- 底本
- Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg036.humanitext-grc2:6.1-6.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
由于奇里乞亚总督奥克塔维乌斯逝世,卢库鲁斯为谋求征讨米特拉达梯的大权,屈尊曲意巴结权贵策特古斯的情妇普莱基娅,最终如愿获得奇里乞亚及全军统帅权。
ἐν τούτῳ δʼ ὁ τὴν Κιλικίαν ἔχων Ὀκτάουϊος ἠγγέλθη τεθνηκώς. σπαργώντων δὲ πολλῶν πρὸς τὴν ἐπαρχίαν καὶ Κέθηγον ὡς δυνατώτατον ὄντα διαπράξασθαι1 θεραπευόντων, αὐτῆς μὲν ὁ Λούκουλλος Κιλικίας οὐ πολὺν εἶχε λόγον, οἰόμενος δʼ, εἰ λάβοι ταύτην, ἐγγὺς οὔσης Καππαδοκίας, ἄλλον οὐδένα πεμφθήσεσθαι πολεμήσοντα Μιθριδάτῃ, πᾶσαν ἔστρεφε μηχανὴν ὑπὲρ τοῦ μὴ προέσθαι τὴν ἐπαρχίαν ἑτέρῳ.
在此期间,有消息传来,奇里乞亚总督奥克塔维乌斯已经去世。许多人对这一行省垂涎欲滴,纷纷讨好当时最有能力促成此事的策特古斯;卢库鲁斯虽对奇里乞亚本身并不怎么看重,但考虑到若能获得该省,鉴于卡帕多细亚就在邻近,便不会再派其他人去讨伐米特拉达梯,于是千方百计避免将该行省拱手让给他人。
καὶ τελευτῶν ἔργον οὐ σεμνὸν οὐδʼ ἐπαινετόν, ἄλλως δʼ ἀνύσιμον πρὸς τὸ τέλος ἐκ τῆς ἀνάγκης ὑπέμεινε παρὰ τὴν ἑαυτοῦ φύσιν. Πραικία τις ἦν ὄνομα τῶν ἐφʼ ὥρᾳ καὶ λαμυρίᾳ διαβοήτων ἐν τῇ πόλει, τὰ μὲν ἄλλα κρείττων οὐδὲν ἀνέδην ἑταιρούσης γυναικός, ἐκ δὲ τοῦ χρῆσθαι τοῖς ἐντυγχάνουσιν αὐτῇ καὶ διαλεγομένοις πρὸς τὰς ὑπὲρ τῶν φίλων σπουδὰς καὶ πολιτείας προσλαβοῦσα τῇ λοιπῇ χάριτι τὸ δοκεῖν φιλέταιρός τις εἶναι καὶ δραστήριος ἴσχυσε μέγιστον.
最终,出于局势所迫,他违背本性,屈尊采取了一种既不光彩也不值称颂、却对达到目的极为奏效的手段。城中有一个名叫普莱基娅的女子,以美貌与娇媚闻名,在其他方面与放荡的妓女无异,但她善于利用那些与她交往、攀谈之人的力量,为友人谋取利益并干预政务,因而在自身本就拥有的风韵之外,又赢得了讲义气且办事干练的名声,从而握有极大的势力。
ὡς δὲ καὶ Κέθηγον ἀνθοῦντα τῇ δόξῃ τότε καὶ φέροντα τὴν πόλιν ὑπηγάγετο καὶ συνῆν ἐρῶντι, παντάπασιν εἰς ἐκείνην περιῆλθεν ἡ τῆς πόλεως δύναμις· οὐδὲ γὰρ ἐπράττετό τι δημοσίᾳ Κεθήγου μὴ σπουδάζοντος οὐδὲ Πραικίας μὴ κελευούσης παρὰ Κεθήγῳ. ταύτην οὖν ὑπελθὼν δώροις ὁ Λούκουλλος καὶ κολακείαις ἦν δέ που καὶ τῷ Λουκούλλῳ συμφιλοτιμουμένην ὁρᾶσθαι μέγας γυναικὶ σοβαρᾷ καὶ πανηγυρικῇ μισθός,2 εὐθὺς εἶχε τὸν Κέθηγον ἐπαινέτην καὶ προμνώμενον αὐτῷ Κιλικίαν.
及至她将当时名声大噪、独揽城邦大权的策特古斯也收归裙下,并与其同居相恋,城邦的大权便彻底落入她的手中;因为若无策特古斯全力斡旋,便办不成任何公事;而策特古斯若无普莱基娅的吩咐,也绝不有所动作。于是卢库鲁斯用礼物和谄媚打动了她——况且对一个虚荣跋扈的女人而言,能被世人看到自己与卢库鲁斯同怀野心,本身也是一份不小的报酬——他旋即得到了策特古斯的支持,策特古斯便替他四处斡旋谋取奇里乞亚。
ἐπεὶ δʼ ἅπαξ ἔτυχε ταύτης, οὐδὲν ἔτι Πραικίαν οὐδὲ Κέθηγον ἔδει παρακαλεῖν, ἀλλὰ πάντες ὁμαλῶς ἐκείνῳ φέροντες ἐνεχείρισαν τὸν Μιθριδατικὸν πόλεμον ὡς ὑφʼ ἑτέρου μηδενὸς ἄμεινον διαπολεμηθῆναι δυνάμενον, Πομπηΐου μὲν ἔτι Σερτωρίῳ προσπολεμοῦντος, Μετέλλου δʼ ἀπειρηκότος ἤδη διὰ γῆρας, οὓς μόνους ἄν τις ἐναμίλλους ἐποιήσατο Λουκούλλῳ περὶ τῆς στρατηγίας ἀμφισβητοῦντας.3
一旦他得到了这个行省,便再也无须向普莱基娅或策特古斯求援;众人一致主动将对米特拉达梯的战争托付给他,认为谁也无法比他更出色地打赢这场战争;因为庞培仍在与塞多留作战,而梅特卢斯已因年迈而丧失锐气——若是有人提出能与卢库鲁斯争夺此项统帅权的人选,唯独这两人堪作对手而已。
οὐ μὴν ἀλλὰ Κόττας ὁ συνάρχων αὐτοῦ πολλὰ λιπαρήσας τὴν σύγκλητον ἀπεστάλη μετὰ νεῶν τὴν Προποντίδα φυλάξων καὶ προπολεμήσων Βιθυνίας.
不过,他的同僚执政官科塔经再三恳求元老院,也被派率舰队防守普罗庞提斯海,以屏障比提尼亚。
- 6.1ὡς δυνατώτατον ὄντα διαπράξασθαι
不定词 διαπράξασθαι 用作说明性或限定性不定词,修饰形容词最高级 δυνατώτατον(意为“在办成此事上最有能力的”)。分词 ὄντα 连同 ὡς 一起表主观认定之原因。
- 6.3ἦν δέ που καὶ τῷ Λουκούλλῳ συμφιλοτιμουμένην ὁρᾶσθαι μέγας γυναικὶ σοβαρᾷ καὶ πανηγυρικῇ μισθός
句子的核心骨架为 ἦν ... μέγας μισθός(“……是一份巨大的回报”)。主语是不定词短语 τῷ Λουκούλλῳ συμφιλοτιμουμένην ὁρᾶσθαι(“被看作与卢库鲁斯怀有共同的抱负”),与格 γυναικὶ σοβαρᾷ καὶ πανηγυρικῇ 是表示利害与关涉的与格(“对一个骄横而爱虚荣的女子而言”)。
- 6.4οὓς μόνους ἄν τις ἐναμίλλους ἐποιήσατο Λουκούλλῳ περὶ τῆς στρατηγίας ἀμφισβητοῦντας
ἄν 搭配不定过去直陈式 ἐποιήσατο 表示过去的潜在或虚拟语气(“人们本只会将这二人视作……的对手”)。先行词为前文的庞培和梅特卢斯;关系代词 οὓς 作 ἐποιήσατο 的宾语,ἐναμίλλους 为宾语补足语,分词 ἀμφισβητοῦντας 作定语修饰 οὓς。
