← 普鲁塔克

尼西阿斯传

§13.1-13.7

西西里远征前的凶兆与强行出航

西西里远征前夕出现了诸多凶兆,包括赫耳墨斯神柱受损、祭坛自残事件、德尔斐的凶象、墨冬与苏格拉底的预警以及与阿多尼斯节重合的出航,但阿尔西比亚德斯等人仍借由吉利的神谕强行推进远征。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.1

καίτοι λέγεται πολλὰ καὶ παρὰ τῶν ἱερέων ἐναντιοῦσθαι πρὸς τὴν στρατείαν· ἀλλʼ ἑτέρους ἔχων μάντεις ὁ Ἀλκιβιάδης ἐκ δή τινων λογίων προὔφερε παλαιῶν μέγα κλέος τῶν Ἀθηναίων ἀπὸ Σικελίας ἔσεσθαι.1 καὶ θεοπρόποι τινὲς αὐτῷ παρʼ Ἄμμωνος ἀφίκοντο χρησμὸν κομίζοντες ὡς λήψονται Συρακουσίους ἅπαντας Ἀθηναῖοι· τὰ δʼ ἐναντία φοβούμενοι δυσφημεῖν ἔκρυπτον.

然而据说,祭司们也对这次出征提出了许多反对;但阿尔西比亚德斯另有占卜者,他根据某些古老的神谕坚称,雅典人将从西西里获得巨大的荣耀。甚至还有一些使节从阿蒙神那里给他带来了神谕,称雅典人将擒获所有的叙拉古人;而那些害怕凶兆的人则隐瞒了不利的预言。

§13.2

οὐδὲ γὰρ τὰ προὖπτα καὶ καταφανῆ τῶν σημείων ἀπέτρεπεν, ἥ τε τῶν Ἑρμῶν περικοπή, μιᾷ νυκτὶ πάντων ἀκρωτηριασθέντων πλὴν ἑνός, ὃν Ἀνδοκίδου καλοῦσιν, ἀνάθημα μὲν τῆς Αἰγηΐδος φυλῆς, κείμενον δὲ πρὸ τῆς τότε οὔσης Ἀνδοκίδου οἰκίας, καὶ τὸ πραχθὲν περὶ τὸν βωμὸν τῶν δώδεκα θεῶν. ἄνθρωπος γάρ τις ἐξαίφνης ἀναπηδήσας ἐπʼ αὐτόν, εἶτα περιβὰς ἀπέκοψεν αὑτοῦ λίθῳ τὸ αἰδοῖον.

因为甚至那些显而易见、人人皆知的前兆也没能劝阻他们,诸如赫耳墨斯神柱受损事件——除了那尊被称为安多基德斯的赫耳墨斯神柱之外,所有的雕像都在一夜之间被削去了突出部分,而这尊雕像是埃盖伊斯部落的奉纳物,立于当时安多基德斯的房屋前——以及在十二神祭坛周围所发生的事情。有一个人突然跳上祭坛,随后跨坐其上,用石块割掉了自己的生殖器。

§13.3

ἐν δὲ Δελφοῖς Παλλάδιον ἕστηκε χρυσοῦν ἐπὶ φοίνικος χαλκοῦ βεβηκός, ἀνάθημα τῆς πόλεως ἀπὸ τῶν Μηδικῶν ἀριστείων· τοῦτʼ ἔκοπτον ἐφʼ ἡμέρας πολλὰς προσπετόμενοι κόρακες, καὶ τὸν καρπὸν ὄντα χρυσοῦν τοῦ φοίνικος ἀπέτρωγον καὶ κατέβαλλον.

在德尔斐,还矗立着一尊立于青铜棕榈树上的黄金帕拉斯神像,是雅典城用波斯战争的战利品奉献的;乌鸦连续多日飞扑过来啄击它,啄落并弄掉了棕榈树上的果实,而那果实也是黄金制成的。

§13.4

οἱ δὲ ταῦτα μὲν ἔφασαν εἶναι Δελφῶν πλάσματα πεπεισμένων ὑπὸ Συρακουσίων· χρησμοῦ δέ τινος κελεύοντος αὐτοὺς ἐκ Κλαζομενῶν τὴν ἱέρειαν τῆς Ἀθηνᾶς ἄγειν, μετεπέμψαντο τὴν ἄνθρωπον· ἐκαλεῖτο δὲ Ἡσυχία. καὶ τοῦτο ἦν, ὡς ἔοικεν, ὃ παρῄνει τῇ πόλει τὸ δαιμόνιον ἐν τῷ παρόντι, τὴν ἡσυχίαν ἄγειν.2

雅典人却声称,这些不过是受了叙拉古人贿赂的德尔斐人的捏造;而某条神谕指示他们从克拉佐美奈迎请雅典娜的女祭司,他们便派人召来了那个女子;她的名字叫赫西基娅(静谧)。而这,似乎正是神灵在眼下劝诫城邦之事:保持静止(维持和平)。

§13.5

εἴτε δὴ ταῦτα δείσας εἴτʼ ἀνθρωπίνῳ λογισμῷ τὴν στρατείαν φοβηθείς, ὁ ἀστρολόγος Μέτων (ἦν γὰρ ἐφʼ ἡγεμονίας τινὸς τεταγμένος) προσεποιεῖτο τὴν οἰκίαν ὑφάπτειν ὡς μεμηνώς.3 οἱ δέ φασιν οὐ μανίαν σκηψάμενον, ἀλλὰ νύκτωρ ἐμπρήσαντα τὴν οἰκίαν προελθεῖν εἰς τὴν ἀγορὰν ταπεινόν, καὶ δεῖσθαι τῶν πολιτῶν ὅπως ἐπὶ συμφορᾷ τοσαύτῃ τὸν υἱὸν αὐτοῦ μέλλοντα πλεῖν τριήραρχον εἰς Σικελίαν ἀφῶσι τῆς στρατείας.

天文学家墨冬不知是因为畏惧这些异象,还是出于人事的理性考量而惧怕这次远征(因为他被任命了某项指挥职务),竟仿若发狂一般假装纵火焚烧自己的宅第。另有人说,他并非佯狂,而是在夜间烧毁了自己的房屋,以卑微之态步入广场,请求公民们念在如此巨大的灾祸份上,免除其正准备作为三段战舰指挥官出航西西里的儿子的兵役。

§13.6

Σωκράτει δὲ τῷ σοφῷ τὸ δαιμόνιον οἷς εἰώθει συμβόλοις χρησάμενον πρὸς αὐτὸν ἐμήνυσε κἀκεῖνα, τὸν ἔκπλουν ἐπʼ ὀλέθρῳ τῆς πόλεως πραττόμενον.4 ὁ δὲ τοῖς συνήθεσι καὶ φίλοις ἔφρασε, καὶ διῆλθεν εἰς πολλοὺς ὁ λόγος.

对于哲人苏格拉底,神灵也借着惯常使用的征兆向他昭示了那件事:此次舰队出航是在走向城邦的灭绝。他将此事告诉了身边的熟人和朋友,消息便流传到了许多人耳中。

§13.7

οὐκ ὀλίγους δὲ καὶ τὰ τῶν ἡμερῶν ἐν αἷς τὸν στόλον ἐξέπεμπον ὑπέθραττεν. Ἀδώνια γὰρ εἶχον αἱ γυναῖκες τότε, καὶ προὔκειτο πολλαχόθι τῆς πόλεως εἴδωλα, καὶ ταφαὶ περὶ αὐτὰ καὶ κοπετοὶ γυναικῶν ἦσαν, ὥστε τοὺς ἐν λόγῳ ποιουμένους τινὶ τὰ τοιαῦτα δυσχεραίνειν καὶ δεδιέναι περὶ τῆς παρασκευῆς ἐκείνης καὶ δυνάμεως, μὴ λαμπρότητα καὶ ἀκμὴν ἐπιφανεστάτην σχοῦσα ταχέως μαρανθῇ.

此外,他们送出舰队的那几日的情形,也令不少人感到不安。因为当时妇女们正在举行阿多尼斯节,城中多处陈列着偶像,周围举行着下葬仪式,伴随着妇女们的捶胸哀号,以致于那些对这类征象有所顾忌的人都心生忧虑,为那支军备与主力感到惧怕,担心它在展现出最显赫的辉煌与鼎盛之后,便会迅速凋零。

语法注4 条
  1. 13.1ἐκ δή τινων λογίων προὔφερε παλαιῶν μέγα κλέος τῶν Ἀθηναίων ἀπὸ Σικελίας ἔσεσθαι

    动词 προὔφερε(προφέρω 的未完成过去时)意为“提出、引证”,后接带宾格的不定式短语 μέγα κλέος ... ἔσεσθαι(“雅典人将有巨大的荣耀”)。前置词短语 ἐκ δή τινων λογίων 表示其说法的来源与依据。

  2. 13.4ἐκαλεῖτο δὲ Ἡσυχία. καὶ τοῦτο ἦν, ὡς ἔοικεν, ὃ παρῄνει τῇ πόλει τὸ δαιμόνιον ἐν τῷ παρόντι, τὴν ἡσυχίαν ἄγειν

    此处专有名词 Ἡσυχία(人名,意为“静谧”)与句末的习语 τὴν ἡσυχίαν ἄγειν(“保持安宁、维持和平”)形成了双关与象征呼应。关系代词 ὃ 指向先行词 τοῦτο,其具体内容由同格不定式短语 τὴν ἡσυχίαν ἄγειν 补充说明。

  3. 13.5προσεποιεῖτο τὴν οἰκίαν ὑφάπτειν ὡς μεμηνώς

    动词 προσεποιεῖτο(“假装”)后接现在时不定式 ὑφάπτειν(“点火、纵火”)。连词 ὡς 与完成时分词 μεμηνώς(“发疯的”)连用,说明主语所佯装的状态或借口(“仿若发狂一般”)。

  4. 13.6ἐμήνυσε κἀκεῖνα, τὸν ἔκπλουν ἐπʼ ὀλέθρῳ τῆς πόλεως πραττόμενον

    指示代词 κἀκεῖνα(καὶ ἐκεῖνα)的具体内容由宾格名词 τὸν ἔκπλουν 及其修饰分词 πραττόμενον 同格展开(“即出航之事正在被推行……”)。介词短语 ἐπʼ ὀλέθρῳ 表示结果或目的(“导向城邦的灭绝”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg038.humanitext-grc2:13.1-13.7