← 普鲁塔克

尼西阿斯传

§14.1-14.6

尼基阿斯的消极指挥与俘获名册

尼基阿斯坚持消极谨慎的进军方案,并在阿尔西比亚德斯被召回后延误战机、挫伤士气。雅典侦察队缴获了叙拉古人的兵籍名册木板,占卜官们因而担忧这便是神谕所预言的“擒获全体叙拉古人”的应验。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.1

τὸ μὲν οὖν ἐναντιωθῆναι ψηφιζομένῃ τῇ στρατείᾳ τὸν Νικίαν, καὶ μήθʼ ὑπʼ ἐλπίδων ἐπαρθέντα μήτε πρὸς τὸ τῆς ἀρχῆς μέγεθος ἐκπλαγέντα μεταθέσθαι τὴν γνώμην, ἀνδρὸς ἦν χρηστοῦ καὶ σώφρονος·1 ἐπεὶ δʼ οὔτε τοῦ πολέμου τὸν δῆμον ἀποτρέψαι πειρώμενος οὔθʼ αὑτὸν ἐξελέσθαι τῆς στρατηγίας δεόμενος ἴσχυσεν, ἀλλʼ ὥσπερ ἀράμενος καὶ φέρων αὐτὸν ὁ δῆμος ἐπέθηκε τῇ δυνάμει στρατηγόν, οὐδεὶς ἔτι καιρὸς ἦν τῆς πολλῆς εὐλαβείας καὶ μελλήσεως, ὥστε παιδὸς δίκην ἀπὸ τῆς νεὼς ὀπίσω βλέποντα καὶ τὸ μὴ κρατηθῆναι τοῖς λογισμοῖς ἀναλαμβάνοντα καὶ στρέφοντα πολλάκις ἐναμβλῦναι καὶ τοὺς συνάρχοντας αὐτῷ καὶ τὴν ἀκμὴν διαφθεῖραι τῶν πράξεων,2 ἀλλʼ εὐθὺς ἔδει τοῖς πολεμίοις ἐμφύντα καὶ προσκείμενον ἐλέγχειν τὴν τύχην ἐπὶ τῶν ἀγώνων.

因此,尼基阿斯在表决远征时表示反对,既未因希望而狂喜,也未因统帅权之巨大而眩惑以致改变主张,这实为良善而慎重之人所为;然而,当他既未能劝阻民众放弃战争,也未能通过恳求使自己卸去将权,反倒是民众如抬如扛一般将他立为全军统帅之后,便再无理由进行过度的谨慎与迟疑,以致于如同孩童一般从船上频频回顾,反反复复咀嚼与颠倒自己并非在论理上被击败的事实,从而挫伤了与他共掌权柄的同僚的锐气,毁掉了行动的最佳时机;相反,他本应立即向敌人猛扑上去,步步紧逼,在实战交锋中检验命运。

§14.3

ὁ δέ, Λαμάχου μὲν ἄντικρυς ἀξιοῦντος πλεῖν ἐπὶ Συρακούσας καὶ μάχην ἔγγιστα τῆς πόλεως τιθέναι, Ἀλκιβιάδου δὲ τὰς πόλεις ἀφιστάναι Συρακουσίων, εἶθʼ οὕτως ἐπʼ αὐτοὺς βαδίζειν, τὰ ἐναντία λέγων καὶ κελεύων ἀτρέμα παρὰ τὴν Σικελίαν κομιζομένους καὶ περιπλέοντας ἐπιδείξασθαι τὰ ὅπλα καὶ τὰς τριήρεις, εἶτʼ ἀποπλεῖν Ἀθήναζε μικρὸν τῆς δυνάμεως Αἰγεστεῦσιν ἀπαρξαμένους, αὐτίκα τε τὴν γνώμην ὑπεξέλυσε καὶ κατέβαλε τὸ φρόνημα τῶν ἀνδρῶν.

然而,当拉马库斯直截了当地主张直扑叙拉古并在距该城最近处决战,阿尔西比亚德斯主张策动各城邦脱离叙拉古人然后再向他们进军时,尼基阿斯却唱反调,指令他们沿着西西里海岸悄然航行并环岛周游,展示武器与战船,在向埃盖斯塔人提供极少一部分军力后便启航返回雅典;他这一番举动立时瓦解了众人的决心,挫伤了将士的气概。

§14.4

καὶ μετʼ ὀλίγον χρόνον Ἀλκιβιάδην Ἀθηναίων μεταπεμψαμένων εἰς κρίσιν, λόγῳ μὲν ἀποδειχθεὶς δεύτερος ἡγεμών, δυνάμει δὲ μόνος ὤν, οὐκ ἐπαύσατο καθήμενος ἢ περιπλέων ἢ βουλευόμενος, πρὶν ἐγγηρᾶσαι μὲν αὐτῷ τὴν ἀκμὴν τῆς ἐλπίδος, ἐκρυῆναι δὲ τῶν πολεμίων τὸ θάμβος3 καὶ τὸν φόβον ὃν ἡ πρώτη παρέθηκεν αὐτοῖς ὄψις τῶν δυνάμεων.

不久之后,雅典人将阿尔西比亚德斯召回受审,尼基阿斯名义上被任命为第二统帅,实则独揽大权,却一味坐视、游弋或商议不决,直到希望的鼎盛期在他心中衰朽变老,而敌人因最初目睹其军容所产生的震惊与恐惧也荡然无存。

§14.5

ἔτι δὲ τοῦ Ἀλκιβιάδου παρόντος ἑξήκοντα ναυσὶ πλεύσαντες ἐπὶ Συρακούσας, τὰς μὲν ἄλλας ἀνεῖχον ὑπὲρ τοῦ λιμένος ἔξω παρατάξαντες, δέκα δὲ κατήλαυνον εἴσω κατασκοπῆς εἵνεκα· καὶ Λεοντίνους ἐπὶ τὴν οἰκείαν ἀποκαλοῦσαι διὰ κήρυκος, αὗται λαμβάνουσι ναῦν πολεμίαν σανίδας κομίζουσαν, εἰς ἃς ἀπεγράφοντο κατὰ φυλὰς αὑτοὺς οἱ Συρακούσιοι· κείμεναι δʼ ἄπωθεν τῆς πόλεως ἐν ἱερῷ Διὸς Ὀλυμπίου τότε πρὸς ἐξέτασιν καὶ κατάλογον τῶν ἐν ἡλικίᾳ μετεπέμφθησαν.

在阿尔西比亚德斯尚在军中之时,他们曾率六十艘战船航向叙拉古,其余战船列阵停泊在港口外围,只派十艘战船驶入港内进行侦察;正当这些船通过传令官号召莱昂蒂诺伊人回归本邦时,捕获了一艘运载木板的敌船,叙拉古人按部落将自己登记在这些木板上。这些木板原本存放在远离城邦的奥林匹亚宙斯圣所中,当时被调取出来,以便对适龄服役人员进行清点和造册。

§14.6

ὡς οὖν ὑπὸ τῶν Ἀθηναίων ἁλοῦσαι πρὸς τοὺς στρατηγοὺς ἐκομίσθησαν καὶ τὸ πλῆθος ὤφθη τῶν ὀνομάτων, ἠχθέσθησαν οἱ μάντεις μή ποτε ἄρα τὸ χρεὼν ἐνταῦθα τοῦ χρησμοῦ περαίνοι,4 λέγοντος ὡς Ἀθηναῖοι λήψονται Συρακουσίους ἅπαντας. οὐ μὴν ἀλλʼ ἑτέρῳ φασιν ἔργῳ τοῦτο τοῖς Ἀθηναίοις γενέσθαι ἐπιτελὲς καθʼ ὃν χρόνον ἀποκτείνας Δίωνα Κάλλιππος ὁ Ἀθηναῖος ἔσχε Συρακούσας.

因此,当木板被雅典人缴获并呈送给诸位将领、众人目睹密密麻麻的姓名时,占卜官们深感懊恼,担心那条宣称“雅典人将俘获全部叙拉古人”的神谕,其命定的应验是否就此在此处终结了。不过人们说,雅典人真正实现这一神谕是在另一桩事变之中,即雅典人卡利普斯在刺杀狄翁之后占据叙拉古之时。

语法注4 条
  1. 14.1ἀνδρὸς ἦν χρηστοῦ καὶ σώφρονος

    系表结构中的特征属格(性质属格),与作为主语的冠词不定式短语 τὸ μὲν οὖν ἐναντιωθῆναι... μεταθέσθαι 连用,表示“……乃是良善与审慎之人所为/所具有的特征”。

  2. 14.2ὥστε παιδὸς δίκην ἀπὸ τῆς νεὼς ὀπίσω βλέποντα καὶ τὸ μὴ κρατηθῆναι τοῖς λογισμοῖς ἀναλαμβάνοντα καὶ στρέφοντα πολλάκις ἐναμβλῦναι καὶ τοὺς συνάρχοντας αὐτῷ καὶ τὴν ἀκμὴν διαφθεῖραι τῶν πράξεων

    由 ὥστε 引导的从句承接主句 οὐδεὶς ἔτι καιρὸς ἦν τῆς πολλῆς εὐλαβείας καὶ μελλήσεως(“已不再是过度谨慎和拖延的时机”),带不定式 ἐναμβλῦναι 与 διαφθεῖραι 表示程度或结果。分词 βλέποντα, ἀναλαμβάνοντα, στρέφοντα 采用宾格,与不定式的逻辑主语(尼基阿斯)一致。句中 τὸ μὴ κρατηθῆναι τοῖς λογισμοῖς 为冠词不定式短语,意为“自己并非在论理上被击败/折服这一事实”。

  3. 14.4πρὶν ἐγγηρᾶσαι μὲν αὐτῷ τὴν ἀκμὴν τῆς ἐλπίδος, ἐκρυῆναι δὲ τῶν πολεμίων τὸ θάμβος

    在否定主句 οὐκ ἐπαύσατο 之后的 πρίν 句式。否定句后的 πρίν 通常多接虚拟语气或直陈语气,但此处接不定式(ἐγγηρᾶσαι 与 ἐκρυῆναι),其逻辑主语分别为宾格的 τὴν ἀκμήν 和 τὸ θάμβος。与格 αὐτῷ 属于关涉与格(“在他心中/对他而言”)。

  4. 14.6ἠχθέσθησαν οἱ μάντεις μή ποτε ἄρα τὸ χρεὼν ἐνταῦθα τοῦ χρησμοῦ περαίνοι

    表示情感的动词 ἠχθέσθησαν(“感到懊恼/愤懑”)后接由 μή 引导的忧虑从句,从属动词为祈愿语气 περαίνοι。μή 在此表示“担心/恐怕”,搭配语气词 ποτε 和 ἄρα 强化了“难道竟会、万一真的”这一担忧意味。短语 τὸ χρεὼν τοῦ χρησμοῦ 指“神谕所注定的应验”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg038.humanitext-grc2:14.1-14.6