- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg038.humanitext-grc2:16.1-16.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
尼基阿斯运用计策调虎离山引出叙拉古全军,抢占要地并在交战中获胜,但他未能趁胜追击,反因顾忌劫掠神庙而撤兵冬营,致使敌军重整旗鼓,因而饱受各方指责。
τοῦ δὲ θέρους διελθόντος, ἐπεὶ τοὺς Συρακουσίους ἐπυνθάνετο προτέρους ἐπʼ αὐτοὺς ἀφίξεσθαι τεθαρρηκότας, οἱ δʼ ἱππεῖς ὕβρει προσελαύνοντες ἤδη πρὸς τὸ στρατόπεδον ἠρώτων εἰ Καταναίοις συνοικήσοντες ἢ Λεοντίνους κατοικιοῦντες ἥκουσι, μόλις ὁ Νικίας ὥρμησε πλεῖν ἐπὶ Συρακούσας.
夏天过去后,当尼基阿斯获知叙拉古人士气大振将先发制人前来进攻他们,而敌方骑兵已经傲慢地驰马逼近营地,询问他们究竟是来与卡塔纳人同居,还是来重新安置莱翁蒂尼人时,他这才勉强动身航向叙拉古。
καὶ βουλόμενος ἀδεῶς καὶ καθʼ ἡσυχίαν ἱδρῦσαι τὸν στρατόν, ὑπέπεμψεν ἄνθρωπον ἐκ Κατάνης κελεύοντα τοὺς Συρακουσίους, εἰ βούλονται λαβεῖν ἔρημον ἀνδρῶν τὸ στρατόπεδον καὶ τὰ ὅπλα τῶν Ἀθηναίων, ἐν ἡμέρᾳ ῥητῇ πρὸς Κατάνην πανστρατιᾷ παραγενέσθαι, τῶν δʼ Ἀθηναίων ἐν τῇ πόλει τὰ πλεῖστα διατριβόντων ἐγνωκέναι τοὺς Συρακουσίων φίλους, ὅταν ἐκείνους προσιόντας αἴσθωνται, τάς τε πύλας καταλαμβάνειν ἅμα καὶ τὸν ναύσταθμον ὑποπιμπράναι· πολλοὺς δὲ εἶναι τοὺς συνεστῶτας ἤδη καὶ τὴν ἐκείνων περιμένοντας ἄφιξιν.
由于他希望在没有威胁且从容不迫的情况下安营扎寨,便从卡塔纳秘密派遣一人前去告知叙拉古人:如果他们想要夺取空无一人的雅典军营和武器,就应在约定之日倾全军开赴卡塔纳;因为雅典军大多在城内盘桓,叙拉古的支持者们已下定决心,一旦察觉他们接近,便同时占领城门并放火焚烧船坞;且结成秘密同盟以等待他们到来的已有多人。
τοῦτʼ ἄριστα Νικίας ἐστρατήγησε περὶ Σικελίαν. πανστρατιᾷ γὰρ ἐξαγαγὼν τοὺς πολεμίους καὶ τὴν πόλιν ὁμοῦ τι ποιήσας ἔρημον ἀνδρῶν, αὐτὸς ἐκ Κατάνης ἀναχθεὶς τῶν τε λιμένων ἐκράτησε καὶ τῷ στρατοπέδῳ κατέλαβε χώραν, ὅθεν ἥκιστα βλαπτόμενος οἷς ἐλείπετο τῶν πολεμίων,1 ἤλπιζεν ἐξ ὧν ἐθάρρει πολεμήσειν ἀκωλύτως.
这是尼基阿斯在西西里最卓越的一次统帅用兵。因为他将敌军倾城引出,使该城几乎空无一人,自己却从卡塔纳起航,控制了诸港口,并为军营占领了一处阵地;从那里,他在落后于敌军的方面受损极小,而在满怀信心的方面则有望畅行无阻地交战。
ἐπεὶ δʼ ἀναστρέψαντες ἐκ Κατάνης οἱ Συρακούσιοι παρετάξαντο πρὸ τῆς πόλεως, ἐπαγαγὼν ταχὺ τοὺς Ἀθηναίους ἐκράτησε. καὶ πολλοὺς μὲν οὐκ ἀπέκτεινε τῶν πολεμίων· οἱ γὰρ ἱππεῖς ἐμποδὼν ἐγένοντο τῇ διώξει· τοῦ δὲ ποταμοῦ διαφθείρων καὶ ἀποκόπτων τὰς γεφύρας, παρέσχεν Ἑρμοκράτει λέγειν παραθαρρύνοντι τοὺς Συρακουσίους ὅτι γελοῖός ἐστιν ὁ Νικίας, ὅπως οὐ μαχεῖται στρατηγῶν,2 ὥσπερ οὐκ ἐπὶ μάχῃ πεπλευκώς.
当叙拉古人从卡塔纳折返并在城前列阵时,尼基阿斯迅速率领雅典人进击并大获全胜。但他并未斩杀众多敌军,因为敌军骑兵阻碍了追击;而且他破坏并切断了河流上的桥梁,这给埃尔莫克拉特斯在鼓舞叙拉古人时留下了话柄,说尼基阿斯十分可笑,身为统帅却在谋划着如何不战,倒好像他并不是为了战斗而航海前来的。
οὐ μὴν ἀλλὰ φόβον τε καὶ κατάπληξιν ἰσχυρὰν ἐνειργάσατο τοῖς Συρακουσίοις, ὥστʼ ἀντὶ τῶν ὄντων τότε πεντεκαίδεκα στρατηγῶν ἑτέρους ἑλέσθαι τρεῖς, οἷς πίστιν ἔδωκεν ὁ δῆμος διʼ ὅρκων, ἦ μὴν ἐάσειν ἄρχειν αὐτοκράτορας.
尽管如此,他依然给叙拉古人带来了巨大的恐慌与震慑,以至于他们不再任用当时的十五位统帅,而另选出三人,民众并以誓言向他们担保,必定让他们拥有全权进行统率。
τοῦ δʼ Ὀλυμπιείου πλησίον ὄντος ὥρμησαν οἱ Ἀθηναῖοι καταλαβεῖν, πολλῶν ὄντων ἐν αὐτῷ χρυσῶν καὶ ἀργυρῶν ἀναθημάτων. ὁ δὲ Νικίας ἐπίτηδες ἀναβαλλόμενος ὑστέρησε καὶ περιεῖδε φρουρὰν εἰσελθοῦσαν παρὰ τῶν Συρακουσίων, ἡγούμενος, ἐὰν τὰ χρήματα διαρπάσωσιν οἱ στρατιῶται, τὸ μὲν κοινὸν οὐκ ὠφεληθήσεσθαι, τὴν δʼ αἰτίαν αὐτὸς ἕξειν τοῦ ἀσεβήματος.
由于奥林匹亚神庙近在咫尺,雅典人便急于前去占领,因为其中有许多金银奉献品。但尼基阿斯故意迁延而迟至,坐视叙拉古人派出的驻军入内,因为他认为,倘若士兵洗劫了财物,公家得不到任何益处,而亵渎神明的罪名却将由他自己承担。
τῇ δὲ νίκῃ περιβοήτῳ γενομένῃ χρησάμενος εἰς οὐδέν, ὀλίγων ἡμερῶν διαγενομένων αὖθις ἀνεχώρησεν εἰς Νάξον, κἀκεῖ διεχείμασε, πολλὰ μὲν ἀναλίσκων στρατιᾷ τοσαύτῃ, πράττων δὲ μικρὰ πρὸς Σικελούς τινας ἀφισταμένους πρὸς αὐτόν, ὥστε τοὺς Συρακουσίους αὖθις ἀναθαρρήσαντας ἐξελάσαι πρὸς Κατάνην καὶ τήν τε χώραν τεμεῖν καὶ τὸ στρατόπεδον κατακαῦσαι τῶν Ἀθηναίων.
虽然取得了这场声名赫赫的胜利,他却没有加以任何利用,过了数日便又退往纳克索斯并在那里过冬;他为这样一支庞大的军队耗费巨资,却只在争取某些倒向他的西库尔人方面取得了微小的成效,以致叙拉古人重拾信心,出兵直逼卡塔纳,不仅蹂躏了乡村,还焚毁了雅典人的营地。
ἃ δὴ πάντες ᾐτιῶντο τὸν Νικίαν,3 ὡς ἐν τῷ διαλογίζεσθαι καὶ μέλλειν καὶ φυλάττεσθαι τὸν τῶν πράξεων ἀπολλύντα καιρόν· ἐπεὶ τάς γε πράξεις οὐδεὶς ἂν ἐμέμψατο4 τοῦ ἀνδρός· ὁρμήσας γὰρ ἦν ἐνεργὸς καὶ δραστήριος, τολμῆσαι δὲ μελλητὴς καὶ ἄτολμος.
为此所有人都在责怪尼基阿斯,认为他正是在盘算、迟疑与戒备之中丧失了行动的时机;因为事实上谁也无法指责该人的实际行动,他一旦投入行动便积极而果敢,但在敢于决断方面却迟疑而怯懦。
- 16.3οἷς ἐλείπετο τῶν πολεμίων
关系代名词 οἷς 用作限定或限制与格(“在……方面”),其先行词由上下文隐含(主要指骑兵力量),意为“在逊色于敌军的方面”。
- 16.4ὅπως οὐ μαχεῖται στρατηγῶν
ὅπως 搭配直陈式将来时(μαχεῖται)构成努力或企图从句(“筹划着如何不战”)。与分词 στρατηγῶν 连用,是埃尔莫克拉特斯讽刺尼基阿斯身为统帅却煞费苦心去回避战斗。
- 16.8ἃ δὴ πάντες ᾐτιῶντο τὸν Νικίαν
中性复数宾格关系代词 ἃ 用作 αἰτιάομαι 的内宾格(事由宾格),与人身宾格 τὸν Νικίαν 构成双宾格结构(“正是为了这些事,人人都责怪尼基阿斯”)。接续的 ὡς ... ἀπολλύντα 则由表示主观理由的 ὡς 配合与尼基阿斯同格的宾格分词,说明指责的具体内容。
- 16.8ἐπεὶ τάς γε πράξεις οὐδεὶς ἂν ἐμέμψατο
ἐπεί 在此处充当确认或限制性连词(“因为事实上……”)。ἂν 搭配不定过去直陈式 ἐμέμψατο 构成非真实条件推测(过去潜在),意为“因为实际上无人能够非难该人实际付诸的行动”。
