← 普鲁塔克

尼西阿斯传

§17.1-17.5

攻占埃皮波莱与修筑叙拉古围墙

尼基阿斯迅速稳妥地挥师攻克埃皮波莱,尽管身患严重肾病,仍几乎彻底完成了包围叙拉古的庞大工程,在神明与命运作梗之前,雅典军队连战皆捷,胜绩甚至超过了欧里庇得斯挽歌中所歌颂的八次。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§17.1

ὡς δʼ οὖν ἐκίνησε τὴν στρατιὰν πάλιν ἐπὶ τὰς Συρακούσας, οὕτως ἐστρατήγησε καὶ μετὰ τοσαύτης ὀξύτητος ἅμα καὶ ἀσφαλείας ἐπῆλθεν, ὥστε λαθεῖν μὲν εἰς Θάψον ταῖς ναυσὶ προσμίξας καὶ ἀποβάς, φθάσαι δὲ τὰς Ἐπιπολὰς κατασχών,1 τῶν δὲ προσβοηθούντων λογάδων κρατήσας ἑλεῖν μὲν τριακοσίους, τρέψασθαι δὲ καὶ τὴν ἵππον τῶν πολεμίων ἄμαχον εἶναι δοκοῦσαν.

但无论如何,当他再次挥师开向叙拉古时,他运用了如此高超的统帅之术,行军兼具迅疾与稳妥,以致乘船秘密抵达萨普索斯并完成登陆,抢先占领了埃皮波莱,击溃赶来救援的精锐部队并歼灭三百人,甚至击溃了被认为不可战胜的敌方骑兵。

§17.2

ὃ δὲ πάντων μάλιστα καὶ Σικελιώτας ἐξέπληξε καὶ τοῖς Ἕλλησιν ἀπιστίαν παρέσχεν, ὀλίγῳ χρόνῳ περιετείχισε Συρακούσας, πόλιν Ἀθηνῶν οὐκ ἐλάττονα, δυσεργοτέραν δὲ χωρίων ἀνωμαλίαις καὶ θαλάσσῃ γειτνιώσῃ καὶ παρακειμένοις ἕλεσι τεῖχος κύκλῳ περὶ αὐτὴν τοσοῦτον ἀγαγεῖν.2

而最令西西里希腊人震惊、并让希腊本土之人难以置信的是,他在短时间内便将叙拉古用围墙封锁起来;这座城市绝不小于雅典,且由于地形的起伏、毗邻的大海以及附近的沼泽,要环绕它修筑如此巨大的城墙难度更大。

§17.3

ἀλλὰ τοῦτʼ ἐξεργάσασθαι μικρὸν ἐδέησε τοῦ παντὸς ἄνθρωπος οὐδʼ ὑγιαίνοντι χρώμενος ἑαυτῷ πρὸς τοσαύτας φροντίδας, ἀλλὰ νόσον νοσῶν νεφρῖτιν, ἧς τὸ μὴ προσεκπονηθὲν λεῖμμα ποιεῖσθαι δίκαιόν ἐστι.3 θαυμάζω δὲ τοῦ στρατηγοῦ τὴν ἐπιμέλειαν καὶ τὴν τῶν στρατιωτῶν ἀνδραγαθίαν ἐν οἷς κατώρθουν.

然而,一个连健康的体魄都无法用来应对如此繁重操劳、反而患有肾病的人,差一点就将这全盘工程彻底完成;将那未能最终完工的残存部分归咎于这种疾病是完全合情合理的。我对这位将领的周密谋划以及士兵们在取得成功时所表现出的英勇深表赞叹。

§17.4

ὁ μὲν γὰρ Εὐριπίδης μετὰ τὴν ἧτταν αὐτῶν καὶ τὸν ὄλεθρον γράφων ἐπικήδειον ἐποίησεν· "οἵδε Συρακοσίους ὀκτὼ νίκας ἐκράτησαν4 ἄνδρες, ὅτʼ ἦν τὰ θεῶν ἐξ ἴσου ἀμφοτέροις·"

因为欧里庇得斯在他们惨败覆灭之后所作的挽歌中写道: “此辈勇士曾八度战胜叙拉古人, 彼时神明的眷顾尚且平等施于双方。

§17.5

οὐκ ὀκτὼ δὲ νίκας, ἀλλὰ πλείονας ἄν τις εὕροι Συρακουσίους νενικημένους ὑπʼ αὐτῶν, πρὶν ἐκ θεῶν ὄντως ἢ τύχης ἀντίστασίν τινα γενέσθαι τοῖς Ἀθηναίοις ἐπὶ πλεῖστον αἰρομένοις δυνάμεως.

” 但人们会发现,在神明或命运真正对如日中天的雅典人降下阻难之前,叙拉古人被他们击败的次数绝非仅仅八次,而是更多。

语法注4 条
  1. 17.1λαθεῖν μὲν εἰς Θάψον ταῖς ναυσὶ προσμίξας καὶ ἀποβάς, φθάσαι δὲ τὰς Ἐπιπολὰς κατασχών

    此处并列了两个接分词的特殊动词句式:λανθάνω 接分词(意为“不被察觉地做……”)与 φθάνω 接分词(意为“抢先做……”),二者均作为不定式(λαθεῖν, φθάσαι)受 ὥστε 支配。实际的动作重心由分词(προσμίξας, ἀποβάς, κατασχών)承载,而主动词则起着副词性修饰作用(秘密地、抢先)。

  2. 17.2δυσεργοτέραν δὲ χωρίων ἀνωμαλίαις καὶ θαλάσσῃ γειτνιώσῃ καὶ παρακειμένοις ἕλεσι τεῖχος κύκλῳ περὶ αὐτὴν τοσοῦτον ἀγαγεῖν

    宾格 δυσεργοτέραν 与前面的 πόλιν Ἀθηνῶν οὐκ ἐλάττονα 并列作同位性修饰。不定式短语 τεῖχος... ἀγαγεῖν 起说明性(epexegetic)作用,界定比较级形容词 δυσεργοτέραν(“要围绕其修建如此大的城墙更为困难”);三个原因与格(χωρίων ἀνωμαλίαις、θαλάσσῃ γειτνιώσῃ、παρακειμένοις ἕλεσι)说明了该困难的来源。

  3. 17.3ἧς τὸ μὴ προσεκπονηθὲν λεῖμμα ποιεῖσθαι δίκαιόν ἐστι

    关系代词 ἧς 为所有格,指代前文的阴性先行词 νόσον(肾病),作原因或领属性属格。它与 ποιεῖσθαι λεῖμμα(视作……的残留/结果)搭配,意为“将那未竟的残余部分归咎于该疾病是合乎情理的”。

  4. 17.4οἵδε Συρακοσίους ὀκτὼ νίκας ἐκράτησαν

    动词 κρατέω 通常接属格表示被战胜的对象,但此处作为诗歌用语采用了双宾格构词:直接宾格 Συρακοσίους 与同族/结果之内在宾格 ὀκτὼ νίκας 并用,意为“在八次胜利中击败了叙拉古人”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg038.humanitext-grc2:17.1-17.5