← 普鲁塔克

卢库鲁斯传

§10.1-10.3

基济科斯的神迹与米特拉达梯攻城器械的毁灭

基济科斯人受到神圣黑牛自投祭坛以及托梦等神迹的鼓舞,随后一场凶猛的南风摧毁了米特拉达梯的大型攻城器械。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.1

ἔοικε δὲ καὶ τὸ θεῖον ἐπιθαρρῦναι τοὺς Κυζικηνούς, ἀγασθὲν αὐτῶν τὴν ἀνδραγαθίαν, ἄλλοις τε σημείοις ἐναργέσι, καὶ τῆς τῶν Φερεφαττίων ἑορτῆς ἐνεστώσης1 οἱ μὲν ἠπόρουν βοὸς μελαίνης πρὸς τὴν θυσίαν καὶ σταιτίνην πλάσαντες τῷ βωμῷ παρέστησαν, ἡ δʼ ἱερὰ καὶ τρεφομένη τῇ θεῷ νομὴν μὲν εἶχεν, ὥσπερ τἆλλα βοτὰ τῶν Κυζικηνῶν, ἐν τῇ περαίᾳ, κατʼ ἐκείνην δὲ τὴν ἡμέραν ἀποκριθεῖσα τῆς ἀγέλης μόνη διενήξατο πρὸς τὴν πόλιν καὶ κατέστησεν ἐπὶ τὴν θυσίαν αὑτήν.

神明似乎也赞赏基济科斯人的英勇,不仅通过其他明晰的征兆,而且正值佩尔塞福涅节日来临之际,也坚定了他们的信心。当时城中人苦于没有用于献祭的黑牝牛,便用面团捏成一头牛立在祭坛旁;然而那头奉献给女神、专门为她饲养的牝牛,原本像基济科斯人的其他牲畜一样在对岸吃草,却在那一天脱离了牛群,独自渡海游往城邦,主动将自己奉献作为祭牲。

§10.2

ὄναρ δʼ ἡ θεὸς Ἀρισταγόρᾳ τῷ τοῦ δήμου γραμματιστῇ παραστᾶσα, καὶ μὴν ἔγωγε, εἶπεν, ἥκω τὸν Λιβυκὸν αὐλητὴν ἐπὶ τὸν Ποντικὸν σαλπιγκτὴν ἐπάγουσα.2 φράσον οὖν θαρρεῖν τοῖς πολίταις. θαυμαζόντων δὲ τὴν φωνὴν τῶν Κυζικηνῶν ἅμʼ ἡμέρᾳ σάλον εἶχεν ἡ θάλασσα κατιόντος ἀκρίτου πνεύματος, αἵ τε μηχαναὶ τοῦ βασιλέως παρεστῶσαι τοῖς τείχεσιν, ἔργα θαυμαστὰ Νικωνίδου τοῦ Θεσσαλοῦ, ῥοίζῳ καὶ πατάγῳ πρῶτον ἀπεδήλουν τὸ μέλλον·

此外,女神在梦中显现在民众秘书官阿里斯塔戈拉斯身旁: “看哪,我来了,”她说,“领着利比亚的吹笛人来对抗本都的吹号手。去告诉市民们鼓起勇气吧。” 基济科斯人正对这番话感到惊奇之时,拂晓时分,由于一股暴虐的气流吹降下来,海面剧烈动荡;而国王立在城墙旁的那些攻城机械——乃是色萨利人尼科尼德斯的杰作——首先在呼啸与轰鸣声中预示了将要发生的事。

§10.3

εἶτα νότος ἐκραγεὶς ἄπιστος τὸ μέγεθος τά τʼ ἄλλα συνέτριψε μηχανήματα ὥρας βραχεῖ μορίῳ,3 καὶ τὸν ξύλινον πύργον ἑκατὸν πηχῶν ὕψος ὄντα διασείσας κατέβαλεν. ἱστορεῖται δὲ τῶν ἐν Ἰλίῳ πολλοῖς καθʼ ὕπνον ὀφθῆναι τὴν Ἀθηνᾶν ἱδρῶτι πολλῷ ῥεομένην καὶ ὑποφαίνουσάν τι τοῦ πέπλου παρερρωγός, λέγουσαν, ὡς ἀρτίως ἥκοι βοηθήσασα4 Κυζικηνοῖς. καὶ στήλην τινὰ δόγματα καὶ γράμματα περὶ τούτων ἔχουσαν ἐδείκνυον Ἰλιεῖς.

接着,一阵势不可当的南风狂暴地席卷而来,在短短须臾之间摧毁了其他攻城机械,并将百肘高的木塔剧烈撼动后砸倒在地。据说,伊利昂的许多人在睡梦中看见雅典娜满身大汗,展示着她长袍上一处撕裂的破痕,说道自己刚刚救助基济科斯人归来。伊利昂人还展示了一块刻有关于这些事情的法令与文书的石碑。

语法注4 条
  1. 10.1ἄλλοις τε σημείοις ἐναργέσι, καὶ τῆς τῶν Φερεφαττίων ἑορτῆς ἐνεστώσης

    方式/手段与格短语(ἄλλοις τε σημείοις ἐναργέσι)与表示时间/背景的独立属格结构(καὶ τῆς... ἑορτῆς ἐνεστώσης)通过 τε... καί 形成并列,共同修饰主句的不定词 ἐπιθαρρῦναι。

  2. 10.2τὸν Λιβυκὸν αὐλητὴν ἐπὶ τὸν Ποντικὸν σαλπιγκτὴν ἐπάγουσα

    隐喻式的谜语表达:“利比亚的吹笛人”代指由非洲/利比亚方向吹来的暴烈南风,“本都的吹号手”则指本都国王米特拉达梯及其军力。这直接预示了下文中突降南风(νότος)摧毁攻城器械的情节。

  3. 10.3ὥρας βραχεῖ μορίῳ

    表示时间范围的与格(dative of time within which):“在一个时辰的短暂部分之内”,意即“在极短的时间内”或“转瞬之间”。

  4. 10.3ὡς ἀρτίως ἥκοι βοηθήσασα

    由过去叙述语境(ἱστορεῖται... ὀφθῆναι)引出的间接引语希求法(oblique optative)。动词 ἥκω 本身具有完成体意义(“我已来到/归来”),搭配的不定过去时分词 βοηθήσασα 充当补充性分词,表示先前已完成的动作(“救助之后归来”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg036.humanitext-grc2:10.1-10.3