- 底本
- Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg036.humanitext-grc2:5.1-5.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
卢库鲁斯出任执政官并分得山内高卢,但鉴于米特拉达梯战端再起,他竭力阻止竞争对手庞培归国,并应对策特古斯及煽动政客的政治挑战。
ὀλίγῳ δʼ ὕστερον ἢ Σύλλαν ἀποθανεῖν1 ὑπάτευσε μετὰ Μάρκου Κόττα περὶ τὴν ἕκτην καὶ ἑβδομηκοστὴν πρὸς ταῖς ἑκατὸν ὀλυμπιάδα. πολλῶν οὖν αὖθις ἀνακινούντων τὸν Μιθριδατικὸν πόλεμον, ἔφη Μᾶρκος αὐτὸν οὐ πεπαῦσθαι, ἀλλʼ ἀναπεπαῦσθαι. διὸ καὶ λαχὼν τῶν ἐπαρχιῶν ὁ Λούκουλλος τὴν ἐντὸς Ἄλπεων Γαλατίαν ἤχθετο, πράξεων ὑποθέσεις μεγάλων οὐκ ἔχουσαν.
在苏拉去世后不久,大约在第一百七十六届奥林匹亚德期间,卢库鲁斯与马尔库斯·科塔共同出任执政官。当时许多人再度挑起对米特拉达梯的战争,马尔库斯说这场战争并未结束,而只是休止而已。因此,在行省抽签中分得阿尔卑斯山内高卢的卢库鲁斯深感不满,因为那里毫无建功立业的用武之地。
μάλιστα δʼ αὐτὸν εὐδοκιμῶν Πομπήιος ἐν Ἰβηρίᾳ παρώξυνεν, ὡς ἄλλος οὐδεὶς ἐπίδοξος ὤν, εἰ συμβαίη παύσασθαι τὸν Ἰβηρικὸν πόλεμον, εὐθὺς αἱρεθήσεσθαι στρατηγὸς ἐπὶ Μιθριδάτην. διὸ καὶ χρήματα αἰτοῦντος αὐτοῦ καὶ γράφοντος, ὡς, εἰ μὴ πέμποιεν, ἀφεὶς Ἰβηρίαν καὶ Σερτώριον εἰς Ἰταλίαν ἀπάξοι τὰς δυνάμεις, συνέπραξεν ὁ Λούκουλλος προθυμότατα πεμφθῆναι τὰ χρήματα καὶ μηδʼ ἀφʼ ἡστινοσοῦν προφάσεως ἐκεῖνον ἐπανελθεῖν ὑπατεύοντος αὐτοῦ·
最让他感到焦灼不安的,是在伊比利亚名声大振的庞培;因为若是伊比利亚战争恰好结束,庞培比任何人都更有可能立即被选为征讨米特拉达梯的统帅。因此,当庞培索要军费并来信声称若不予拨付,他便将放弃伊比利亚和塞多留、率大军返回意大利时,卢库鲁斯极力促成这笔款项的运送,竭力阻止庞培在自己的执政官任内以任何借口班师回朝。
πάντα γὰρ ἂν ἐπʼ ἐκείνῳ γενήσεσθαι2 τὰ τῆς πόλεως παρόντι μετὰ τοσαύτης στρατιᾶς, καὶ γὰρ ὁ κρατῶν τότε τῆς πολιτείας τῷ πρὸς χάριν ἅπαντα καὶ λέγειν καὶ πράττειν Κέθηγος ἔχθραν τινὰ πρὸς Λούκουλλον εἶχε, βδελυττόμενον αὐτοῦ τὸν βίον3 αἰσχρῶν ἐρώτων καὶ ὕβρεως καὶ πλημμελείας μεστὸν ὄντα. τοῦτον μὲν οὖν ἄντικρυς ἐπολέμει· Λεύκιον δὲ Κόϊντον, ἄλλον δημαγωγόν, ἐπαναστάντα τοῖς Σύλλα πολιτεύμασι καὶ ταράττειν τὰ πράγματα πειρώμενον ἐκ τοῦ καθεστῶτος, ἰδίᾳ τε πολλὰ παραμυθούμενος καὶ δημοσίᾳ νουθετῶν ἀπέστησε τῆς πείρας καὶ κατεστόρεσε τὴν φιλοτιμίαν, ὡς ἐνῆν μάλιστα πολιτικῶς καὶ σωτηρίως ἀρχὴν νοσήματος μεγάλου μεταχειρισάμενος.
因为一旦庞培率领如此庞大的军队现身,城邦的一切大权都将落入其掌控之中;况且当时靠阿谀逢迎、处处迎合人心而把持国政的策特古斯,本就对厌恶其充斥着丑恶私欲、狂妄与不法行径之生活的卢库鲁斯怀有敌意。于是卢库鲁斯对策特古斯公开宣战;但对于另一位民粹派煽动家、起而反对苏拉政制并企图颠覆现有秩序使局势动荡的卢基乌斯·昆克提乌斯,卢库鲁斯私下里多方劝导,公开场合予以告诫,终于使其打消企图、平息其野心,从而以极其稳健且有益于城邦安全的方式,处理了一场大病初起的祸患。
- 5.1ὀλίγῳ δʼ ὕστερον ἢ Σύλλαν ἀποθανεῖν
时间副词短语 ὀλίγῳ ὕστερον(稍微晚些)后接比较连词 ἤ 以及带有独立主语的宾格不定式结构(Σύλλαν ἀποθανεῖν),意为“在苏拉死后不久”。
- 5.3πάντα γὰρ ἂν ἐπʼ ἐκείνῳ γενήσεσθαι
小词 ἄν 与未来不定式 γενήσεσθαι 在间接引语中表示潜在或非真实条件结果(相当于直接引语中的 ἄν 搭配希求法或直陈式过去时,“一切都将归其掌控”)。后接的分词 παρόντι 带有条件意涵(“如果他率军在此”)。
- 5.3βδελυττόμενον αὐτοῦ τὸν βίον
分词 βδελυττόμενον 为宾格,与前面的 Λούκουλλον 语法一致,作原因状语(“因卢库鲁斯厌恶其生活”)。属格代词 αὐτοῦ 指代前文的策特古斯(Κέθηγος)。
