古方面的局势自是再度陷入巨大的恐惧之中,他们看不到尽头与解脱,只眼见自己徒劳奔波、白白毁灭。 然而,这支大军的到来并未让尼基阿斯欢欣多久;刚一开始会商,德摩斯梯尼便力主立即向敌人发起进攻,以最为速战速决的冒险赌上全盘胜负,要么攻克叙拉古,要么扬帆回国。尼基阿斯对其急躁与鲁莽既惧且惊,恳求他万勿行事绝望轻率、不加思索。
τὴν γὰρ τριβὴν εἶναι κατὰ τῶν πολεμίων οὔτε χρήματα κεκτημένων ἔτι, μήτε τῶν συμμάχων αὐτοῖς πολὺν χρόνον παραμενούντων, εἰ δὲ θλίβοιντο ταῖς ἀπορίαις, ταχὺ πάλιν ἐπʼ αὐτὸν ἐπὶ συμβάσεις τραπησομένων, ὡς πρότερον. καὶ γὰρ ἦσαν ἄνδρες οὐκ ὀλίγοι τῶν ἐν Συρακούσαις διαλεγόμενοι τῷ Νικίᾳ κρύφα καὶ μένειν κελεύοντες, ὡς καὶ νῦν ὑπερπονούντων τῷ πολέμῳ καὶ τὸν Γύλιππον βαρυνομένων, ἐὰν δὲ μικρὸν ἐπιτείνωσιν αἱ ἀνάγκαι, παντάπασιν ἀπαγορευσόντων.
因为尼基阿斯指出,拖延对敌人不利,叙拉古人已无钱财,同盟者也不会长期追随;若受匮乏逼迫,他们很快又会像从前那样,主动找他寻求妥协。事实上,叙拉古城中亦有不少人暗中与尼基阿斯联络,劝他坚守,称城内如今已被战事压得不堪重负且厌倦吉利普斯,只要困境再加剧些许,他们就会彻底放弃抵抗。
τούτων ὁ Νικίας τὰ μὲν αἰνιττόμενος, τὰ δʼ οὐ θέλων ἐν φανερῷ λέγειν, ἀτολμίας παρέσχε τοῖς στρατηγοῖς δόξαν, καὶ ταῦτʼ ἐκεῖνα πάλιν ἥκειν φάσκοντες αὐτοῦ, μελλήματα καὶ διατριβὰς καὶ ἀκριβολογίας,2 αἷς ἀπώλεσε τὴν ἀκμὴν οὐκ εὐθὺς ἐπιχειρῶν τοῖς πολεμίοις, ἀλλʼ ἕωλος καὶ καταφρονούμενος, τῷ Δημοσθένει προσετίθεντο. καὶ ὁ Νικίας μόλις συνεχώρησεν ἐκβιασθείς.
由于尼基阿斯对这些情况有的吞吞吐吐,有的不愿公开明言,以致在众将领面前落下了胆怯之名;他们声称他那套老毛病——迟疑、拖延和过分谨慎——又卷土重来,正是由于当初未能立即进攻敌人,反而延误战机、受人鄙视,从而断送了锐气。众将遂纷纷附和德摩斯梯尼,尼基阿斯被迫无奈,只得勉强顺从。
οὕτω δὴ τὴν πεζὴν στρατιὰν ἀναλαβὼν ὁ Δημοσθένης νυκτὸς ἐπεχείρει ταῖς Ἐπιπολαῖς· καὶ τοὺς μὲν φθάσας πρὶν αἰσθέσθαι τῶν πολεμίων ἀπέκτεινε, τοὺς δʼ ἀμυνομένους ἐτρέψατο. καὶ κρατῶν οὐκ ἔμενεν, ἀλλʼ ἐχώρει προσωτέρω, μέχρι οὗ τοῖς Βοιωτοῖς ἐνέτυχε. πρῶτοι γὰρ οὗτοι συστρέψαντες ἑαυτοὺς καὶ συνδραμόντες εἰς τοὺς Ἀθηναίους ἐναντίοις τοῖς δόρασι μετὰ βοῆς ἐώσαντο καὶ πολλοὺς αὐτοῦ κατέβαλον.
于是德摩斯梯尼率领陆军,在夜间突袭埃皮波莱;他在敌人发觉之前抢占先机,斩杀了部分守军,并将抵抗者击溃。获胜之后他并未止步,而是继续向前挺进,直至遭遇波奥提亚人。这支部队率先集结队形,一齐向雅典人冲杀过来,平端长矛并伴随呐喊将其击退,当场击倒了许多雅典兵。
διʼ ὅλου δὲ τοῦ στρατεύματος εὐθὺς ἦν πτοία καὶ ταραχή, καὶ τοῦ φεύγοντος ἤδη καταπιμπλάμενον τὸ ἔτι νικῶν, καὶ τὸ ἐπιβαῖνον καὶ προσφερόμενον ὑπὸ τῶν πεφοβημένων ἀνακοπτόμενον ἑαυτῷ περιέπιπτε, τοὺς μὲν φεύγοντας οἰόμενον διώκειν, τοῖς δὲ φίλοις ὡς πολεμίοις χρώμενον.
转瞬之间,全军上下惊恐混乱;尚在获胜的部队被已在溃退的士兵所感染,而继续推进冲锋的部队被惊恐逃窜的同袍所阻截,自相撞击,误以为是在追击逃敌,竟将友军当作敌军砍杀。
ἡ γὰρ ἄτακτος ἀνάμιξις ἐν ταὐτῷ μετὰ φόβου καὶ ἀγνοίας, καὶ τὸ τῆς ὄψεως ἄπιστον ἐν νυκτὶ μήτε σκότος ἄκρατον μήτε φῶς ἐχούσῃ βέβαιον, ἀλλʼ οἵαν εἰκὸς ἤδη καταφερομένης σελήνης καὶ περισκιαζομένης ὅπλοις πολλοῖς καὶ σώμασι κινουμένοις διὰ τοῦ φωτὸς μὴ διασαφοῦσαν τὰ εἴδη φόβῳ τοῦ πολεμίου καὶ τὸ οἰκεῖον ποιεῖν ὕποπτον, εἰς δεινὰς ἀπορίας καὶ περιπετείας καθίστη τοὺς Ἀθηναίους.3
原来,在恐惧与盲目中混杂一处的混乱局面,加之夜间视线的不可靠——夜色既非漆黑一团,亦无稳定光明,恰似明月将沉、其清辉被穿行其中的众多甲仗躯体所遮蔽时的景象,无法分辨形貌,因对敌人的恐惧而使友军也变得可疑——令雅典人陷入了绝境与惨祸之中。
ἔτυχον δέ πως καὶ τὴν σελήνην ἔχοντες ὄπισθεν· ὅθεν αὐτοὶ μὲν αὑτοῖς τὰς σκιὰς ἐπιβάλλοντες ἀπέκρυπτον τὸ πλῆθος τῶν ὅπλων καὶ τὴν λαμπρότητα, τοὺς δʼ ἐναντίους ὁ πρὸς τὴν σελήνην τῶν ἀσπίδων ἀντιφωτισμὸς πολὺ πλείονας ὁρᾶσθαι καὶ λαμπροτέρους ἐποίει.
加之他们恰好背对月光,因而将阴影投在自己身上,遮蔽了武器的数量与光辉;相反,盾牌上映照的月光反光,却使敌军看起来人数远为众多且格外耀眼。
τέλος δὲ πανταχόθεν αὐτοῖς, ὡς ἐνέδοσαν, προσκειμένων τῶν πολεμίων φεύγοντες οἱ μὲν ὑπʼ ἐκείνων, οἱ δʼ ὑπʼ ἀλλήλων ἀπέθνησκον, οἱ δὲ κατὰ τῶν κρημνῶν ὀλισθαίνοντες· τοὺς δʼ ἀποσκεδασθέντας καὶ πλανωμένους ἡμέρας ἐπιγενομένης οἱ ἱππεῖς καταλαμβάνοντες διέφθειρον. ἐγένοντο δὲ νεκροὶ δισχίλιοι, καὶ τῶν περιγενομένων ὀλίγοι μετὰ τῶν ὅπλων ἀπεσώθησαν.
最终,当雅典人开始败退时,敌人从四面八方压迫上来;溃逃者有的死于敌手,有的死于自相残杀,有的则坠下悬崖丧命。那些失散迷走的人,天明后也被骑兵赶上斩尽杀绝。阵亡者达两千人,幸存者中携兵刃安全撤回的寥寥无几。
- 21.2ὁρώντων
阳性复数属格分词 ὁρώντων 在语法上直接与主语词组 τὰ Συρακουσίων(“叙拉古人的事务/局势”)中的阳性复数属格 Συρακουσίων(叙拉古人)相一致;亦可理解为主语由上文语境隐指的独立属格。无论如何,均指叙拉古人亲眼目睹自身徒劳而陷入惶恐。
- 21.4ταῦτʼ ἐκεῖνα πάλιν ἥκειν φάσκοντες αὐτοῦ, μελλήματα καὶ διατριβὰς καὶ ἀκριβολογίας
短语 ταῦτʼ ἐκεῖνα 为习语,意为“(他的)老一套又来了”,在由 φάσκοντες 引出的间接引语中作不定式 ἥκειν 的主语。随后的三个宾格名词 μελλήματα καὶ διατριβὰς καὶ ἀκριβολογίας(犹豫、拖延与过分谨慎)作为同位语解释 ταῦτʼ ἐκεῖνα,αὐτοῦ 为属格,意指“他的”。
- 21.7ἡ γὰρ ἄτακτος ἀνάμιξις ἐν ταὐτῷ μετὰ φόβου καὶ ἀγνοίας, καὶ τὸ τῆς ὄψεως ἄπιστον ἐν νυκτὶ μήτε σκότος ἄκρατον μήτε φῶς ἐχούσῃ βέβαιον, ἀλλʼ οἵαν εἰκὸς ἤδη καταφερομένης σελήνης καὶ περισκιαζομένης ὅπλοις πολλοῖς καὶ σώμασι κινουμένοις διὰ τοῦ φωτὸς μὴ διασαφοῦσαν τὰ εἴδη φόβῳ τοῦ πολεμίου καὶ τὸ οἰκεῖον ποιεῖν ὕποπτον, εἰς δεινὰς ἀπορίας καὶ περιπετείας καθίστη τοὺς Ἀθηναίους.
本长句的骨干为两个并列主语 ἡ ἄτακτος ἀνάμιξις(“杂乱的混战”)与 τὸ ἄπιστον(“视线的不可靠”),统领主谓语动词 καθίστη(“使……陷入”)及宾语 τοὺς Ἀθηναίους。中间修饰 ἐν νυκτὶ(“在夜晚”)的长从句(οἵαν εἰκός... μὴ διασαφοῦσαν... ποιεῖν ὕποπτον)中,关系代词 οἵαν(指代 νυκτί 的阴性单数宾格)作由 εἰκός(ἐστι)统领的不定式 ποιεῖν 的宾格主语,阴性宾格分词 διασαφοῦσαν 与 οἵαν 一致,表示“(这样的夜晚自然会)因无法辨清形貌而使人对友军亦起疑心”。
