- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg038.humanitext-grc2:10.1-10.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
尼基阿斯为巩固和约促成了与斯巴达的盟约,阿尔西比亚德斯却设诡计使斯巴达全权公使在大会上声誉扫地,并推动雅典与反斯巴达城邦结盟。尼基阿斯赴斯巴达交涉无果,双方重燃战火。
γενομένων δὲ συνθηκῶν ὅπως τὰ χωρία καὶ τὰς πόλεις, ἃς εἶχον ἀλλήλων, καὶ τοὺς αἰχμαλώτους ἀποδιδῶσι, προτέρων ἀποδιδόντων τῶν κλήρῳ λαχόντων,1 ὠνήσατο τὸν κλῆρον ὁ Νικίας κρύφα χρήμασιν, ὥστε προτέρους ἀποδιδόναι τοὺς Λακεδαιμονίους.
当条约议定双方归还彼此占领的据点与城邦以及俘虏,并由抽签得中者率先归还时,尼基阿斯暗中用金钱买通抽签,致使拉刻代蒙人先行归还。
καὶ τοῦτο μὲν ἱστορεῖ Θεόφραστος. ἐπεὶ δὲ Κορίνθιοι καὶ Βοιωτοὶ πρὸς τὰ πραττόμενα δυσκολαίνοντες αἰτίαις καὶ μέμψεσιν αὖθις ἐδόκουν ἀνακαλεῖσθαι τὸν πόλεμον, ἔπεισεν ὁ Νικίας τοὺς Ἀθηναίους καὶ Λακεδαιμονίους τῇ εἰρήνῃ τὴν συμμαχίαν ὥσπερ κράτος ἢ δεσμὸν ἐπιθέντας, φοβερωτέρους τε τοῖς ἀφισταμένοις καὶ βεβαιοτέρους ἀλλήλοις γενέσθαι.
这件事情见于泰奥弗拉斯托斯的记述。但是,由于科林斯人和维奥蒂亚人对这一系列举措深感不满,似乎要以责难和申诉重新挑起战端,尼基阿斯便劝说雅典人与拉刻代蒙人,在和平条约之上再加上军事同盟,以此作为某种加固或纽带,从而使反叛者更为畏惧,彼此之间也更加稳固。
πραττομένων δὲ τούτων ὁ Ἀλκιβιάδης οὔτε πρὸς ἡσυχίαν εὖ πεφυκώς, καὶ τοῖς Λακεδαιμονίοις ἀχθόμενος ὅτι τῷ Νικίᾳ προσέκειντο καὶ προσεῖχον, αὐτὸν δʼ ὑπερεώρων καὶ κατεφρόνουν, ἐν ἀρχῇ μὲν εὐθὺς ὑπεναντιωθεὶς τῇ εἰρήνῃ καὶ ἀντιστὰς οὐδὲν ἐπέραινεν, ὀλίγῳ δʼ ὕστερον ὁρῶν οὐκ ἔτι τοῖς Ἀθηναίοις ὁμοίως ἀρέσκοντας τοὺς Λακεδαιμονίους, ἀλλʼ ἀδικεῖν δοκοῦντας ὅτι Βοιωτοῖς ἔθεντο συμμαχίαν καὶ Πάνακτον ἑστῶσαν οὐ παρέδωκαν2 οὐδʼ Ἀμφίπολιν, ἐπεφύετο ταῖς αἰτίαις καὶ παρώξυνε τὸν δῆμον ἐφʼ ἑκάστῃ.
正当办理这些交涉之时,阿尔西比亚德斯一方面生性不甘寂寞安宁,另一方面又因拉刻代蒙人只依附并器重尼基阿斯、却对自己视而不见且傲慢轻蔑而心怀恼恨;他起初虽立刻对和平横加阻挠并极力抗拒,却未能有所建树;但不久之后,他见拉刻代蒙人不再像从前那样讨雅典人欢心,反而因与维奥蒂亚人缔结盟约、未曾完整无损地移交帕纳克通亦未归还安菲波利斯而显得行事不公,他便抓住这些罪名,就每一件事极力煽动民众的怒火。
τέλος δὲ πρεσβείαν μεταπεμψάμενος Ἀργείων ἔπραττε συμμαχίαν πρὸς τοὺς Ἀθηναίους. ἐπεὶ δὲ πρέσβεις ἐλθόντες ἐκ Λακεδαίμονος αὐτοκράτορες καὶ τῇ βουλῇ προεντυγχάνοντες ἔδοξαν ἐπὶ πᾶσιν ἥκειν τοῖς δικαίοις, δείσας ὁ Ἀλκιβιάδης μὴ καὶ τὸν δῆμον ἀπὸ τῶν αὐτῶν λόγων ἐπαγάγωνται, περιῆλθεν αὐτοὺς διʼ ἀπάτης καὶ ὅρκων ὡς ἅπαντα συμπράξων, ἂν μὴ φῶσι μηδʼ ὁμολογήσωσιν ἥκειν αὐτοκράτορες· μάλιστα γὰρ οὕτως ἃ βούλονται γενήσεσθαι.3
最终,他派人召来阿戈斯人的使团,着手斡旋其与雅典人结盟。正当此时,拉刻代蒙派来了拥有全权的大使,他们先与议事会接触,看似带来了一切公正合理的条件;阿尔西比亚德斯担心他们也会用同样的说辞争取到公民大会的支持,便通过欺诈和誓约蒙骗他们,许诺只要他们不说也不承认自己是受全权委派而来,他就将全力相助;因为他说唯有如此,他们所谋求的事务才最能如愿实现。
πεισθέντων δὲ καὶ μεταστάντων ἀπὸ τοῦ Νικίου πρὸς ἐκεῖνον, ἐμβαλὼν αὐτοὺς εἰς τὸν δῆμον ἠρώτα πρῶτον εἰ περὶ πάντων ἥκουσιν αὐτοκράτορες· ὡς δʼ ἠρνοῦντο, παρʼ ἐλπίδας μεταβαλόμενος τήν τε βουλὴν ἐπεκαλεῖτο μάρτυρα τῶν λόγων, καὶ τὸν δῆμον ἐκέλευε μὴ προσέχειν μηδὲ πιστεύειν οὕτω περιφανῶς ψευδομένοις καὶ νῦν μὲν ταῦτα, νῦν δὲ τἀναντία περὶ τῶν αὐτῶν λέγουσι.
使节们被说服并背弃尼基阿斯转而投靠了他,他随即将他们引入公民大会,首先询问他们是否带着处理一切事务的全权而来;而当他们予以否认时,他出乎他们意料地骤然转变立场,既呼唤议事会为其言辞作证,又力劝民众切莫理会亦不可轻信这些谎话如此昭彰、对同一事务忽而这般说忽而又反过来说的人。
θορυβουμένων δʼ, ὡς εἰκός, αὐτῶν, καὶ τοῦ Νικίου μηδὲν ἔχοντος εἰπεῖν, ἀλλʼ ἄχει καὶ θαύματι πεπληγότος, ὁ μὲν δῆμος εὐθὺς ὥρμητο τοὺς Ἀργείους καλεῖν καὶ ποιεῖσθαι συμμάχους, ἐβοήθησε δὲ τῷ Νικίᾳ σεισμός τις διὰ μέσου γενόμενος καὶ διαλύσας τὴν ἐκκλησίαν. τῇ δʼ ὑστεραίᾳ πάλιν τοῦ δήμου συνελθόντος πολλὰ ποιήσας καὶ εἰπὼν ἔπεισε μόλις ἐπισχεῖν τὰ πρὸς Ἀργείους, αὐτὸν δὲ πέμψαι πρὸς Λακεδαιμονίους, ὡς πάντων καλῶς γενησομένων.
使节们理所当然地陷入一片慌乱,而尼基阿斯无言以对,震惊与悲戚交加;民众当即便急欲召入阿戈斯人并与之结盟,然而其间突发的一场地震遣散了公民大会,解救了尼基阿斯。次日民众再次集会,尼基阿斯百般奔走陈辞,费尽周折方才劝说众人暂缓与阿戈斯人立约,并派遣他本人前往拉刻代蒙,声称一切定能圆满解决。
ἐλθὼν δʼ εἰς Σπάρτην τἆλλα μὲν ὡς ἀνὴρ ἀγαθὸς καὶ πρόθυμος εἰς αὐτοὺς ἐτιμήθη, πράξας δʼ οὐδέν, ἀλλὰ κρατηθεὶς ὑπὸ τῶν βοιωτιαζόντων ἐπανῆλθεν, οὐ μόνον ἀδοξῶν καὶ κακῶς ἀκούων, ἀλλὰ καὶ δεδιὼς τοὺς Ἀθηναίους λυπουμένους καὶ ἀγανακτοῦντας ὅτι πεισθέντες ὑπʼ ἐκείνου τοσούτους καὶ τοιούτους ἄνδρας ἀπέδωκαν· οἱ γὰρ ἐκ Πύλου κομισθέντες ἦσαν ἐξ οἴκων τε πρώτων τῆς Σπάρτης, καὶ φίλους καὶ συγγενεῖς τοὺς δυνατωτάτους ἔχοντες.
到达斯巴达后,他在其余方面作为正人君子和对他们怀有热忱之人受到了尊崇,但却一事无成;在被亲维奥蒂亚派压制之后,他悻悻而归,不仅声誉扫地、饱受恶评,而且十分畏惧雅典人的怨愤——雅典人正因听信了他的劝说而放还了如此众多且身份显赫的人物而痛心疾首;因为从皮洛斯押解来的人都是斯巴达头等望族之士,拥有最有权势的亲朋贵戚。
οὐ μὴν ἔπραξάν τι τραχύτερον ὀργῇ πρὸς ἐκεῖνον, ἀλλὰ τὸν Ἀλκιβιάδην στρατηγὸν εἵλοντο, καὶ Μαντινεῖς καὶ Ἠλείους Λακεδαιμονίων ἀποστάντας ἐποιήσαντο συμμάχους μετʼ Ἀργείων, καὶ λῃστὰς εἰς Πύλον ἔπεμψαν κακουργεῖν τὴν Λακωνικήν· ἐξ ὧν αὖθις εἰς πόλεμον κατέστησαν.
不过,雅典人并未因愤怒而对他采取过于严苛的举措,而是选举阿尔西比亚德斯为将军,将脱离拉刻代蒙的曼提尼亚人和厄利斯人与阿戈斯人一同纳为盟友,并派遣劫掠者前往皮洛斯骚扰拉科尼亚;由是之故,他们再次陷入了战争之中。
- 10.1προτέρων ἀποδιδόντων τῶν κλήρῳ λαχόντων
独立属格结构(genitive absolute)。τῶν κλήρῳ λαχόντων 为逻辑主语,ἀποδιδόντων 为分词谓语,προτέρων 则作表语性/状语性修饰(“居先”、“率先”),表示条约中规定的履行程序与附带条件。
- 10.3Πάνακτον ἑστῶσαν οὐ παρέδωκαν
完成体主动分词 ἑστῶσαν(源自 ἵστημι 的完成体 ἔστηκα,意为“直立”、“完好伫立”)在此作宾语补足语/表语性修饰,意为“完好无损地”、“保持原貌耸立着”。这体现了维奥蒂亚人在交割前将帕纳克通要塞拆毁而非完整移交的史实。
- 10.4ὡς ἅπαντα συμπράξων, ἂν μὴ φῶσι μηδʼ ὁμολογήσωσιν ἥκειν αὐτοκράτορες· μάλιστα γὰρ οὕτως ἃ βούλονται γενήσεσθαι
ὡς 连用将来时分词(συμπράξων)表示托辞、许诺或声称的意图(“许诺将全力协助”)。其下引导间接引语中的条件从句(ἂν μὴ φῶσι...)。随后的 μάλιστα γὰρ... γενήσεσθαι 则采用带不定式的宾格结构(accusativus cum infinitivo),以间接引语转述阿尔西比亚德斯向使节陈述的理由。
