← 普鲁塔克

卢库鲁斯传

§4.1-4.4

治理亚细亚、平定米蒂利尼与苏拉的信任

卢库鲁斯协助苏拉大军渡海,并在亚细亚公正温和地执行严酷的赋税征收,继而设伏击溃叛乱的米蒂利尼人。他在亚细亚滞留而免遭意大利内战荼毒,深受苏拉信赖并被托付监护其子,从而埋下了与庞培不和的种子。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1

ἐκεῖθεν δὲ Σύλλᾳ περὶ Χερρόνησον ἤδη μέλλοντι διαβαίνειν συμβαλὼν τόν τε πόρον ἀσφαλῆ παρεῖχε καὶ τήν στρατιὰν συνδιεβίβαζεν, ἐπεὶ δὲ συνθηκῶν γενομένων Μιθριδάτης μὲν ἀπέπλευσεν εἰς τὸν Εὔξεινον πόντον, Σύλλας δὲ τήν Ἀσίαν δισμυρίοις ταλάντοις ἐζημίωσε, προσταχθὲν οὕτω τά τε χρήματα ταῦτα πρᾶξαι καὶ νόμισμα κόψαι,1 παραμύθιόν τι δοκεῖ τῆς Σύλλα χαλεπότητος γενέσθαι ταῖς πόλεσιν, οὐ μόνον καθαρὸν καὶ δίκαιον, ἀλλὰ καὶ πρᾷον εἰς οὕτω βαρὺ καὶ σκυθρωπὸν ὑπηρέτημα παρασχὼν ἑαυτόν.

卢库鲁斯从那里与正准备在赫尔松尼苏斯渡海的苏拉会合,确保了安全的航道,并协助其运送军队渡海。和约缔结后,米特拉达梯驶往欧克辛海,苏拉则向亚细亚行省征收两万塔兰同的罚金;卢库鲁斯奉命征收这笔款项并铸造货币,在这项沉重而令人沮丧的差事中,他不仅表现得廉洁公正,而且温和宽厚,因而被视为各城邦在苏拉的严酷统治中所获得的一种抚慰。

§4.2

Μιτυληναίους δʼ ἄντικρυς ἀφεστῶτας ἐβούλετο μὲν εὐγνωμονῆσαι καὶ δίκης τυχεῖν μετρίας ἐφʼ οἷς περὶ Μάριον ἐξήμαρτον, ὡς δʼ ἑώρα κακοδαιμονοῦντας, ἐπιπλεύσας ἐκράτησε μάχῃ καὶ κατέκλεισεν εἰς τὰ τείχη, καὶ πολιορκίαν συστησάμενος ἐξέπλευσε μὲν ἡμέρας καὶ φανερῶς εἰς Ἐλαίαν, ὑπέστρεψε δὲ λεληθότως καὶ περὶ τήν πόλιν ὑφεὶς ἐνέδραν ἡσύχαζεν.

对于公然叛乱的米蒂利尼人,卢库鲁斯原本希望他们幡然悔悟,因在马略一事上所犯的过错而接受适度的惩处;但见他们执迷不悟,便率舰进攻,在战斗中将其击溃并围困于城墙之内。设立包围后,他在白昼堂而皇之地向埃莱亚出航,却暗中折返,在城池周围设下埋伏,静候时机。

§4.3

ἐπεὶ δʼ ἀτάκτως καὶ μετὰ θράσους ὡς ἔρημον ἁρπασόμενοι τὸ στρατόπεδον οἱ Μιτυληναῖοι προῆλθον, ἐπεισπεσὼν αὐτοῖς ἔλαβέ τε παμπόλλους ζῶντας καὶ τῶν ἀμυνομένων πεντακοσίους ἀπέκτεινεν, ἀνδραπόδων δὲ χιλιάδας ἓξ καὶ τὴν ἄλλην ἀναρίθμητον ἠλάσατο λείαν.

当米蒂利尼人毫无秩序、鲁莽轻率地出城,企图劫掠自以为空无一人的营地时,卢库鲁斯率部突袭,生擒了大量敌人,斩杀了五百名抵抗者,并掠走了六千名奴隶以及数不胜数的其他战利品。

§4.4

τῶν δὲ περὶ τήν Ἰταλίαν κακῶν,2 ἃ τότε Σύλλας καὶ Μάριος ἄφθονα καὶ παντοδαπὰ τοῖς ἀνθρώποις παρεῖχον, οὐ πάνυ μετέσχε θείᾳ τινὶ τύχῃ περὶ τὰς ἐν Ἀσίᾳ πράξεις βραδύνας. οὐ μὴν ἔλαττόν τι παρὰ Σύλλα τῶν ἄλλων φίλων ἔσχεν, ἀλλὰ τήν τε γραφὴν, ὡς εἴρηται, τῶν ὑπομνημάτων ἐκείνῳ διʼ εὔνοιαν ἀνέθηκε,3 καὶ τελευτῶν ἐπίτροπον τοῦ παιδὸς ἔγραψεν ὑπερβὰς Πομπήιον. καὶ δοκεῖ τοῦτο πρῶτον αὐτοῖς ὑπάρξαι διαφορᾶς αἴτιον καὶ ζηλοτυπίας νέοις οὖσι καὶ διαπύροις πρὸς δόξαν.

至于当时苏拉和马略在意大利给人们带来的种种深重灾祸,卢库鲁斯凭借某种天意在亚细亚的公务中滞留,完全没有卷入其中。然而,他从苏拉那里得到的器重绝不下于苏拉的其他友人,正如前文所述,苏拉出于好意将自己的回忆录题献给他,并在临终前越过庞培,指定他为自己幼子的监护人。这被认为是他们两人之间产生分歧与嫉恨的最初根源,因为他们当时都很年轻,对荣耀充满渴望。

语法注3 条
  1. 4.1προσταχθὲν οὕτω τά τε χρήματα ταῦτα πρᾶξαι καὶ νόμισμα κόψαι

    προσταχθὲν 是非人称动词的绝对宾格(accusative absolute)。后随的不定式短语(τά τε χρήματα ταῦτα πρᾶξαι καὶ νόμισμα κόψαι)充当其实际主语,构成状语从属结构,意为“奉命征收这笔款项并铸造货币”。

  2. 4.4τῶν δὲ περὶ τήν Ἰταλίαν κακῶν

    置于句首的属格短语作主句动词 μετέσχε(源自 μετέχω)支配的部分属格,因插入的关系代词从句(ἃ τότε Σύλλας καὶ Μάριος...)而发生语序分离(hyperbaton),意为“对于意大利周围的灾难……他完全未曾参与(未受波及)”。

  3. 4.4ἀλλὰ τήν τε γραφὴν, ὡς εἴρηται, τῶν ὑπομνημάτων ἐκείνῳ διʼ εὔνοιαν ἀνέθηκε

    本句主语由前句的卢库鲁斯转为苏拉。ἐκείνῳ 是指代卢库鲁斯的与格代词,意指苏拉出于善意将自己回忆录的写作题献给卢库鲁斯,呼应了第一章中提及的事实。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg036.humanitext-grc2:4.1-4.4