← 普鲁塔克

卢库鲁斯传

§8.1-8.8

救援科塔与因天降异象而中断交战

科塔因急于立功而遭惨败并在迦克墩被围,卢库鲁斯力排众议前往解救。就在决战一触即发之际,天降火状异象使两军罢兵,随后卢库鲁斯查明敌军口粮即将耗尽,遂决定采取持久消耗战策略。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.1

ὃν δὲ περὶ ταῦτα Λούκουλλος ἠσχολεῖτο χρόνον1 αὑτοῦ καιρὸν εἶναι νομίζων ὁ Κόττας παρεσκευάζετο μάχεσθαι πρὸς Μιθριδάτην. καὶ πολλῶν ἀπαγγελλόντων ἤδη Λούκουλλον ἐν Φρυγίᾳ στρατοπεδεύειν ἐπιόντα, μόνον οὐκ ἐν ταῖς χερσὶν ἔχειν τὸν θρίαμβον οἰόμενος, ὡς μὴ μεταλάβῃ Λούκουλλος αὐτοῦ, συμβαλεῖν ἔσπευσε.

当卢库鲁斯忙于这些事务之际,科塔认为这是自己的良机,正准备与米特拉达梯交战。当众人纷纷报称卢库鲁斯已在弗里吉亚扎营并正在进军时,科塔自以为凯旋式几乎已唾手可得,为了不让卢库鲁斯分一杯羹,便急于交战。

§8.2

πληγεὶς δʼ ἅμα καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἑξήκοντα μὲν ἀπώλεσεν αὔτανδρα σκάφη, πεζοὺς δὲ τετρακισχιλίους, αὐτὸς δὲ κατακλεισθεὶς εἰς Χαλκηδόνα καὶ πολιορκούμενος εἰς τὰς Λουκούλλου χεῖρας ἀπέβλεπεν.

但他同时在陆路和海上遭到重创,损失了六十艘连同全员乘员的战舰以及四千名步兵;他本人则被困在迦克墩城内遭受围攻,只能企盼卢库鲁斯的救援。

§8.3

ἦσαν μὲν οὖν οἱ τὸν Λούκουλλον ἀμελήσαντα Κόττα πρόσω χωρεῖν παρορμῶντες ὡς ἔρημον αἱρήσοντα τὴν Μιθριδάτου βασιλείαν, καὶ μάλιστα τῶν στρατιωτῶν οὗτος ἦν ὁ λόγος, ἀγανακτούντων, εἰ μὴ μόνον αὑτὸν ἀπολεῖ2 καὶ τοὺς σὺν αὐτῷ βουλευσάμενος κακῶς ὁ Κόττας, ἀλλὰ καὶ σφίσιν ἐμποδὼν ἔσται νικᾶν ἀμαχεῖ δυναμένοις.

当时确实有人极力劝说卢库鲁斯弃科塔于不顾而径直向前推进,借此夺取米特拉达梯防备空虚的王国;士兵们尤其持有这种议论,他们愤愤不平地认为,科塔由于谋划不当,不仅自取灭亡并连累部众,竟然还要阻碍能够不战而胜的他们。

§8.4

Λούκουλλος δὲ πρὸς μὲν τούτους δημηγορῶν εἶπεν, ὡς ἕνα βούλοιτʼ ἂν ἐκ πολεμίων σῶσαι Ῥωμαῖον ἢ πάντα λαβεῖν τὰ τῶν πολεμίων Ἀρχελάου δὲ τοῦ περὶ Βοιωτίαν Μιθριδάτῃ στρατηγήσαντος, εἶτʼ ἀποστάντος καὶ Ῥωμαίοις συστρατεύοντος, διαβεβαιουμένου ὀφθέντα Λούκουλλον ἐν Πόντῳ πάντων ὁμοῦ κρατήσειν, οὐκ ἔφη δειλότερος εἶναι τῶν κυνηγῶν, ὥστε τὰ θηρία παρελθὼν ἐπὶ κενοὺς αὐτῶν τοὺς φωλεοὺς βαδίζειν.3

但卢库鲁斯向他们发表演说表示,他宁愿从敌人手中救出一名罗马人,也不愿夺取敌人所有的财产。此前曾在维奥蒂亚一带为米特拉达梯统领军队、后叛逃并随罗马人出征的阿凯拉奥斯断言,卢库鲁斯只要在本都露面,就能立刻掌控全局;卢库鲁斯对此回应道,自己绝不比猎人更怯懦,以至于绕过野兽去走向它们空无一物的洞穴。

§8.5

καὶ ταῦτʼ εἰπὼν ἐπὶ Μιθριδάτην προῆγε πεζοὺς μὲν ἔχων τρισμυρίους, ἱππεῖς δὲ δισχιλίους πεντακοσίους, καταστὰς δʼ εἰς ἔποψιν τῶν πολεμίων καὶ θαυμάσας τὸ πλῆθος ἐβούλετο μὲν ἀπέχεσθαι μάχης καὶ τρίβειν τὸν χρόνον, Μαρίου δʼ, ὃν Σερτώριος ἐξ Ἰβηρίας ἀπεστάλκει Μιθριδάτῃ μετὰ δυνάμεως στρατηγόν, ἀπαντήσαντος αὐτῷ καὶ προκαλουμένου κατέστη μὲν εἰς τάξιν ὡς διαμαχούμενος, ἤδη δὲ ὅσον οὔπω συμφερομένων,4 ἀπʼ οὐδεμιᾶς ἐπιφανοῦς μεταβολῆς, ἀλλʼ ἐξαίφνης τοῦ ἀέρος ὑπορραγέντος ὤφθη μέγα σῶμα φλογειδὲς εἰς μέσον τῶν στρατοπέδων καταφερόμενον, τὸ μὲν σχῆμα πίθῳ μάλιστα, τὴν δὲ χρόαν ἀργύρῳ διαπύρῳ προσεοικός, ὥστε δείσαντας ἀμφοτέρους τὸ φάσμα διακριθῆναι.

说罢,他率领三万步兵和两千五百名骑兵向米特拉达梯推进。当他看到敌军并惊异于其人数之众时,本想避免交战以拖延时间;但塞多留从伊比利亚派遣来作为将领协助米特拉达梯的马略率军前来迎战并进行挑衅,卢库鲁斯遂列好战阵准备决战。就在他们眼看即将交锋之际,事先没有任何明显的变化,天空骤然破裂,一个巨大的火状物体被目击坠落在两军阵地之间,其形状酷似大酒瓮,颜色如同炽热的白银,以致双方都畏惧这异象而各自退兵。

§8.7

τοῦτο μὲν οὖν φασιν ἐν Φρυγίᾳ περὶ τὰς λεγομένας Ὀτρύας συμβῆναι τὸ πάθος. ὁ δὲ Λούκουλλος οὐδεμιᾶς εἶναι νομίζων ἀνθρωπίνης παρασκευῆς οὐδὲ πλούτου θρέψαι μυριάδας ἐπὶ πολὺν χρόνον ἀντικαθημένων πολεμίων τοσαύτας, ὅσας εἶχε Μιθριδάτης, ἐκέλευσεν ἀχθῆναι τῶν αἰχμαλώτων ἕνα· καὶ πρῶτον ἀνέκρινε, μετὰ πόσων διαιτῷτο συσκήνων, ἔπειτα πόσον ἐν τῇ σκηνῇ καταλέλοιπε σῖτον.

人们说这桩奇事发生在弗里吉亚所谓奥特律埃附近。卢库鲁斯认为,在与敌军对峙的情况下,没有任何人间的准备或财富能够在长时间内供养米特拉达梯所拥有的如此庞大的数万人军队,于是下令押来一名战俘;他首先讯问此人与多少同帐营友共同生活,接着讯问他在帐篷中留下了多少粮食。

§8.8

ἀποκριναμένου δὲ τἀνθρώπου τὸν μὲν ἐκέλευσε μεταστῆναι, δεύτερον δὲ καὶ τρίτον ὁμοίως ἀνέκρινεν. εἶτα συνθεὶς τὸ τῆς παρεσκευασμένης τροφῆς πλῆθος πρὸς τὸ τῶν τρεφομένων, ἔγνω τριῶν ἢ τεσσάρων ἡμερῶν ἐπιλείψοντα σῖτον τοὺς πολεμίους,5 καὶ πολὺ μᾶλλον εἴχετο τοῦ χρόνου, καὶ συνῆγεν εἰς τὸν χάρακα παμπληθῆ σῖτον, ὡς ἐν ἀφθόνοις διάγων αὐτὸς ἐφεδρεύοι ταῖς ἐκείνων ἀπορίαις.

该战俘回答后,他便命人将其带走,接着同样讯问了第二名和第三名战俘。随后,他将所筹备口粮的总量与受供养人员的人数进行核对,查明在三四天之内敌人的粮食就将告罄,因而更加坚定了拖延时间的方针,并将大量粮食运入自己的营垒,以便自己在衣食无缺之中坐待敌人的匮乏困境。

语法注5 条
  1. 8.1ὃν δὲ περὶ ταῦτα Λούκουλλος ἠσχολεῖτο χρόνον

    关系代词 ὅν 所修饰的名词 χρόνον 被吸收入关系从句内部的先行词先入结构(相当于 ἐν τούτῳ τῷ χρόνῳ ὃν... 的语序倒装)。该句作为时间状语从句,修饰主句的主语与谓语动词 ὁ Κόττας παρεσκευάζετο。

  2. 8.3ἀγανακτούντων, εἰ μὴ μόνον αὑτὸν ἀπολεῖ

    由表示情感的动词分词 ἀγανακτούντων 所引导的表示原因的从句。按照希腊语惯用法,在情感动词后常接引导词为 εἰ(意为“对于……感到愤怒”)并用否定词 μή 的从句;时态则保留了直接引语中的将来时直陈语气(ἀπολεῖ, ἔσται)。

  3. 8.4ὥστε τὰ θηρία παρελθὼν ἐπὶ κενοὺς αὐτῶν τοὺς φωλεοὺς βαδίζειν

    紧接在比较级形容词 δειλότερος 之后的 ὥστε 加不定式结构,表示程度或结果(“怯懦到……地步”)。由于在否定句后表示设想而非实际发生的结果,ὥστε 后接不定式 βαδίζειν。

  4. 8.5ἤδη δὲ ὅσον οὔπω συμφερομένων

    成语性短语 ὅσον οὔπω 意为“眼看就要”“行将”(字面义为“仅差一点点就不是未发生”)。它以副词性功能修饰独立属格 συμφερομένων,生动表现出交锋迫在眉睫的情形。

  5. 8.8τριῶν ἢ τεσσάρων ἡμερῶν ἐπιλείψοντα σῖτον τοὺς πολεμίους

    ἔγνω 所引出的间接引语“宾语+不定式”结构。动词 ἐπιλείπω 的句型为主格表示匮乏之物、宾格表示受影响的人(即“粮食 σῖτον 离开/短缺于敌人 τοὺς πολεμίους”)。属格短语 τριῶν ἢ τεσσάρων ἡμερῶν 为表示范围的时间属格(“在三四天之内”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg036.humanitext-grc2:8.1-8.8