← 普鲁塔克

尼西阿斯传

§9.1-9.7

缔结尼基阿斯和约与阿尔西比亚德斯的崛起

克里昂与布拉西达斯战死后,尼基阿斯抓住双方疲惫的契机,在一年停战的基础上极力斡旋,促成了和约(“尼基阿斯和平”),但随后崛起的阿尔西比亚德斯又将局面推向了战争。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.1

ἤδη δέ που καὶ Ἀλκιβιάδης ἐνεφύετο τηνικαῦτα τοῖς Ἀθηναίοις δημαγωγὸς οὐχ ὁμοίως ἄκρατος, ἀλλʼ οἷον ἡ Αἰγυπτίων χώρα λέγεται διʼ ἀρετὴν ἐκφέρειν ὁμοῦ "φάρμακα πολλὰ μὲν ἐσθλὰ μεμιγμένα, πολλὰ δὲ λυγρά," οὕτως ἡ Ἀλκιβιάδου φύσις ἐπʼ ἀμφότερα πολλὴ ῥυεῖσα καὶ λαμπρά,1 μεγάλων ἐνέδωκεν ἀρχὰς νεωτερισμῶν.

大约就在那时,阿尔西比亚德斯也开始在雅典人当中崛起为平民领袖,他并非同样单一纯粹,而是正如人们所言埃及的土地因其肥沃而同时产出: “良药良剂交混杂聚,毒物害品亦复甚多,” 阿尔西比亚德斯的天性亦是如此,奔腾炽烈地流向善恶两端,璀璨夺目,开创了重大的剧变与革新。

§9.2

ὅθεν οὐδʼ ἀπαλλαγεὶς τοῦ Κλέωνος ὁ Νικίας καιρὸν ἔσχε παντάπασιν ἀναπαῦσαι καὶ καταστορέσαι τὴν πόλιν, ἀλλʼ εἰς ὁδὸν τὰ πράγματα σωτήριον καταστήσας ἐξέπεσε, ῥύμῃ καὶ σφοδρότητι τῆς Ἀλκιβιάδου φιλοτιμίας αὖθις ἐξωσθεὶς εἰς τὸν πόλεμον. ἐπράχθη δὲ οὕτως. οἱ μάλιστα προσπολεμοῦντες τῇ εἰρήνῃ τῆς Ἑλλάδος Κλέων καὶ Βρασίδας ἦσαν, ὧν ὁ πόλεμος τοῦ μὲν ἀπέκρυπτε τὴν κακίαν, τοῦ δὲ τὴν ἀρετὴν ἐκόσμει. τῷ μὲν γὰρ ἀδικημάτων μεγάλων, τῷ δὲ κατορθωμάτων ἀφορμὰς παρεῖχε.

因此,尼基阿斯即便摆脱了克里昂,也全然没有机会让城邦彻底安息平静下来;他虽将事务引上了挽救之途,却功败垂成,再次被阿尔西比亚德斯的野心的冲劲与激荡推入了战争。 事情的经过是这样的:最阻挠全希腊和平的人是克里昂与布拉西达斯;战争掩盖了前者的卑劣,却彰显了后者的美德。因为战争为一人提供了肆行大恶的机会,为另一人则提供了建树伟绩的契机。

§9.3

τούτων οὖν ἅμα πεσόντων ἐν μάχῃ μιᾷ περὶ Ἀμφίπολιν, εὐθὺς ὁ Νικίας παραλαβὼν τοὺς μὲν Σπαρτιάτας ἔκπαλαι τῆς εἰρήνης ὀρεγομένους, τοὺς δʼ Ἀθηναίους οὐκέτι τῷ πολέμῳ θαρροῦντας, ἀμφοτέρους δʼ οἷον ἐκλελυμένους καὶ παρακαθιέντας ἑκουσίως τὰς χεῖρας, ἔπραττεν ὅπως εἰς φιλίαν τὰς πόλεις συναγαγὼν καὶ τοὺς ἄλλους Ἕλληνας ἀπαλλάξας κακῶν καὶ ἀναπαυσάμενος, βέβαιον οὕτω τὸ τῆς εὐτυχίας ὄνομα πρὸς τὸν αὖθις χρόνον ποιοῖτο.

当这两人在安菲波利斯附近的同一次战役中同时阵亡时,尼基阿斯立刻看到,斯巴达人早就渴望和平,而雅典人对战争也不再抱有信心,双方都仿佛精疲力竭,自愿垂下了双手;于是他竭力奔走,促使两城邦重修旧好,使其他希腊人摆脱祸患,自己亦得以休养生息,从而使自己幸运的名声在往后岁月里确立不摇。

§9.4

τοὺς μὲν οὖν εὐπόρους καὶ πρεσβυτέρους καὶ τῶν γεωργῶν τὸ πλῆθος αὐτόθεν εἰρηνικὸν εἶχεν·2 ἐπεὶ δὲ καὶ τῶν ἄλλων πολλοῖς ἐντυγχάνων ἰδίᾳ καὶ διδάσκων ἀμβλυτέρους ἐποίησε πρὸς τὸν πόλεμον, οὕτως ἤδη τοῖς Σπαρτιάταις ἐλπίδας ἐνδιδοὺς προεκαλεῖτο καὶ προὔτρεπεν ἔχεσθαι τῆς εἰρήνης. οἱ δʼ ἐπίστευον αὐτῷ διά τε τὴν ἄλλην ἐπιείκειαν, καὶ ὅτι τοῖς ἡλωκόσι περὶ Πύλον καὶ δεδεμένοις ἐπιμελόμενος καὶ περιέπων φιλανθρώπως ἐλαφροτέραν ἐποίει τὴν ἀτυχίαν.

富裕阶层、年长者以及广大的农夫,他从一开始就拥有他们作为支持和平的力量;而在私下会见许多其余民众并开导他们、使他们对战争的热情减退之后,他便随即给斯巴达人带来希望,呼吁并敦促他们抓紧和平。斯巴达人信任他,既是因为他一贯的宽厚公正,也是因为他对皮洛斯一带被俘受禁之人关怀备至、施以善意,减轻了他们的厄运。

§9.5

ἦσαν οὖν πρότερον πεποιημένοι τινὰ πρὸς ἀλλήλους ἐκεχειρίαν ἐνιαύσιον, ἐν ᾗ συνιόντες εἰς ταὐτὸ καὶ γευόμενοι πάλιν ἀδείας καὶ σχολῆς καὶ πρὸς ξένους καὶ οἰκείους ἐπιμιξίας, ἐπόθουν τὸν ἀμίαντον καὶ ἀπόλεμον βίον, ἡδέως μὲν ᾀδόντων τὰ τοιαῦτα χορῶν ἀκούοντες· "κείσθω δόρυ μοι μίτον ἀμφιπλέκειν ἀράχναις·" ἡδέως δὲ μεμνημένοι τοῦ εἰπόντος ὅτι τοὺς ἐν εἰρήνῃ καθεύδοντας οὐ σάλπιγγες, ἀλλʼ ἀλεκτρυόνες ἀφυπνίζουσι.

他们先前曾相互签订过为期一年的停战协定,在这一年当中,人们相聚一处,再度品尝到了免于恐惧的安宁、闲暇以及与外宾亲友的往来,从而渴望那种纯洁无染、远离战火的生活,欣然聆听合唱队唱出这样的诗句: “愿我的长矛横卧,任由蜘蛛纺织细网;” 并且欣然忆起那人的名言:在和平中入睡的人,唤醒他们的不是军号,而是雄鸡。

§9.6

λοιδοροῦντες οὖν καὶ προβαλλόμενοι τοὺς λέγοντας ὡς τρὶς ἐννέα ἔτη διαπολεμηθῆναι πέπρωται τὸν πόλεμον, ἔπειθʼ οὕτω περὶ παντὸς εἰς λόγους συμβαίνοντες ἐποιήσαντο τὴν εἰρήνην, δόξα τε παρέστη τοῖς πλείστοις ἀπαλλαγὴν κακῶν σαφῆ γεγονέναι, καὶ τὸν Νικίαν διὰ στόματος εἶχον, ὡς ἀνὴρ εἴη θεοφιλὴς καὶ τὸ δαιμόνιον αὐτῷ διʼ εὐσέβειαν ἐπωνύμῳ γενέσθαι τοῦ μεγίστου καὶ καλλίστου τῶν ἀγαθῶν δέδωκε·3 τῷ γὰρ ὄντι Νικίου τὴν εἰρήνην ἐνόμιζον ἔργον, ὡς Περικλέους τὸν πόλεμον. ὁ μὲν γὰρ ἐπʼ αἰτίαις μικραῖς εἰς συμφορὰς μεγάλας ἐμβαλεῖν ἐδόκει τοὺς Ἕλληνας, ὁ δὲ τῶν μεγίστων κακῶν ἔπεισεν ἐκλαθέσθαι φίλους γενομένους. διὸ καὶ τὴν εἰρήνην ἐκείνην ἄχρι νῦν Νικίειον καλοῦσι.

因此,他们斥责并唾弃那些宣称此战命中注定要打满三个九年(二十七年)的人,接着在一切事务上通过谈判达成一致,缔结了和平;大多数人心中都确信灾祸已得到昭然雪除,众人众口相传赞颂尼基阿斯,称他是蒙神眷爱之人,神灵因其虔敬,特赐他成为最大、最美好之善事(和平)的得名之源。特赐予此;因为人们真正把和平视作尼基阿斯的伟业,正如把战争视作伯里克利的事业一样。因为一人〔伯里克利〕似乎因微不足道的事端将希腊人拖入深重的灾难,而另一人〔尼基阿斯〕则劝导人们化干戈为玉帛,忘却了极大的灾祸。因此,直到今天,人们仍将那场和平称为“尼基阿斯和平”。

语法注3 条
  1. 9.1ἐπʼ ἀμφότερα πολλὴ ῥυεῖσα καὶ λαμπρά

    与主语 ἡ Ἀλκιβιάδου φύσις 保持一致的阴性单数主格分词短语及形容词。承接前文埃及土地兼产良药与剧毒的隐喻,形容其天性奔涌剧烈并璀璨地流向善恶两个极端(ἐπʼ ἀμφότερα);πολλή 在此以表语方式修饰流势的浩大猛烈。

  2. 9.4αὐτόθεν εἰρηνικὸν εἶχεν

    未完成过去时动词 εἶχεν 带有一组宾语成分(τοὺς μὲν οὖν εὐπόρους καὶ πρεσβυτέρους καὶ τῶν γεωργῶν τὸ πλῆθος),εἰρηνικόν 作为表语性补足语(以集合性的中性单数统摄整体宾语势力),意为“自始(αὐτόθεν)就拥有他们作为倾向和平的力量”。

  3. 9.6τῶν ἀγαθῶ. δέδωκε

    句子以 τῶν ἀγαθῶν δέδωκε 收束,下一句以 τῷ γὰρ ὄντι 开启。δέδωκε 是 ὡς 从句中以 τὸ δαιμόνιον 为主语的主要动词,构成 τὸ δαιμόνιον αὐτῷ ... γενέσθαι δέδωκε(δίδωμι + 与格 + 不定式),意为“神灵赋予了他成为最大最美之善事之名祖”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg038.humanitext-grc2:9.1-9.7