- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg038.humanitext-grc2:12.1-12.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在西西里使者与阿尔西比亚德斯的煽动下,雅典民众狂热支持远征,尼基阿斯虽形单影只仍极力反对。然而他的谨慎反而被视作最佳平衡,最终被授予全权将军之职,远征遂成定局。
ὁ δʼ οὖν Νικίας, τῶν Αἰγεστέων πρέσβεων καὶ Λεοντίνων παραγενομένων καὶ πειθόντων τοὺς Ἀθηναίους στρατεύειν ἐπὶ Σικελίαν, ἀνθιστάμενος ἡττᾶτο τῆς βουλῆς Ἀλκιβιάδου καὶ φιλοτιμίας, πρὶν ὅλως ἐκκλησίαν γενέσθαι, κατασχόντος1 ἤδη πλῆθος ἐλπίσι καὶ λόγοις προδιεφθαρμένον, ὥστε καὶ νέους ἐν παλαίστραις καὶ γέροντας ἐν ἐργαστηρίοις καὶ ἡμικυκλίοις συγκαθεζομένους ὑπογράφειν τὸ σχῆμα τῆς Σικελίας, καὶ τὴν φύσιν τῆς περὶ αὐτὴν θαλάσσης, καὶ λιμένας καὶ τόπους οἷς τέτραπται πρὸς Λιβύην ἡ νῆσος.
总之,当艾格斯塔与莱翁蒂诺伊的使者到来,劝说雅典人出征西西里之时,尼基阿斯虽竭力反对,却败给了阿尔西比亚德斯的谋划与野心。甚至在公民大会根本尚未召开之前,阿尔西比亚德斯便已掌控了受希望和说辞预先蛊惑的民众,以至于青年人在角力场中,老年人在作坊里以及半圆形的座椅上围坐在一起,都在描摹西西里的轮廓、周围海域的性质,以及该岛朝向利比亚的港口与方位。
οὐ γὰρ ἆθλον ἐποιοῦντο τοῦ πολέμου Σικελίαν, ἀλλʼ ὁρμητήριον, ὡς ἀπʼ αὐτῆς διαγωνισόμενοι πρὸς Καρχηδονίους καὶ σχήσοντες ἅμα Λιβύην καὶ τὴν ἐντὸς Ἡρακλείων στηλῶν θάλασσαν. ὡς οὖν ὥρμηντο πρὸς ταῦτα, ὁ Νικίας ἐναντιούμενος οὔτε πολλοὺς οὔτε δυνατοὺς εἶχε συναγωνιστάς. οἱ γὰρ εὔποροι δεδιότες μὴ δοκῶσι τὰς λειτουργίας καὶ τριηραρχίας ἀποδιδράσκειν, παρὰ γνώμην ἡσύχαζον· ὁ δʼ οὐκ ἔκαμνεν οὐδʼ ἀπηγόρευεν, ἀλλὰ καὶ μετὰ τὸ ψηφίσασθαι τὸν πόλεμον Ἀθηναίους καὶ στρατηγὸν ἑλέσθαι πρῶτον ἐκεῖνον μετʼ Ἀλκιβιάδου καὶ Λαμάχου, πάλιν ἐκκλησίας γενομένης, ἀναστὰς ἀπέτρεπε καὶ διεμαρτύρετο, καὶ τελευτῶν διέβαλε τὸν Ἀλκιβιάδην ἰδίων ἕνεκα κερδῶν καὶ φιλοτιμίας τὴν πόλιν εἰς χαλεπὸν ἐξωθεῖν καὶ διαπόντιον κίνδυνον.
因为他们并不把西西里视为战争的奖赏,而是将其看作出击的基地,打算从那里与迦太基人争雄,并一举夺取利比亚以及赫拉克勒斯石柱以内的海域。 由于他们对这些目标如此狂热,反对这一切的尼基阿斯所能依靠的同道既不多也无权势。富人们害怕被认为是在逃避公益捐献与战舰监造的差役,因而违背心意保持沉默;然而他并未懈怠,亦未放弃,甚至在雅典人表决通过战争,并首先选定他与阿尔西比亚德斯和拉马科斯一同担任将军之后,当公民大会再次举行时,他依然起立劝阻并抗议,最后指责阿尔西比亚德斯为了私利与虚荣而将城邦推入艰险的海外危局。
ἔπραξε δʼ οὐδὲν μᾶλλον, ἀλλʼ ὑπὸ ἐμπειρίας δόξας ἐπιτηδειότερος εἶναι, καὶ πολλὴν ἀσφάλειαν ἕξειν πρὸς τὴν Ἀλκιβιάδου τόλμαν καὶ τὴν Λαμάχου τραχύτητα τῆς ἐκείνου συγκεραννυμένης εὐλαβείας, βεβαιοτέραν ἐποίησε τὴν χειροτονίαν.2 ἀναστὰς γὰρ ὁ μάλιστα τῶν δημαγωγῶν ἐπὶ τὸν πόλεμον παροξύνων τοὺς Ἀθηναίους, Δημόστρατος, ἔφη τὸν Νικίαν προφάσεις λέγοντα παύσειν· καὶ ψήφισμα γράψας ὅπως αὐτοκράτορες ὦσιν οἱ στρατηγοὶ κἀνταῦθα κἀκεῖ βουλευόμενοι καὶ πράττοντες, ἔπεισε τὸν δῆμον ψηφίσασθαι.
但他未见任何成效,反而因经验而被认为更适合此任,人们觉得将他的谨慎与阿尔西比亚德斯的胆大以及拉马科斯的勇猛调和在一起,将带来极大的安全,结果反而使任命更加不可动摇。因为在那些煽动雅典人参战的民政领袖中最为积极的德谟斯特拉托斯站起身来,宣称他要让尼基阿斯停止搬弄托辞;他起草了一项决议,规定将军们在本土与前线于商讨及行事上皆拥有全权,并说服民众表决通过了该案。
- 12.1κατασχόντος
此属格分词并非属格绝对结构,而是直接修饰前文的人名属格 Ἀλκιβιάδου。主句核心为尼基阿斯败于阿尔西比亚德斯的野心(ἡττᾶτο τῆς βουλῆς Ἀλκιβιάδου καὶ φιλοτιμίας),而分词短语进一步说明后者“已掌控了民众(κατασχόντος ἤδη πλῆθος)”。
- 12.4δόξας ἐπιτηδειότερος εἶναι, καὶ πολλὴν ἀσφάλειαν ἕξειν πρὸς τὴν Ἀλκιβιάδου τόλμαν καὶ τὴν Λαμάχου τραχύτητα τῆς ἐκείνου συγκεραννυμένης εὐλαβείας, βεβαιοτέραν ἐποίησε τὴν χειροτονίαν
此句的核心结构为尼基阿斯作为主语,带动谓语“使任命更加确定(βεβαιοτέραν ἐποίησε τὴν χειροτονίαν)”。在此之间插入了修饰主语的分词短语(δόξας ἐπιτηδειότερος εἶναι,“被认为更加合适”)、承接 δόξας 语义的宾语不定式结构(πολλὴν ἀσφάλειαν ἕξειν,“[人们认为]将带来极大安全”),以及表手段或条件的属格绝对结构(τῆς ἐκείνου συγκεραννυμένης εὐλαβείας,“通过将其谨慎调和进去”)。
