← 普鲁塔克

尼西阿斯传

§15.1-15.4

尼基阿斯独揽军权与屡失战机

阿尔西比亚德斯离去后,尼基阿斯独揽大权,压制了清贫而勇武的同僚拉马库斯;他一味谨小慎微、拖延进军,致使屡失战机并遭敌轻视,最终除攻占许卡拉外毫无作为,只得撤兵返回卡塔纳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15.1

ἀποπλεύσαντος δὲ τοῦ Ἀλκιβιάδου μετʼ ὀλίγον ἐκ Σικελίας, τὸ πᾶν ἤδη κράτος ὁ Νικίας ἔσχεν. ὁ δὲ Λάμαχος ἦν μὲν ἀνδρώδης καὶ δίκαιος ἀνὴρ καὶ τῇ χειρὶ χρώμενος ἀφειδῶς κατὰ τὰς μάχας, πένης δὲ τοσοῦτον καὶ λιτὸς ὥστε καθʼ ἑκάστην στρατηγίαν ἀπολογίζεσθαι τοῖς Ἀθηναίοις μικρὸν ἀργύριον εἰς ἐσθῆτα καὶ κρηπῖδας ἑαυτῷ.1

不久之后,阿尔西比亚德斯乘船离开西西里,尼基阿斯便掌握了全权。拉马库斯本是一位勇猛正直的人,在战斗中毫不吝惜体力奋力冲杀,但他却贫穷简朴到如此地步,以至于每次出任统帅,都要向雅典人报销一小笔钱用于自己的衣履。

§15.2

τοῦ δὲ Νικίου καὶ διὰ τἆλλα μέγας ἦν καὶ διὰ τὸν πλοῦτον καὶ διὰ τὴν δόξαν ὁ ὄγκος. λέγεται δʼ ἐν τῷ στρατηγίῳ ποτὲ βουλευομένων τι κοινῇ τῶν συναρχόντων, κελευσθεὶς ὑπʼ αὐτοῦ πρῶτος εἰπεῖν γνώμην Σοφοκλῆς ὁ ποιητὴς ὡς πρεσβύτατος ὢν τῶν συστρατήγων, ἐγώ, φάναι, παλαιότατος εἰμί, σὺ δὲ πρεσβύτατος.2

而尼基阿斯的气派,既因其他诸项特质,也因其财富与声望而显得极其崇隆。据说有一次,诸位同僚在将帅厅中共同商议事务时,诗人索福克勒斯因为是同僚统帅中最年长的一位,被他吩咐首先发表意见,索福克勒斯便说道: “在年岁上我最老,但在尊贵上你为首。”

§15.3

οὕτω δὴ καὶ τότε τὸν Λάμαχον ἄγων ὑφʼ ἑαυτῷ στρατηγικώτερον ὄντα, καὶ χρώμενος εὐλαβῶς καὶ διὰ μελλήσεως ἀεὶ τῇ δυνάμει, πρῶτον μὲν ἀπωτάτω τῶν πολεμίων ἐκπεριπλέων Σικελίαν θάρσος ἔδωκεν αὐτοῖς, ἔπειτα προσβαλὼν Ὕβλῃ, πολιχνίῳ μικρῷ, καὶ πρὶν ἑλεῖν ἀποστάς, κομιδῇ κατεφρονήθη.

正是如此,当时尼基阿斯也把在将才上胜过自己的拉马库斯置于自己麾下管束,并始终谨小慎微、拖延迁延地使用军队;他首先是在远离敌人的最远处环游西西里,从而让敌人树立了信心;接着他进攻小城镇许布拉,却在尚未攻陷之前就退兵了,结果遭到了彻底的鄙视。

§15.4

καὶ τέλος εἰς Κατάνην ἀπῆλθε πράξας οὐδὲν ἢ καταστρεψάμενος Ὕκκαρα,3 βαρβαρικὸν χωρίον, ὅθεν λέγεται καὶ Λαΐδα τὴν ἑταίραν ἔτι κόρην ἐν τοῖς αἰχμαλώτοις πραθεῖσαν εἰς Πελοπόννησον κομισθῆναι.

最终,他除了攻陷一座蛮族要塞许卡拉之外一事无成地退回卡塔纳;据说名妓拉伊丝当时还是个少女,就是从该地混在俘虏之中被变卖并带往伯罗奔尼撒的。

语法注3 条
  1. 15.1ἀπολογίζεσθαι τοῖς Ἀθηναίοις μικρὸν ἀργύριον εἰς ἐσθῆτα καὶ κρηπῖδας ἑαυτῷ

    不定式 ἀπολογίζεσθαι 意为“报账”、“申报结算”。与格 τοῖς Ἀθηναίοις 表示申报的对象(向雅典人),宾格 μικρὸν ἀργύριον 为直接宾语,介词短语 εἰς ἐσθῆτα καὶ κρηπῖδας 表示款项用途,与格 ἑαυτῷ 表示受益者。

  2. 15.2ἐγώ, φάναι, παλαιότατος εἰμί, σὺ δὲ πρεσβύτατος

    不定式 φάναι 依赖于上文的 λέγεται,作为插入语引出直接引语。此处巧妙回应了前文的 ὡς πρεσβύτατος ὢν,形成了词义的双关对比:παλαιός 强调生理岁数之老(“年岁最长”),而 πρέσβυς 则含有尊贵、地位与威信之意(“地位最高/最尊贵者”)。

  3. 15.4πράξας οὐδὲν ἢ καταστρεψάμενος Ὕκκαρα

    这是省去了 ἄλλο 的惯用句式 οὐδὲν ἤ(源自 οὐδὲν ἄλλο ἤ,意为“除……之外什么也没有”)。分词 πράξας 与 καταστρεψάμενος 修饰主动词 ἀπῆλθε,表示伴随状态,意为“除了征服许卡拉之外一事无成地退去”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg038.humanitext-grc2:15.1-15.4