← 普鲁塔克

卢库鲁斯传

§7.1-7.6

整肃驻军纪律与米特拉达梯入侵比提尼亚

卢库鲁斯前往亚细亚整肃了包括芬布里亚兵在内纪律弛废的军队;与此同时,米特拉达梯摒弃虚饰、组建切合实战的罗马式军备,乘各省不堪剥削而动荡之际侵入比提尼亚。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.1

Λούκουλλος δὲ τάγμα μὲν αὐτόθεν ἔχων συντεταγμένον ὑπʼ αὐτοῦ διέβαινεν εἰς τὴν Ἀσίαν ἐκεῖ δὲ τὴν ἄλλην παρέλαβε δύναμιν, πάντων μὲν πάλαι τρυφαῖς διεφθορότων καὶ πλεονεξίαις, τῶν δὲ Φιμβριανῶν λεγομένων καὶ διὰ συνήθειαν ἀναρχίας δυσμεταχειρίστων γεγονότων.

卢库鲁斯率领由他在当地亲自组建的一个军团渡海前往亚细亚;在那里他接管了其余军队,但所有士兵早已因奢靡与贪婪而腐化,尤其是所谓的芬布里亚派士兵,因惯于无法无天而变得难以驯服。

§7.2

οὗτοι γὰρ ἦσαν οἱ Φλάκκον τε μετὰ Φιμβρίου τὸν ὕπατον καὶ στρατηγὸν ἀνῃρηκότες αὐτόν τε τὸν Φιμβρίαν Σύλλᾳ προδεδωκότες, αὐθάδεις μὲν ἄνθρωποι καὶ παράνομοι, μάχιμοι δὲ καὶ τλήμονες μετʼ ἐμπειρίας πολέμου, οὐ μὴν ἀλλὰ βραχεῖ χρόνῳ καὶ τούτων τὸ θράσος ὁ Λούκουλλος ἐξέκοψε καὶ τοὺς ἄλλους ἐπέστρεψε, τότε πρῶτον, ὡς ἔοικε, πειρωμένους1 ἄρχοντος ἀληθινοῦ καὶ ἡγεμόνος· ἄλλως δʼ ἐδημαγωγοῦντο πρὸς ἡδονὴν ἐθιζόμενοι στρατεύεσθαι.

因为正是这帮人,曾与芬布里亚一同杀害了执政官兼统帅弗拉库斯,其后又将芬布里亚本人出卖给苏拉;他们傲慢而目无法纪,却骁勇善战、忍受劳苦且富于战阵经验。然而,卢库鲁斯在短时间内便挫败了他们的骄纵,并使其他人归于肃整;他们此时似乎才第一次体验到何谓真正的长官与领袖,此前他们一直受到阿谀逢迎,惯于只为了享乐而从军。

§7.3

τὰ δὲ τῶν πολεμίων οὕτως εἶχε. Μιθριδάτης, ὥσπερ οἱ πολλοὶ τῶν σοφιστῶν, κομπώδης ἐν ἀρχῇ καὶ σοβαρὸς ἐπὶ Ῥωμαίους ἀναστὰς διακένῳ δυνάμει, λαμπρᾷ δὲ καὶ πανηγυρικῇ τὴν ὄψιν, εἶτʼ ἐκπεσὼν καταγελάστως καὶ νουθετηθείς, ὅτε τὸ δεύτερον πολεμεῖν ἔμελλεν, εἰς ἀληθινὴν καὶ πραγματικὴν συνέστελλε τὰς δυνάμεις παρασκευήν.

敌方的情况则是如此。米特拉达梯起初如同大多数诡辩家一般,虚张声势、不可一世地对抗罗马人,凭借的却是一支虚有其表、徒具华美观瞻的虚浮军队;其后他遭遇了可笑的惨败并吸取了教训,当他准备发动第二次战争时,便将兵力整肃为真正而切合实际的军备。

§7.4

ἀφελὼν γὰρ τὰ παντοδαπὰ πλήθη καὶ τὰς πολυγλώσσους ἀπειλὰς τῶν βαρβάρων, ὅπλων τε διαχρύσων καὶ διαλίθων κατασκευάς, ὡς λάφυρα τῶν κρατούντων, οὐκ ἀλκήν τινα τῶν κεκτημένων ὄντα, ξίφη μὲν ἠλαύνετο Ῥωμαϊκά καὶ θυρεοὺς ἐμβριθεῖς ἐπήγνυτο καὶ γεγυμνασμένους μᾶλλον ἢ κεκοσμημένους ἤθροιζεν ἵππους, πεζῶν δὲ μυριάδας δώδεκα κατεσκευασμένων εἰς φάλαγγα Ῥωμαϊκήν,2 ἱππεῖς δὲ πρὸς μυρίοις ἑξακισχιλίους ἄνευ τῶν δρεπανηφόρων τεθρίππων ταῦτα δʼ ἦν ἑκατόν· ἔτι δὲ ναῦς οὐ χρυσορόφοις σκηνίσιν οὐδὲ λουτροῖς παλλακίδων καὶ γυναικωνίτισι τρυφώσαις ἠσκημένας, ἀλλʼ ὅπλων καὶ βελῶν καὶ χρημάτων γεμούσας παραρτυσάμενος ἐνέβαλεν εἰς Βιθυνίαν, τῶν πόλεων αὖθις ἀσμένως ὑποδεχομένων οὐ μόνον τούτων, ἀλλὰ καὶ τὴν Ἀσίαν ὅλην ὑποτροπὴ τῶν ἔμπροσθεν νοσημάτων εἶχεν,3 ἀφόρητα πάσχουσαν ὑπὸ Ῥωμαϊκῶν δανειστῶν καὶ τελωνῶν· οὓς ὕστερον μὲν ὥσπερ Ἁρπυίας τὴν τροφὴν ἁρπάζοντας αὐτῶν ὁ Λούκουλλος ἐξήλασε, τότε δὲ μετριωτέρους ἐπειρᾶτο νουθετῶν ποιεῖν, καὶ τὰς ἀποστάσεις κατέπαυε τῶν δήμων, οὐδενὸς, ὡς ἔπος εἰπεῖν, ἡσυχάζοντος.

他屏弃了形形色色的乌合之众和蛮族人多语种的恫吓,以及镶金嵌玉的甲胄装备——这些东西不过是战胜者的战利品,对持有者毫无战力可言——转而锻造罗马式的利剑,制造坚固的盾牌,聚集训练有素而非徒具盛饰的战马,并组织了编为罗马步兵方阵的十二万步兵,以及一万六千名骑兵,此外还有一百辆带镰刀的四驾战车;此外,他筹备的战舰不再装饰着金顶营帐、侍妾浴池或奢华女眷厢房,而是满载着武器、箭矢与军饷,随后侵入比提尼亚。不仅这些城市再次欣然迎接他,而且整个亚细亚都被以往弊病的复发所缠绕,因遭受罗马放贷者和包税商的压榨而痛苦不堪;后来卢库鲁斯将这些如同鹰身女妖般掠夺民众口粮的人驱逐出境,但此时他正试图通过劝诫使他们收敛,并平息民众的暴动,当时几乎无人能保持安宁。

语法注3 条
  1. 7.2πειρωμένους

    宾格分词 πειρωμένους 在语法上与紧邻的宾语 τοὺς ἄλλους 一致,但在意义上则涵括了前文属格的 τούτων(芬布里亚兵),共同作为该分词所表经历的逻辑主语。

  2. 7.4πεζῶν δὲ μυριάδας δώδεκα κατεσκευασμένων εἰς φάλαγγα Ῥωμαϊκήν

    完成体被动分词 κατεσκευασμένων 未与语法上的中心词宾格名词 μυριάδας 一致,而是与其实质语义主体属格名词 πεζῶν 一致,属于典型的“按意义一致”(constructio ad sensum / synesis)。

  3. 7.5τῶν πόλεων αὖθις ἀσμένως ὑποδεχομένων οὐ μόνον τούτων, ἀλλὰ καὶ τὴν Ἀσίαν ὅλην ὑποτροπὴ τῶν ἔμπροσθεν νοσημάτων εἶχεν

    在独立属格 τῶν πόλεων ... ὑποδεχομένων 之后,短语 οὐ μόνον τούτων 意为“不仅这些城市欢迎他”,但随后的 ἀλλὰ καί 句并未延续分词属格结构,而是转换为限定动词主句(τὴν Ἀσίαν ... εἶχεν),形成了明显的句法脱节(anacoluthon)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg036.humanitext-grc2:7.1-7.6