← 普鲁塔克

尼西阿斯传

§11.1-11.7

许佩尔波罗斯遭放逐与陶片放逐法的终结

记述尼基阿斯与阿尔西比亚德斯的争执引来陶片放逐时,二人暗中联合反将煽动者许佩尔波罗斯驱逐,并评述该事件导致陶片放逐法从此废止的结局。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.1

ἀκμαζούσης δὲ τῆς πρὸς τὸν Νικίαν τοῦ Ἀλκιβιάδου διαφορᾶς, καὶ γιγνομένης ὀστρακοφορίας, ἣν εἰώθει διὰ χρόνου τινὸς ὁ δῆμος ποιεῖσθαι, ἕνα τῶν ὑπόπτων ἢ διὰ δόξαν ἄλλως ἢ πλοῦτον ἐπιφθόνων ἀνδρῶν τῷ ὀστράκῳ μεθιστὰς εἰς δέκα ἔτη, πολὺς θόρυβος ἀμφοτέρους περιΐστατο καὶ κίνδυνος, ὡς θατέρου πάντως ὑποπεσουμένου τῷ ἐξοστρακισμῷ.

当阿尔西比亚德斯与尼基阿斯的争端达到顶点,即将举行陶片放逐之时——民众习惯隔一段时间便举行一次,借陶片将一名因嫌疑,或在其他方面因声望、财富而遭人嫉恨的人驱逐十年——两人身边都笼罩着极大的纷扰与危险,因为人们普遍认为二人之中必有一人会遭到陶片放逐。

§11.2

τοῦ μὲν γὰρ Ἀλκιβιάδου καὶ τὸν βίον ἐβδελύττοντο καὶ τὸ θράσος ὠρρώδουν,1 ὡς μᾶλλον ἐν τοῖς περὶ ἐκείνου γραφομένοις δηλοῦται, τὸν δὲ Νικίαν ὅ τε πλοῦτος ἐπίφθονον ἐποίει καὶ μάλιστα τῆς διαίτης τὸ μὴ φιλάνθρωπον μηδὲ δημοτικόν, ἀλλʼ ἄμικτον καὶ ὀλιγαρχικὸν ἀλλόκοτον ἐδόκει, πολλὰ δʼ ἤδη ταῖς ἐπιθυμίαις αὐτῶν ἀντιτείνων, παρὰ γνώμην βιαζόμενος πρὸς τὸ συμφέρον, ἐπαχθὴς ἦν.

对于阿尔西比亚德斯,人们厌恶其私生活而畏惧其放肆(这在他本人的传记中有更清楚的阐述);而对于尼基阿斯,不仅财富使他成为被嫉妒的对象,最主要的还是其生活方式毫无亲民与平民作风,反显孤僻、偏向寡头而怪异;加之他此前已屡次违逆他们的欲望,违背他们的心意迫使他们服从公共利益,因而令人感到厌烦。

§11.3

ὡς δʼ ἁπλῶς εἰπεῖν, νέων ἦν καὶ πολεμοποιῶν ἅμιλλα πρὸς εἰρηνοποιοὺς καὶ πρεσβυτέρους, τῶν μὲν εἰς τοῦτον, τῶν δʼ εἰς ἐκεῖνον τὸ ὄστρακον τρεπόντων. "ἐν δὲ διχοστασίῃ καὶ ὁ πάγκακος ἔμμορε τιμῆς·" ὥς που καὶ τότε διαστὰς ὁ δῆμος δίχα χώραν ἔδωκε τοῖς ἰταμωτάτοις καὶ πανουργοτάτοις, ὧν ἦν καὶ Ὑπέρβολος ὁ Περιθοίδης, ἄνθρωπος ἀπʼ οὐδεμιᾶς τολμῶν δυνάμεως, ἀλλʼ ἀπὸ τοῦ τολμᾶν εἰς δύναμιν προελθών,2 καὶ γενόμενος διʼ ἣν εἶχεν ἐν τῇ πόλει δόξαν ἀδοξία τῆς πόλεως.

简而言之,这是好战的青年人同主和的年长者之间的一场较量,一方把陶片投向这个人,另一方则投向那个人。 “而在内讧之中,即便极恶之徒亦得分外之荣。” 正像那时民众分裂为二,便为最凶悍狡诈之徒提供了施展之地,其中便有佩里托伊代区的许佩尔波罗斯。此人并非凭借任何实力而肆意妄为,反倒是靠肆意妄为攫取了权势,并且因他在城邦中所享有的名声,反而成了城邦的奇耻大辱。

§11.4

οὗτος ἐν τῷ τότε χρόνῳ τοῦ μὲν ὀστράκου πόρρω τιθέμενος ἑαυτόν, ἅτε δὴ τῷ κύφωνι μᾶλλον προσήκων, ἐλπίζων δὲ θατέρου τῶν ἀνδρῶν ἐκπεσόντος αὐτὸς ἀντίπαλος τῷ λειπομένῳ γενέσθαι, καταφανὴς ἦν ἡδόμενός τε τῇ διαφορᾷ καὶ παροξύνων τὸν δῆμον ἐπʼ ἀμφοτέρους. συνιδόντες οὖν τὴν μοχθηρίαν οἱ περὶ τὸν Νικίαν καὶ τὸν Ἀλκιβιάδην, καὶ λόγον δόντες ἀλλήλοις κρύφα, καὶ τὰς στάσεις συναγαγόντες εἰς ἓν ἀμφοτέρας καὶ ἀναμίξαντες, ἐκράτησαν ὥστε μηδέτερον αὐτῶν, ἀλλὰ τὸν Ὑπέρβολον ἐξοστρακισθῆναι.

此人在当时自视与陶片放逐相距甚远——因为他理应配受颈枷之刑——又期望一旦二人中有一人被逐,自己就能成为剩下那人的对手,显而易见正幸灾乐祸于两人的争端,并挑动民众反对他们双方。尼基阿斯与阿尔西比亚德斯两派人马洞悉其奸恶,便暗中彼此商谈,将两派合而为一、联合起来,终获全胜,致使他们二人中谁也没有被逐,反而是许佩尔波罗斯遭到了陶片放逐。

§11.5

καὶ παραυτίκα μὲν ἡδονὴν τοῦτο καὶ γέλωτα τῷ δήμῳ παρέσχεν, ὕστερον δὲ ἠγανάκτουν ὡς καθυβρισμένον τὸ πρᾶγμα τοῦτο πρὸς ἄνθρωπον ἀνάξιον γεγονέναι νομίζοντες,3 εἶναι γάρ τι καὶ κολάσεως ἀξίωμα, μᾶλλον δὲ κόλασιν τὸν ἐξοστρακισμὸν ἡγούμενοι Θουκυδίδῃ καὶ Ἀριστείδῃ καὶ τοῖς ὁμοίοις, Ὑπερβόλῳ δὲ τιμὴν καὶ προσποίησιν ἀλαζονείας, εἰ διὰ μοχθηρίαν ἔπαθε ταὐτὰ τοῖς ἀρίστοις, ὥς που καὶ Πλάτων ὁ κωμικὸς εἴρηκε περὶ αὐτοῦ.

当时这一结果固然带给民众欢欣与笑料,但后来他们却愤愤不平,认为这桩举措竟施加于卑劣之徒,实乃遭受了玷污;因为他们认为惩罚亦自有其尊严,或者更确切地说,陶片放逐对修昔底德、阿里斯泰德斯以及同类人物而言才算得上是惩罚,而对许佩尔波罗斯而言,若因其奸恶而遭受与最优秀之人相同的惩处,反倒成了一种荣耀与傲慢的借口。

§11.6

" καίτοι πέπραχε τῶν προτέρων μὲν ἄξια, αὑτοῦ δὲ καὶ τῶν στιγμάτων ἀνάξια· οὐ γὰρ τοιούτων εἵνεκʼ ὄστραχʼ εὑρέθη." καὶ τὸ πέρας οὐδεὶς ἔτι τὸ παράπαν ἐξωστρακίσθη μετὰ Ὑπέρβολον, ἀλλʼ ἔσχατος ἐκεῖνος, πρῶτος δʼ Ἵππαρχος ὁ Χολαργεὺς συγγενής τις ὢν τοῦ τυράννου.

正如喜剧诗人柏拉图在某处论及他时所说: “然而他的遭遇配得上昔日的行径, 却配不上他自己和那些烙印; 因为陶片的发明并非为了这般小人。” 最终,在许佩尔波罗斯之后,便再也无人遭到陶片放逐了,他是最后一个被逐者,而第一个则是僭主的亲属、霍拉尔古斯区的希帕尔科斯。

§11.7

ἄκριτον δʼ ἡ τύχη πρᾶγμα καὶ ἄληπτον λογισμῷ. Νικίας γάρ, εἰ τὸν περὶ ὀστράκου κίνδυνον ἀνέρριψε πρὸς Ἀλκιβιάδην, ἢ κρατήσας ἂν ἀσφαλῶς ᾤκει τὴν πόλιν ἐκεῖνον ἐξελάσας, ἢ κρατηθεὶς αὐτὸς ἐξῄει4 πρὸ τῶν ἐσχάτων ἀτυχιῶν, τὸ δοκεῖν ἄριστος εἶναι στρατηγὸς διαφυλάξας. οὐκ ἀγνοῶ δʼ ὅτι Θεόφραστος ἐξοστρακισθῆναί φησι τὸν Ὑπέρβολον Φαίακος, οὐ Νικίου, πρὸς Ἀλκιβιάδην ἐρίσαντος. ἀλλʼ οἱ πλείονες οὕτω γεγράφασιν.

命运乃是不可捉摸、非理智所能参透之物。因为尼基阿斯倘若同阿尔西比亚德斯在陶片放逐上一决胜负,要么胜出而将对方逐走、安然定居城邦,要么失败而亲自在遭受最终的惨祸之前离去,保全了身为最杰出将军的声名。 我并非不知道泰奥弗拉斯托斯曾说,许佩尔波罗斯被放逐是在淮阿克斯而非尼基阿斯与阿尔西比亚德斯相争之时;但多数著述家皆作如上记述。

语法注4 条
  1. 11.2τοῦ μὲν γὰρ Ἀλκιβιάδου καὶ τὸν βίον ἐβδελύττοντο καὶ τὸ θράσος ὠρρώδουν

    句首属格 τοῦ μὲν Ἀλκιβιάδου 并非由后续动词 ἐβδελύττοντο 和 ὠρρώδουν 直接支配的宾语属格,而是表示话题范畴的“关涉属格”(或前置的所有格,意为“至于阿尔西比亚德斯”),引出其后作为宾格直接宾语的 τὸν βίον 与 τὸ θράσος,并与下文的 τὸν δὲ Νικίαν 形成对照。

  2. 11.3ἄνθρωπος ἀπʼ οὐδεμιᾶς τολμῶν δυνάμεως, ἀλλʼ ἀπὸ τοῦ τολμᾶν εἰς δύναμιν προελθών

    围绕前置词 ἀπό 构成的修辞对比。前半句 ἀπʼ οὐδεμιᾶς τολμῶν δυνάμεως 中 ἀπό 表示行动的根基(“不凭藉任何实力而妄为”),后半句 ἀπὸ τοῦ τολμᾶν εἰς δύναμιν 则表示由手段/起点走向终点 εἰς δύναμιν 的跃升(“从妄为进而获取实力”),形成了精巧的词义交错。

  3. 11.5ὡς καθυβρισμένον τὸ πρᾶγμα τοῦτο πρὸς ἄνθρωπον ἀνάξιον γεγονέναι νομίζοντες

    修饰主动词 ἠγανάκτουν 的分词短语。νομίζοντες 支配带宾格的不定式结构 τὸ πρᾶγμα τοῦτο γεγονέναι,其中完成时被动分词 καθυβρισμένον 作表语补足语(“认为此事施加于不相称之人已沦为受玷污之举”)。句首的 ὡς 与 νομίζοντες 呼应,强调民众的主观判断与理由。

  4. 11.7εἰ τὸν περὶ ὀστράκου κίνδυνον ἀνέρριψε πρὸς Ἀλκιβιάδην, ἢ κρατήσας ἂν ἀσφαλῶς ᾤκει τὴν πόλιν ἐκεῖνον ἐξελάσας, ἢ κρατηθεὶς αὐτὸς ἐξῄει

    非真实条件句(对过去事实的反实虚拟)。条件从句使用不定过去时直说语气 ἀνέρριψε 表示过去的一次性行动(“如果他当初甘冒风险”);归结从句则使用未完成过去时 ᾤκει(带 ἄν)与 ἐξῄει(共享 ἄν),表示可能延续的状态(“本可以在驱逐对方后安然定居城中,抑或自己离去”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg038.humanitext-grc2:11.1-11.7