- 底本
- Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg036.humanitext-grc2:9.1-9.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
米特拉达梯突袭并从陆海两路合围基济科斯,卢库鲁斯则进驻扼控敌军粮道的高地预言必胜,并设法派兵潜入城中以破除敌人的欺骗宣传并提振守军士气。
ἐν τούτῳ δὲ Μιθριδάτης ἐπεβούλευε Κυζικηνοῖς πεπληγόσιν ἐν τῇ περὶ Χαλκηδόνα μάχῃ· τρισχιλίων γὰρ ἀνδρῶν καὶ δέκα νεῶν ἐστέρηντο. βουλόμενος οὖν λαθεῖν τὸν Λούκουλλον, εὐθὺς ἀπὸ δείπνου νύκτα δυσφανῆ καὶ νοτερὰν ἔχων ἐκίνει καὶ φθάνει τῆς πόλεως ἄντικρυς ἅμʼ ἡμέρᾳ περὶ τὸ τῆς Ἀδραστείας ὄρος ἱδρύσας τὴν δύναμιν.
在此期间,米特拉达梯图谋对付在迦克墩之战中受挫的基济科斯人,因为他们损失了三千人和十艘战船。为了避开卢库鲁斯的注意,他在晚餐后便趁着昏暗潮湿的夜色开拔,并在拂晓时抢先将兵力部署在城对面阿德剌斯忒亚山一带。
ὁ δὲ Λούκουλλος αἰσθόμενος καὶ διώξας ἠγάπησε μὲν οὐκ ἐμπεσὼν ἀσύντακτος εἰς τοὺς πολεμίους,1 καθίζει δὲ τὸν στρατὸν περὶ τὴν Θρᾳκίαν λεγομένην κώμην ἐν τόπῳ κατὰ τῶν ὁδῶν ἄριστα πεφυκότι καὶ τῶν χωρίων, ἀφʼ ὧν καὶ διʼ ὧν ἀναγκαῖον ἦν τοῖς Μιθριδατικοῖς τὰ ἐπιτήδεια φοιτᾶν.2 διὸ καὶ περιλαβὼν τῇ διανοίᾳ τὸ μέλλον οὐκ ἀπεκρύψατο τοὺς στρατιώτας, ἀλλʼ ἅμα τῷ θέσθαι τὸ στρατόπεδον καὶ ἀπὸ τῶν ἔργων γενέσθαι συναγαγὼν αὐτοὺς ἐμεγαληγόρησεν, ὡς ὀλίγων ἡμερῶν ἀναιμωτὶ τὸ νίκημα παραδώσων αὐτοῖς.
卢库鲁斯察觉后引兵追击,庆幸自己没有在队列散乱的情况下贸然撞击敌军;他将部队驻扎在所谓色雷斯村附近,该地在地理上最适合扼守通道以及补给物资必须从该处及经由该处运抵米特拉达梯军的地点。因此,他在谋虑中已洞悉未来局势,并未向部下隐瞒,而是一旦立下营寨并完成筑垒作业,便召集士兵并豪言道,数日之内即可不流血地将胜利交到他们手中。
Κυζικηνοὺς δὲ Μιθριδάτης δέκα μὲν ἐκ γῆς στρατοπέδοις περιλαβών, ταῖς δὲ ναυσὶν ἐκ θαλάσσης τὸν ἀπὸ τῆς ἠπείρου διείργοντα τὴν πόλιν εὔριπον ἐμφράξας, ἑκατέρωθεν ἐπολιόρκει, τὰ μὲν ἄλλα διακειμένους πρὸς τὸν κίνδυνον εὐθαρσῶς καὶ πᾶν ἕνεκα Ῥωμαίων ἐγνωκότας ἐκδέχεσθαι δυσχερές, ἀγνοοῦντας δὲ ὅπῃ Λούκουλλος εἴη καὶ τῷ μηδὲν περὶ αὐτοῦ πεπύσθαι ταραττομένους.
米特拉达梯则从陆路以十座营垒包围基济科斯人,又在海上以战船封锁隔开城市与大陆的狭窄水道,从两面发起围攻。城内居民在其他方面面对危险尚且士气高昂,决心为罗马人承受一切艰难困苦,但因不知卢库鲁斯身在何处,又毫无他的音讯,因而深感不安。
καίτοι καταφανὴς ἦν ἡ στρατοπεδεία καὶ ἄποπτος, ἀλλʼ ὑπὸ τῶν Μιθριδατικῶν ἐξηπατῶντο. δεικνύντες γὰρ αὐτοῖς τοὺς Ῥωμαίους ἄνω παρεμβεβληκότας ὁρᾶτε τούτους; ἔφασαν, Ἀρμενίων στρατός ἐστι καὶ Μήδων, Τιγράνου Μιθριδάτῃ καταπέμψαντος ἐπικουρίαν οἱ δʼ ἐξεπλήσσοντο τοσούτου πολέμου περικεχυμένου μηδʼ, εἰ παραγένοιτο Λούκουλλος, χώραν ἔτι λελεῖφθαι βοηθείας ἐλπίζοντες.
其实罗马军的营地清晰可见、一览无余,但他们被米特拉达梯的士兵蒙骗了。敌军指着上方扎营的罗马人对他们说: “你们看见那些人了吗?” 他们说道: “那是亚美尼亚人和米底人的军队,是提格兰派来支援米特拉达梯的援兵。” 基济科斯人见如此庞大的敌军包围四周,惊骇不已,认定即便卢库鲁斯赶到,也再无解围的余地。
οὐ μὴν ἀλλὰ πρῶτος αὐτοῖς εἰσπεμφθεὶς ὑπʼ Ἀρχελάου Δημῶναξ ἔφρασε τὴν τοῦ Λουκούλλου παρουσίαν. τούτων δʼ ἀπιστούντων καὶ νομιζόντων αὐτὸν τῶν παρόντων ἐπὶ παρηγορίᾳ πεπλασμένα λέγειν, ἧκε παιδάριον αἰχμάλωτον ἐκ τῶν πολεμίων ἀποδεδρακός. πυνθανομένων δʼ αὐτῶν, ποῦ λέγοι τὸν Λούκουλλον εἶναι, κατεγέλα παίζειν αὐτοὺς οἰόμενον. ὡς δʼ ἑώρα σπουδάζοντας, ἐσήμηνε τῇ χειρὶ τὸν χάρακα τῶν Ῥωμαίων, οἱ δʼ ἀνεθάρσησαν.
然而,由阿凯拉奥斯首度派遣入城的德莫纳克斯向他们通报了卢库鲁斯已经赶到。由于他们不予置信,以为他是为了抚慰眼前的困境而编造谎言,此时一名从敌营逃出的俘虏少年来到了城中。当他们询问这名少年所说的卢库鲁斯究竟在何处时,少年以为他们在开玩笑而笑了起来;当看到他们神情严肃时,他便用手指引罗马人的营垒,众人遂重振勇气。
τῆς δὲ Δασκυλίτιδος λίμνης πλεομένης ἀκατίοις ἐπιεικῶς εὐμεγέθεσι, τὸ μέγιστον αὐτῶν ὁ Λούκουλλος ἀνελκύσας καὶ διαγαγὼν ἁμάξῃ πρὸς τὴν θάλατταν ὅσους ἐχώρει στρατιώτας ἐνεβίβασεν. ἔλαθον δὲ νυκτὸς διαπεράσαντες καὶ παρεισῆλθον εἰς τὴν πόλιν.3
当时达斯库利提斯湖上行驶着颇为宽大的驳船,卢库鲁斯将其中最大的一艘拖上岸,用货车运往海边,装载了所能容纳的最多数额的士兵。他们在夜间悄然渡海,潜入了城内。
- 9.2ἠγάπησε μὲν οὐκ ἐμπεσὼν ἀσύντακτος εἰς τοὺς πολεμίους
动词 ἠγάπησε(ἀγαπάω 的不定过去时)接带否定词的补足分词短语 οὐκ ἐμπεσών,意为“庆幸/满意于没有……而陷入”。ἀγαπάω 除接宾语或不定式外,常接分词表示对某种既定状态或免于某事感到欣慰或满足;此处指卢库鲁斯庆幸自己并未在队形散乱(ἀσύντακτος)的情况下撞上敌军。
- 9.2ἐν τόπῳ κατὰ τῶν ὁδῶν ἄριστα πεφυκότι καὶ τῶν χωρίων, ἀφʼ ὧν καὶ διʼ ὧν ἀναγκαῖον ἦν τοῖς Μιθριδατικοῖς τὰ ἐπιτήδεια φοιτᾶν
介词短语 κατὰ τῶν ὁδῶν ... καὶ τῶν χωρίων 修饰分词 πεφυκότι(φύω 的完成时分词,意为“天生适合/天然处于”)。κατά 接属格在此作空间处所用法,意为“居高临下扼守/俯瞰”。关系从句 ἀφʼ ὧν καὶ διʼ ὧν(“从该处以及经由该处”)的先行词是 τῶν χωρίων,精确说明了该地点扼制敌军补给生命线的战略价值。
- 9.6ἔλαθον δὲ νυκτὸς διαπεράσαντες καὶ παρεισῆλθον εἰς τὴν πόλιν
动词 ἔλαθον(λανθάνω 的不定过去时)与补充充当谓语意义的分词 διαπεράσαντες 连用,构成经典惯用结构,表示“未被察觉地渡过”。紧接着由 καί 连接并列主动词 παρεισῆλθον(παρεισέρχομαι 的不定过去时,“潜入”),记叙了夜间成功潜渡并神不知鬼不觉地进入被围城市的行动。
