- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg038.humanitext-grc2:20.1-20.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
雅典虽在筹划增援,吉利普斯却夺取普勒米里翁切断了雅典的补给线;新任副将因争功强推海战,导致雅典舰队惨遭大败。
οἱ δʼ Ἀθηναῖοι καὶ πρότερον μὲν ὥρμηντο πέμπειν ἑτέραν δύναμιν εἰς Σικελίαν, φθόνῳ δὲ τῶν πρῶτον πραττομένων πρὸς εὐτυχίαν τοῦ Νικίου τοσαύτην πολλὰς διατριβὰς ἐμβαλόντων1 τότε γοῦν ἔσπευδον βοηθεῖν. καὶ Δημοσθένης μὲν ἔμελλε μεγάλῳ στόλῳ πλεῖν ἐκ χειμῶνος, Εὐρυμέδων δὲ διὰ χειμῶνος προεξέπλευσε χρήματα κομίζων καὶ συστρατήγους ἀποφαίνων ᾑρημένους τῷ Νικίᾳ τῶν αὐτόθι στρατευομένων Εὐθύδημον καὶ Μένανδρον.
雅典人此前固然已决意向西西里增派另一支军队,但由于某些人出于对尼基阿斯最初巨大胜利的嫉妒而设置重重拖延,此时终究开始急忙派兵增援。德摩斯梯尼定于冬末率领一支大舰队出航,而欧律墨冬则在隆冬之际先行扬帆启程,押运军资,并宣布已从就地从军者中选拔欧梯德穆斯和梅南德罗斯二人担任尼基阿斯的同僚将领。
ἐν τούτῳ δὲ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἐξαίφνης ἐπιχειρούμενος ὁ Νικίας ταῖς μὲν ναυσὶν ἡττώμενος τὸ πρῶτον ὅμως ἐξέωσε καὶ κατέδυσε πολλὰς τῶν πολεμίων, πρὸς δὲ τὸ πεζὸν οὐκ ἔφθασε βοηθῶν,2 ἀλλʼ ἄφνω προσπεσὼν ὁ Γύλιππος εἷλε τὸ Πλημμύριον, ἐν ᾧ σκευῶν τριηρικῶν καὶ χρημάτων πολλῶν ἀποκειμένων ἐκράτησε πάντων καὶ διέφθειρεν ἄνδρας οὐκ ὀλίγους καὶ ζῶντας ἔλαβε·
在此期间,尼基阿斯的水陆两路突遭进攻;虽然在海战中最初落入下风,他最终仍将敌方的多艘战船撞退并击沉,但对陆上部队却救援不及,吉利普斯出其不意地发起猛袭,攻克了普勒米里翁。此地储有大量三列桨座战船的属具和钱财,他悉数占为己有,并歼灭及生俘了不少雅典士兵。
τὸ δὲ μέγιστον, ἀφείλετο τοῦ Νικίου τῆς ἀγορᾶς τὴν εὐπέτειαν. ἦν γὰρ ἡ κομιδὴ παρὰ τὸ Πλημμύριον ἀσφαλὴς καὶ ταχεῖα τῶν Ἀθηναίων κρατούντων, ἐκπεσόντων δὲ χαλεπὴ καὶ μετὰ μάχης ἐγίνετο πρὸς τοὺς πολεμίους ἐκεῖ ναυλοχοῦντας. ἔτι δὲ καὶ τὸ ναυτικὸν τοῖς Συρακουσίοις οὐκ ἀπὸ κράτους ἐφαίνετο νενικημένον, ἀλλʼ ἀταξίᾳ περὶ τὴν δίωξιν. αὖθις οὖν ἐπεχείρουν παρασκευαζόμενοι λαμπρότερον.
最为关键的是,他剥夺了尼基阿斯运送给养的便利。因为当雅典人占领普勒米里翁时,沿其前方的运输既安全又迅速,但失守之后,给养运送就变得异常艰难,且必须与在此设伏监视的敌船交战方能进行。此外,叙拉古人亦深感自军舰队并非在实力上战败,而是败于追击时的混乱。于是他们整顿出更具声势的装备,谋划再次进攻。
ὁ δὲ Νικίας οὐκ ἐβούλετο ναυμαχεῖν, ἀλλὰ πολλὴν ἀβελτερίαν ἔλεγεν εἶναι, στόλου τοσούτου προσπλέοντος αὐτοῖς καὶ δυνάμεως ἀκραιφνοῦς, ἣν ἦγε Δημοσθένης σπεύδων, ἀπʼ ἐλαττόνων καὶ χορηγουμένων φαύλως διαγωνίσασθαι. τοῖς δὲ περὶ τὸν Μένανδρον καὶ τὸν Εὐθύδημον ἀρτίως εἰς τὴν ἀρχὴν καθισταμένοις φιλοτιμία καὶ ζῆλος ἦν πρὸς ἀμφοτέρους τοὺς στρατηγούς, τὸν μὲν Δημοσθένην φθῆναι πράξαντάς τι λαμπρόν,3 ὑπερβαλέσθαι δὲ τὸν Νικίαν.
尼基阿斯不愿进行海战,力陈在德摩斯梯尼正星夜兼程率领如此庞大的舰队与未损元气的军力前来增援之际,以劣势且补给匮乏的兵力决战乃是极大的愚蠢。然而,刚刚升任将领的梅南德罗斯与欧梯德穆斯一干人,却对这两位老将心怀争胜邀功之念,企图抢在德摩斯梯尼到来之前建立奇功,并一举盖过尼基阿斯。
πρόσχημα δʼ ἦν ἡ δόξα τῆς πόλεως, ἣν ἀπόλλυσθαι καὶ καταλύεσθαι παντάπασι φάσκοντες εἰ φοβηθήσονται Συρακουσίους ἐπιπλέοντας, ἐξεβιάσαντο ναυμαχῆσαι. καὶ καταστρατηγηθέντες ὑπʼ Ἀρίστωνος τοῦ Κορινθίων κυβερνήτου τοῖς περὶ τὸ ἄριστον, ὡς εἴρηκε Θουκυδίδης, κατὰ κράτος ἡττήθησαν καὶ πολλοὺς ἀπέβαλον· καὶ ἀθυμία πολλὴ περιεστήκει τὸν Νικίαν τῇ τε μοναρχίᾳ κακοπαθοῦντα καὶ σφαλλόμενον αὖθις ὑπὸ τῶν συναρχόντων.
他们以城邦的声誉为借口,声称若对来袭的叙拉古人示弱,城邦声誉便将彻底化为乌有,从而强推了海战。然而,正如修昔底德所记,他们在中餐时刻中了科林斯领航员阿里斯同的谋略,遭到彻底击溃,损失惨重;尼基阿斯既在先前的独掌大权中历尽艰辛,此刻又被新同僚拖入败局,深陷重重沮丧之中。
- 20.1φθόνῳ δὲ τῶν πρῶτον πραττομένων πρὸς εὐτυχίαν τοῦ Νικίου τοσαύτην πολλὰς διατριβὰς ἐμβαλόντων
属格绝对结构(genitive absolute)。其逻辑主语是实体化的分词短语 τῶν ... ἐμβαλόντων(“造成诸多延误之人”)。插在其中的 φθόνῳ 为表原因的与格,其后带有名词性属格短语 τῶν πρῶτον πραττομένων πρὸς εὐτυχίαν τοῦ Νικίου τοσαύτην(“尼基阿斯起初如此顺遂的大好局势”)作为 φθόνῳ 的宾格性属格/对象属格。该结构省略了具体的人称名词,仅以分词充当主语,并嵌有因果修饰语。
- 20.2πρὸς δὲ τὸ πεζὸν οὐκ ἔφθασε βοηθῶν
动词 φθάνω 与补充动名词/分词 βοηθῶν 的连用结构。结合否定词 οὐκ 时,表示“未能及时做某事”或“未及……”。介词短语 πρὸς δὲ τὸ πεζόν 则作 βοηθῶν 的方向补足成分,意为“向陆军(施援)”。
- 20.4φθῆναι πράξαντάς τι λαμπρόν
紧接句首拥有与格结构(τοῖς δὲ περὶ τὸν Μένανδρον καὶ τὸν Εὐθύδημον ... ἦν φιλοτιμία)的不定词结构(φθῆναι 与 ὑπερβαλέσθαι)中,不定词的逻辑主语并未与在先的与格一致,而是转为宾格(πράξαντας)。φθῆναι 支配宾格宾语 τὸν μὲν Δημοσθένην(赶在德摩斯梯尼之前),而 πράξαντας 则是与其自身施事者相一致的宾格分词。
