- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg038.humanitext-grc2:18.1-18.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
拉马科斯在决斗中战死,患病的尼基阿斯放火焚烧器械木材解救了营地;独自统军的尼基阿斯因胜势而麻痹轻敌,忽视了吉利普斯率援军的逼近。
ταῖς μὲν οὖν πλείσταις πράξεσι βιαζόμενος τὸ σῶμα παρῆν ὁ Νικίας· ἀκμὴν δέ ποτε τῆς ἀρρωστίας λαβούσης ὁ μὲν ἐν τείχεσι μετʼ ὀλίγων ὑπηρετῶν κατέκειτο, τὴν δὲ στρατιὰν ἔχων ὁ Λάμαχος προσεμάχετο τοῖς Συρακουσίοις ἐκ τῆς πόλεως τεῖχος ἀνάγουσι πρὸς τὸ τῶν Ἀθηναίων, ὃ κωλύσειν ἔμελλε διὰ μέσου τὸν ἀποτειχισμόν.
因此,在绝大多数行动中,尼基阿斯都勉力抱病亲临现场;但有一次当病情达到高潮时,他仅带少数随从在工事内躺卧养病,而拉马科斯则率军迎战叙拉古人,后者正从城中向雅典人的工事方向延伸筑墙,企图从中切断并阻碍围墙的封锁。
τῷ δὲ κρατεῖν τῶν Ἀθηναίων ἀτακτότερον φερομένων1 πρὸς τὰς διώξεις, ἀπομονωθεὶς ὁ Λάμαχος ὑπέστη τῶν Συρακουσίων τοὺς ἱππεῖς ἐπιφερομένους. ἦν δὲ πρῶτος αὐτῶν Καλλικράτης, ἀνὴρ πολεμικὸς καὶ θυμοειδής. πρὸς τοῦτον ἐκ προκλήσεως καταστὰς ὁ Λάμαχος ἐμονομάχησε, καὶ λαβὼν πληγὴν πρότερος, εἶτα δοὺς καὶ πεσὼν ὁμοῦ συναπέθανε τῷ Καλλικράτει.
由于雅典人在取胜后追击得过于混乱,拉马科斯陷入孤立,不得不迎击冲杀过来的叙拉古骑兵。骑兵中最先赶到的是卡利克拉特斯,此人生性好战且勇猛刚烈。拉马科斯在应战对决中与他单挑,先受创伤,继而反手回击,随即倒地,与卡利克拉特斯双双毙命。
καὶ τὸ μὲν σῶμα κρατήσαντες αὐτοῦ μετὰ τῶν ὅπλων ἐξῆραν οἱ Συρακούσιοι, δρόμῳ δʼ ἐφέροντο πρὸς τὰ τείχη τῶν Ἀθηναίων, ἐν οἷς ὁ Νικίας ἦν οὐκ ἔχων τοὺς βοηθοῦντας. ὅμως δʼ ὑπὸ τῆς ἀνάγκης ἐξαναστὰς καὶ κατιδὼν τὸν κίνδυνον ἐκέλευσε τοὺς καθʼ ἑαυτόν, ὅσα ξύλα πρὸ τῶν τειχῶν ἐτύγχανεν εἰς μηχανὰς παραβεβλημένα, καὶ τὰς μηχανὰς αὐτὰς2 πῦρ κομίσαντας ἅψαι. τοῦτο τοὺς Συρακουσίους ἐπέσχε καὶ τὸν Νικίαν ἔσωσε καὶ τὰ τείχη καὶ τὰ χρήματα τῶν Ἀθηναίων· φλόγα γὰρ ἀρθεῖσαν διὰ μέσου πολλὴν ἰδόντες ἀπετράπησαν οἱ Συρακούσιοι.
叙拉古人夺取了他的遗体连同其甲胄一并带走,随即飞奔扑向雅典人的营垒城墙,此时尼基阿斯身处营中,并无援兵护卫。然而在情急之下,他带病起身,察觉到眼前的险情,便命令身边的侍从取火点燃营墙前原本为攻城器械堆放的一切木材以及器械本身。这阻挡住了叙拉古人,挽救了尼基阿斯本人、城墙工事以及雅典人的财物;因为看见中间升腾起冲天大火,叙拉古人便转身退去。
τούτων δὲ πραχθέντων ἀπολέλειπτο μὲν ὁ Νικίας μόνος τῶν στρατηγῶν, ἦν δʼ ἐλπίδος μεγάλης. καὶ γὰρ πόλεις μεθίσταντο καὶ πλοῖα μεστὰ σίτου πολλαχόθεν ἦλθεν εἰς τὸ στρατόπεδον, τοῖς πράγμασιν εὖ φερομένοις πάντων προστιθεμένων. καὶ λόγοι τινὲς ἤδη παρὰ τῶν Συρακουσίων ἐγίνοντο περὶ συμβάσεως πρὸς αὐτόν, ἀπεγνωκότων τὴν πόλιν.
经此一役,尼基阿斯成了硕果仅存的将领,但他满怀巨大的希望。事实上,各城邦纷纷倒戈归附,装满粮食的船只从四面八方汇聚到军营中,因为世人皆愿依附于顺遂的事业。由于对保卫自己的城池已感到绝望,叙拉古人方面也已经开始与他商议有关媾和的条件。
ὅπου καὶ Γύλιππος3 ἐκ Λακεδαίμονος πλέων βοηθὸς αὐτοῖς, ὡς ἤκουσε κατὰ πλοῦν τὸν ἀποτειχισμὸν καὶ τὰς ἀπορίας, οὕτως ἔπλει τὸ λοιπὸν ὡς ἐχομένης μὲν ἤδη τῆς Σικελίας, Ἰταλιώταις δὲ τὰς πόλεις διαφυλάξων, εἰ καὶ τοῦτό πως ἐγγένοιτο. μεγάλη γὰρ ἡ δόξα διεφοίτα τοῦ κρατεῖν πάντα τοὺς Ἀθηναίους καὶ στρατηγὸν ἔχειν ἄμαχον διʼ εὐτυχίαν καὶ φρόνησιν.
局势甚至到了这种地步:就连从拉刻代蒙率船前来增援他们的吉利普斯,在航行途中听闻围墙工事与叙拉古的窘境后,在余下的航程中也是抱着西西里已经陷落的心态前行,只求在可能的情况下竭力为意大利希腊人保全诸城。因为当时到处盛传雅典人已掌控全盘局势,且拥有一位因福运与智谋而不可战胜的将帅。
ὁ δὲ Νικίας εὐθὺς αὐτὸς καὶ παρὰ φύσιν ὑπὸ τῆς ἐν τῷ παρόντι ῥώμης καὶ τύχης ἀνατεθαρρηκώς, μάλιστα δὲ τοῖς ἐκ Συρακουσῶν διαλεγομένοις κρύφα καὶ πέμπουσι πρὸς αὐτὸν ὅσον οὔπω τὴν πόλιν ἐνδίδοσθαι κατὰ συμβάσεις νομίζων, οὐδένα τοῦ Γυλίππου λόγον ἔσχε προσπλέοντος, οὐδὲ φυλακὴν ἐποιήσατο καθαράν, ἀλλὰ τῷ παντελῶς ὑπερορᾶσθαι καὶ καταφρονεῖσθαι λαθὼν αὐτὸν4 ὁ ἀνὴρ εἰσέπλευσε διὰ πορθμοῦ, καὶ προσκομισθεὶς ἀπωτάτω τῶν Συρακουσῶν στρατιὰν συνηγάγετο πολλήν, οὐδʼ εἰ πάρεστι τῶν Συρακουσίων ἐπισταμένων οὐδὲ προσδοκώντων.
然而,尼基阿斯立刻一反常态,受到当下的权势与好运所鼓舞,特别是由于深信那些暗中联络并向他派遣使者的叙拉古人即将依约献城,便根本不把来航的吉利普斯放在眼里,也没有设置严密的戒备。正因被彻底轻蔑与忽视,此人避开了尼基阿斯的耳目,穿过海峡扬帆而过,并在远离叙拉古的最远端登陆,集结起一支庞大的军队,而叙拉古人既不知道他已来到,也对此毫无预料。
διὸ καὶ παρήγγελτο μὲν αὐτοῖς ἐκκλησία περὶ τῶν πρὸς τὸν Νικίαν ὁμολογιῶν, καί τινες ἐβάδιζον ἤδη, πρὶν ἢ παντελῶς ἀποτειχισθῆναι τὴν πόλιν οἰόμενοι δεῖν γενέσθαι τὰς διαλύσεις· βραχὺ γὰρ ἦν κομιδῇ τὸ ἀπολειπόμενον τοῦ ἔργου, καὶ τοῦτο παραβεβλημένην εἶχε τὴν παρασκευὴν τῆς τειχοδομίας σύμπασαν.
因此,叙拉古人甚至已经通告召开关于与尼基阿斯达成协定的公民大会,有些人已经在前去参会的路上,认为必须在整座城市被彻底围困之前达成和解;因为那项工程所残留未完的部分极其有限,且修筑这部分墙垣的全部工事物资均已就绪。
- 18.2τῷ δὲ κρατεῖν τῶν Ἀθηναίων ἀτακτότερον φερομένων
定冠词不定式 τῷ κρατεῖν 作原因与格(“由于取胜”),与随后的属格独立结构 τῶν Ἀθηναίων... φερομένων(“由于雅典人……混乱地冲杀”)相结合,表达“雅典人在得胜之后过于紊乱地追击”。
- 18.3ὅσα ξύλα πρὸ τῶν τειχῶν ἐτύγχανεν εἰς μηχανὰς παραβεβλημένα, καὶ τὰς μηχανὰς αὐτάς
先行词 ξύλα 被吸纳入关系从句 ὅσα ξύλα... 中(先行词的并入),并与随后的 καὶ τὰς μηχανὰς αὐτάς 构成并列,共同作为不定式 ἅψαι(由 ἐκέλευσε 支配)的复合宾语。
- 18.5ὅπου καὶ Γύλιππος
ὅπου 在此处并非指具体的空间地点,而是引申为表示程度或境况的连词(类似于“以至于到了……的地步”),用吉利普斯的消极态度作为例证,来承接并凸显前文所述雅典人声势之浩大。
- 18.6ἀλλὰ τῷ παντελῶς ὑπερορᾶσθαι καὶ καταφρονεῖσθαι λαθὼν αὐτὸν
τῷ... ὑπερορᾶσθαι καὶ καταφρονεῖσθαι 是带冠词的被动态不定式,作原因或手段与格(“由于被彻底忽视和藐视”)。它交代了吉利普斯(ὁ ἀνήρ)之所以能够避开尼基阿斯的注意而航入海峡(λαθὼν αὐτὸν εἰσέπλευσε)的原因。
