- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg038.humanitext-grc2:1.1-1.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者向读者说明,自己绝非像蒂迈欧那样妄图与修昔底德和菲利斯托斯争胜而沦为拙劣,并阐述了本书的撰述方针:在简述前人既有成果之要点的同时,搜集被遗漏的史料以展现传主的品格与性情。
ἐπεὶ δοκοῦμεν οὐκ ἀτόπως τῷ Νικίᾳ τὸν Κράσσον παραβάλλειν, καὶ τὰ Παρθικὰ παθήματα τοῖς Σικελικοῖς, ὥρα παραιτεῖσθαι καὶ παρακαλεῖν ὑπὲρ ἐμοῦ τοὺς ἐντυγχάνοντας τοῖς συγγράμμασι τούτοις, ὅπως ἐπὶ ταῖς διηγήσεσιν αἷς Θουκυδίδης, αὐτὸς αὑτοῦ περὶ ταῦτα παθητικώτατος, ἐναργέστατος, ποικιλώτατος γενόμενος,1 ἀμιμήτως ἐξενήνοχε, μηδὲν ἡμᾶς ὑπολάβωσι πεπονθέναι Τιμαίῳ πάθος ὅμοιον, ὃς ἐλπίσας τὸν μὲν Θουκυδίδην ὑπερβαλεῖσθαι δεινότητι, τὸν δὲ Φίλιστον ἀποδείξειν παντάπασι φορτικὸν καὶ ἰδιώτην, διὰ μέσων ὠθεῖται τῇ ἱστορίᾳ τῶν μάλιστα κατωρθωμένων ἐκείνοις ἀγώνων καὶ ναυμαχιῶν καὶ δημηγοριῶν, οὐ μὰ Δία "παρὰ Λύδιον ἅρμα πεζὸς οἰχνεύων" ὥς φησι Πίνδαρος, ἀλλʼ ὅλως τις ὀψιμαθὴς καὶ μειρακιώδης φαινόμενος ἐν τούτοις, καὶ κατὰ τὸν Δίφιλον "παχύς, ὠνθυλευμένος στέατι Σικελικῷ,"
既然将克拉苏与尼基阿斯相比、将帕提亚的惨祸与西西里之难相对并不显得不妥,那么正该为我自己向阅读这些文字的人恳求与呼吁,切莫以为,对于修昔底德以无与伦比的方式所记述的那些叙事——他在叙述这些事时超越了平时的自我,达到了最富感染力、最生动、最多彩的境界——我竟然也抱有与蒂迈欧相似的心态。蒂迈欧指望在文辞力道上压倒修昔底德,并证明菲利斯托斯彻头彻尾是个庸俗而无能之辈,便以自己的历史叙述横冲直撞,硬挤进那两人描写得最成功的激战、海战和演说之中;指宙斯起誓,他绝非如品达所说的那样“徒步跟在吕底亚战车之旁”,而是在这些事上显露出完全是一个晚学而幼稚之徒,正如狄菲罗斯所言,是“塞满了西西里板油的肥蠢者”,并且许多地方滑落到了客那耳科斯〔的水准〕中。
πολλαχοῦ δʼ ὑπορρέων εἰς τὸν Ξέναρχον, ὥσπερ ὅταν λέγῃ τοῖς Ἀθηναίοις οἰωνὸν ἡγήσασθαι γεγονέναι2 τὸν ἀπὸ τῆς νίκης ἔχοντα τοὔνομα στρατηγὸν ἀντειπόντα πρὸς τὴν στρατηγίαν, καὶ τῇ περικοπῇ τῶν Ἑρμῶν προσημαίνειν αὐτοῖς τὸ δαιμόνιον, ὡς ὑπὸ Ἑρμοκράτους τοῦ Ἕρμωνος πλεῖστα πείσονται παρὰ τὸν πόλεμον· ἔτι δʼ εἰκὸς εἶναι τὸν Ἡρακλέα τοῖς μὲν Συρακουσίοις βοηθεῖν διὰ τὴν Κόρην, παρʼ ἧς ἔλαβε τὸν Κέρβερον, ὀργίζεσθαι δὲ τοῖς Ἀθηναίοις, ὅτι τοὺς Αἰγεστέας, ἀπογόνους ὄντας Τρώων, ἔσωζον, αὐτὸς δʼ ὑπὸ Λαομέδοντος ἀδικηθεὶς ἀνάστατον ἐποίησε τὴν πόλιν.
例如,他说自己认为那位名字源于“胜利”的将军反对受任将职对雅典人而言成了一个预兆;又说赫耳墨斯雕像的毁损是神明预示他们将在战争中遭受赫耳蒙之子赫耳莫克拉特斯带来的极惨损失;再者,赫拉克勒斯帮助叙拉古人是理所当然的,这是出于珀耳塞福涅的缘故,他曾自她那里得到刻耳柏洛斯;而他对雅典人发怒也是理所当然的,因为他们庇护了身为特洛伊人后裔的埃格斯塔人,而他自己当年曾遭拉俄墨冬亏待而毁掉了那座城。
ἀλλὰ τούτῳ μὲν ἴσως ἀπὸ τῆς αὐτῆς ἐμμελείας ταῦτά τε γράφειν ἐπῄει καὶ τὴν Φιλίστου διάλεκτον εὐθύνειν, καὶ τοῖς περὶ Πλάτωνα καὶ Ἀριστοτέλην λοιδορεῖσθαι· ἐμοὶ δʼ ὅλως μὲν ἡ περὶ λέξιν ἅμιλλα καὶ ζηλοτυπία πρὸς ἑτέρους μικροπρεπὲς φαίνεται καὶ σοφιστικόν, ἂν δὲ πρὸς τὰ ἀμίμητα γίγνηται, καὶ τελέως ἀναίσθητον.
然而,对蒂迈欧而言,写出这些东西、指责菲利斯托斯的用词、辱骂柏拉图和亚里士多德门下之人,或许都是出于同一种雅致品味而萌生的念头;但在我看来,在辞章上与他人竞逐争胜、怀抱嫉妒,总归是卑琐而诡辩的,倘若这又是针对那些不可企及的杰作,更是彻底的盲目愚顽。
ἃς γοῦν Θουκυδίδης ἐξήνεγκε πράξεις καὶ Φίλιστος,3 ἐπεὶ παρελθεῖν οὐκ ἔστι, μάλιστά γε δὴ τὸν τρόπον καὶ τὴν διάθεσιν τοῦ ἀνδρὸς ὑπὸ πολλῶν καὶ μεγάλων παθῶν καλυπτομένην περιεχούσας, ἐπιδραμὼν βραχέως καὶ διὰ τῶν ἀναγκαίων, ἵνα μὴ παντάπασιν ἀμελὴς δοκῶ καὶ ἀργὸς εἶναι, τὰ διαφεύγοντα τοὺς πολλούς, ὑφʼ ἑτέρων δʼ εἰρημένα σποράδην ἢ πρὸς ἀναθήμασιν ἢ ψηφίσμασιν εὑρημένα παλαιοῖς πεπείραμαι συναγαγεῖν, οὐ τὴν ἄχρηστον ἀθροίζων ἱστορίαν, ἀλλὰ τὴν πρὸς κατανόησιν ἤθους καὶ τρόπου παραδιδούς.
无论如何,对于修昔底德和菲利斯托斯所记载的那些事迹,既然无法完全略过不提——因为它们最深刻地蕴含了传主那被众多重大苦难所遮蔽的性情与品性——我便简要而仅取其必要之处一掠而过,免得显得完全怠惰荒疏;而对于常人所忽略的、由其他人零星道及的、或是在古代奉献物及法令中发现的事迹,我则尽力加以搜集,并不是为了堆积无用的历史掌故,而是为了传达有助于洞悉品德与性情的内容。
- 1.1αὐτὸς αὑτοῦ περὶ ταῦτα παθητικώτατος, ἐναργέστατος, ποικιλώτατος γενόμενος
最高级形容词与反身代词属格(αὑτοῦ)连用的习惯构词,意为“超越了他自己”或“达到了自身状态的顶峰”,而非与其他作者相比较。这表明在修昔底德自身的全部著作中,西西里远征的记述达到了他本人最富感染力、最生动和最多彩的极致水准。
- 1.3ὥσπερ ὅταν λέγῃ τοῖς Ἀθηναίοις οἰωνὸν ἡγήσασθαι γεγονέναι
在由 ὥσπερ ὅταν(正如当他说道……之时)引导的从属分句中,主述动词 λέγῃ 统领间接引语不定式 ἡγήσασθαι(其主语与 λέγῃ 同指蒂迈欧,并统领带与格 τοῖς Ἀθηναίοις 的宾格不定式结构 τὸν ... στρατηγὸν ἀντειπόντα ... γεγονέναι),并与后文的 προσημαίνειν 和 εἰκὸς εἶναι 保持并列,引出蒂迈欧在书中列举的一系列附会之谈。
- 1.5ἃς γοῦν Θουκυδίδης ἐξήνεγκε πράξεις καὶ Φίλιστος
先行词 πράξεις 被卷入关系代词从句(ἃς...)之内的先行词混入结构(incorporation)。从全句的长句结构来看,该关系从句前置,受到后续分词短语 περιεχούσας(修饰 πράξεις)的限定,并作为分词 ἐπιδραμών 的宾语,与主句谓语 πεπείραμαι συναγαγεῖν 形成对照。
