← 普鲁塔克

尼西阿斯传

§19.1-19.7

吉利普斯抵步与尼基阿斯请求辞职

科林斯战船和吉利普斯的抵达振奋了叙拉古人,吉利普斯凭借老练的战术布阵与反修横墙切断了雅典的包围线,受挫的尼基阿斯遂致信雅典请求增援或撤军并辞去将职。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19.1

ἐν τούτῳ δὲ καιροῦ παρόντος τοῦ κινδύνου ἀφικνεῖται Γογγύλος ἐκ Κορίνθου μιᾷ τριήρει· καὶ συνδραμόντων πρὸς αὐτόν, ὡς εἰκός, πάντων ἔφραζεν ὅτι Γύλιππος ἀφίξεται διὰ ταχέων καὶ νῆες ἄλλαι βοηθοὶ προσπλέουσιν.

正当危难临头的这一紧要关头,贡吉罗斯率领一艘三列桨座战船从科林斯赶到;理所当然,所有人都奔向他聚集起来,而他宣告说吉利普斯即将抵达,并且另有增援船只正在驶来。

§19.2

οὔπω δὲ τῷ Γογγύλῳ πιστευόντων βεβαίως, ἧκεν ἄγγελος παρὰ τοῦ Γυλίππου κελεύοντος ἀπαντᾶν. οἱ δὲ θαρρήσαντες ἐξωπλίζοντο· καὶ προσῆγεν εὐθὺς ὁ Γύλιππος ἐξ ὁδοῦ παρατεταγμένος ἐπὶ τοὺς Ἀθηναίους. ὡς δὲ κἀκείνους ἀντέταξεν ὁ Νικίας, θέμενος ἐπὶ τοὺς Ἀθηναίους ὁ Γύλιππος τὰ ὅπλα1 καὶ κήρυκα πέμψας ἔλεγε διδόναι τοῖς Ἀθηναίοις ἄδειαν ἀπιοῦσιν ἐκ Σικελίας.

在人们尚未完全相信贡吉罗斯之际,吉利普斯派来的信使赶到了,命令他们出城迎接。于是叙拉古人鼓起勇气,全副武装;吉利普斯则马不停蹄,保持行军队列径直向雅典人逼近。当尼基阿斯同样列阵迎敌时,吉利普斯命令部队列阵止步面向雅典人,并派遣一名传令官前去,宣称只要雅典人离开西西里,就给予他们安全离去的许可。

§19.3

ὁ μὲν οὖν Νικίας οὐθὲν ἠξίωσεν ἀποκρίνασθαι· τῶν δὲ στρατιωτῶν τινες καταγελῶντες ἠρώτων εἰ διὰ παρουσίαν ἑνὸς τρίβωνος καὶ βακτηρίας Λακωνικῆς οὕτως ἰσχυρὰ τὰ Συρακουσίων ἐξαίφνης γέγονεν ὥστʼ Ἀθηναίων καταφρονεῖν, οἳ πολὺ ῥωμαλεωτέρους Γυλίππου καὶ μᾶλλον κομῶντας τριακοσίους ἔχοντες ἐν πέδαις δεδεμένους ἀπέδωκαν Λακεδαιμονίοις.

对此,尼基阿斯根本不屑作答;但有几名士兵嘲笑着问道,难道仅仅凭一件粗毛斗篷和一根拉科尼亚式的短杖的出现,叙拉古人的国势就突然强大到可以蔑视雅典人的地步了吗——正是雅典人曾把三百名远比吉利普斯更为魁梧且蓄发更长的斯巴达俘虏戴着镣铐拘禁起来,随后又交还给拉刻代蒙人。

§19.4

Τίμαιος δὲ καὶ τοὺς Σικελιώτας φησὶν ἐν μηδενὶ λόγῳ ποιεῖσθαι τὸν Γύλιππον, ὕστερον μὲν αἰσχροκέρδειαν αὐτοῦ καὶ μικρολογίαν καταγνόντας, ὡς δὲ πρῶτον ὤφθη, σκώπτοντας εἰς τὸν τρίβωνα καὶ τὴν κόμην. εἶτα μέντοι φησὶν αὐτὸς ὅτι τῷ Γυλίππῳ φανέντι καθάπερ γλαυκὶ πολλοὶ προσέπτησαν ἑτοίμως στρατευόμενοι. καὶ ταῦτα τῶν πρώτων ἀληθέστερά εἰσιν· ἐν γὰρ τῇ βακτηρίᾳ καὶ τῷ τρίβωνι τὸ σύμβολον καὶ τὸ ἀξίωμα τῆς Σπάρτης καθορῶντες συνίσταντο.

蒂麦欧斯则称,连西西里希腊人也根本瞧不起吉利普斯,后来谴责他的贪婪和小气,初见他时还嘲弄他的粗斗篷与长发。然而这位作者随后又说,吉利普斯一现身,众人就如群鸟趋向猫头鹰一般纷纷飞奔投奔他,争相出征。而后一种说法显然比前一种更符合实情;因为人们正是从那短杖与粗斗篷中看到了斯巴达的象征与威严,才团结在他周围。

§19.5

κἀκείνου τὸ πᾶν ἔργον γεγονέναι φησὶν οὐ Θουκυδίδης μόνον, ἀλλὰ καὶ Φίλιστος, ἀνὴρ Συρακούσιος καὶ τῶν πραγμάτων ὁρατὴς γενόμενος. τῇ μὲν οὖν πρώτῃ μάχῃ κρατήσαντες οἱ Ἀθηναῖοι τῶν Συρακουσίων ὀλίγους τινὰς ἀπέκτειναν καὶ Γογγύλον τὸν Κορίνθιον, εἰς δὲ τὴν ἐπιοῦσαν ἡμέραν ἔδειξεν ὁ Γύλιππος οἷόν ἐστιν ἐμπειρία. τοῖς γὰρ αὐτοῖς ὅπλοις καὶ ἵπποις καὶ χωρίοις χρησάμενος οὐχ ὡσαύτως, ἀλλὰ μεταθεὶς τὴν τάξιν, ἐνίκησε τοὺς Ἀθηναίους· καὶ φυγόντων εἰς τὸ στρατόπεδον ἐπιστήσας τοὺς Συρακουσίους, τοῖς λίθοις οἷς ἐκεῖνοι προσεκόμιζον καὶ τῇ ὕλῃ παροικοδομῶν εἰς διαστολὰς ἀπέκοψε τὸν ἐκείνων περιτειχισμόν, ὥστʼ αὐτοῖς μηδὲν εἶναι πλέον κρατοῦσιν.2 ἐκ τούτου δὲ θαρρήσαντες οἱ Συρακούσιοι τάς τε ναῦς ἐπλήρουν, καὶ τοῖς ἱππεῦσι τοῖς ἑαυτῶν καὶ ἀκολούθοις περιελαύνοντες πολλοὺς ᾕρουν.

不仅修昔底德断言整个扭转战局的功业皆归于此人,叙拉古人兼事件目击者菲利斯托斯亦是如此记载。 因此,在第一场战斗中,雅典人占了上风,斩杀了少数叙拉古人和科林斯人贡吉罗斯;但到了次日,吉利普斯便展现了军事经验的威力。因为他运用同样的兵器、骑兵和地形,却不照搬旧法,而是变换了阵形,击溃了雅典人;当雅典人逃回营垒后,他阻拦住叙拉古人,利用敌方搬运来的石料和木材,斜向修筑了一道横向反击墙,切断了雅典人的围困壁垒,以至于即便雅典人获胜也捞不到丝毫好处。 从此士气大振的叙拉古人不仅开始为战舰配备划手,而且凭借自身的骑兵和随从四处驰骋,俘获了许多敌兵。

§19.7

καὶ ὁ Γύλιππος ἐπιὼν ἐπὶ τὰς πόλεις αὐτὸς ἐξώρμα καὶ συνίστη πάντας ἐρρωμένως ὑπακούοντας αὐτῷ καὶ συλλαμβανομένους, ὥστε τὸν Νικίαν αὖθις εἰς ἐκείνους ἀποτρεπόμενον τοὺς πρώτους λογισμοὺς καὶ συμφρονοῦντα τὴν τῶν πραγμάτων μεταβολὴν ἀθυμεῖν, καὶ γράφειν τοῖς Ἀθηναίοις κελεύοντα πέμπειν ἕτερον στρατὸν ἢ καὶ τοῦτον ἀπαγαγεῖν ἐκ Σικελίας, αὑτῷ δὲ πάντως αἰτούμενον τῆς στρατηγίας ἄφεσιν διὰ τὴν νόσον.

吉利普斯本人则巡访各城邦,积极发动并团结所有人,众人皆坚决服从并全力协助,以至于尼基阿斯再次退回到当初那种悲观的盘算中,深感局势已然逆转而陷入沮丧,并致信雅典人,要求他们要么另派大军,要么将现有这支军队撤出西西里,而他自己则因重病在身,无论如何都坚决请求解除将领之职。

语法注2 条
  1. 19.2θέμενος ἐπὶ τοὺς Ἀθηναίους ὁ Γύλιππος τὰ ὅπλα

    军事熟语“θέσθαι τὰ ὅπλα”并非字面意义上的缴械投降,而是指重装步兵在保持战阵编队的同时将武器就地倚放、驻足戒备。在此处指吉利普斯在与雅典军对峙的位置整队停驻,随后派遣传令官。

  2. 19.6ὥστʼ αὐτοῖς μηδὲν εἶναι πλέον κρατοῦσιν

    此处为表示结果的连词“ὥστε”与惯用非人称表达“πλέον ἐστί τινι”(意为“对某人有利/有好处”)相结合的句式。现在分词“κρατοῦσιν”与与格代词“αὐτοῖς”构成同格,带有让步意味(“即便获胜”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg038.humanitext-grc2:19.1-19.7