← 普鲁塔克

卢库鲁斯传

§42.1-42.8

开放藏书款待学者与遏制庞培的野心

卢库鲁斯开放浩瀚藏书款待学者,崇奉老学园派并与西塞罗交游。他在政界主动让出首位,却仍在元老院坚决遏制庞培的野心,以致遭到庞培党羽以行刺阴谋进行构陷。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§42.1

σπουδῆς δʼ ἄξια καὶ λόγου τὰ περὶ τὴν τῶν βιβλίων κατασκευήν, καὶ γὰρ πολλὰ καὶ γεγραμμένα καλῶς συνῆγεν, ἥ τε χρῆσις ἦν φιλοτιμοτέρα τῆς κτήσεως, ἀνειμένων πᾶσι τῶν βιβλιοθηκῶν, καὶ τῶν περὶ αὐτὰς περιπάτων καὶ σχολαστηρίων ἀκωλύτως ὑποδεχομένων τοὺς Ἕλληνας ὥσπερ εἰς Μουσῶν τι καταγώγιον ἐκεῖσε φοιτῶντας καὶ συνδιημερεύοντας ἀλλήλοις, ἀπὸ τῶν ἄλλων χρειῶν ἀσμένως ἀποτρέχοντας.

然而,他在藏书营建方面的举措,实属值得郑重关注与称述。因为他搜集了大量抄写精美的书籍,并且对这些藏书的利用甚至比占有本身更为慷慨:图书室向所有人开放,周边的柱廊与讲舍毫无阻拦地接纳那些前往的希腊人,他们如同来到缪斯神灵的寓所一般聚集于此,彼此共度终日,欣然逃避其他繁务。

§42.2

πολλάκις δὲ καὶ συνεσχόλαζεν αὐτὸς ἐμβάλλων εἰς τοὺς περιπάτους τοῖς φιλολόγοις καὶ τοῖς πολιτικοῖς συνέπραττεν ὅτου δέοιντο· καὶ ὅλως ἑστία καὶ πρυτανεῖον Ἑλληνικὸν ὁ οἶκος ἦν αὐτοῦ τοῖς ἀφικνουμένοις εἰς Ῥώμην. φιλοσοφίαν δὲ πᾶσαν μὲν ἠσπάζετο καὶ πρὸς πᾶσαν εὐμενὴς ἦν καὶ οἰκεῖος, ἴδιον δὲ τῆς Ἀκαδημείας ἐξ ἀρχῆς ἔρωτα καὶ ζῆλον ἔσχεν, οὐ τῆς νέας λεγομένης, καίπερ ἀνθούσης τότε τοῖς Καρνεάδου λόγοις διὰ Φίλωνος, ἀλλὰ τῆς παλαιᾶς, πιθανὸν ἄνδρα καὶ δεινὸν εἰπεῖν τότε προστάτην ἐχούσης τὸν Ἀσκαλωνίτην Ἀντίοχον, ὃν πάσῃ σπουδῇ ποιησάμενος φίλον ὁ Λούκουλλος καὶ συμβιωτὴν ἀντέταττε τοῖς Φίλωνος ἀκροαταῖς, ὧν καὶ Κικέρων ἦν.

他本人也常常与他们一同消闲,步入柱廊与文人学士结伴,并协助政治人物办妥他们所需的事务;总而言之,对于来到罗马的人而言,他的宅邸便是一处希腊的厅堂与公馆。他虽博纳各派哲学,对一切思想皆抱持亲睦善意,但自始至终对学园派怀有特殊的钟爱与热忱——并非那所谓的“新学园派”,即便新学园派当时在斐洛的主持下凭借卡尔内阿德斯的学说正盛极一时,而是钟情于“老学园派”,该派当时拥有一位言辞极具说服力且长于辞令的领袖,即阿斯卡隆的安条克。卢库鲁斯以极大的热诚同他结为挚友和同道,以此与斐洛的门徒相对抗,而西塞罗亦在这些门徒之列。

§42.4

καὶ σύγγραμμά γε πάγκαλον ἐποίησεν1 εἰς τὴν αἵρεσιν, ἐν ᾧ τὸν ὑπὲρ τῆς καταλήψεως λόγον Λουκούλλῳ περιτέθεικεν, αὑτῷ δὲ τὸν ἐναντίον. Λούκουλλος δʼ ἀναγέγραπται τὸ βιβλίον. ἦσαν δʼ, ὥσπερ εἴρηται, φίλοι σφόδρα καὶ κοινωνοὶ τῆς ἐν πολιτείᾳ προαιρέσεως· οὐδὲ γὰρ αὖ πάμπαν ἀπηλλάχει τῆς πολιτείας ἑαυτὸν ὁ Λούκουλλος, ἀλλὰ τὴν ὑπὲρ τοῦ μέγιστος εἶναι καὶ πλεῖστον δύνασθαι2 φιλοτιμίαν καὶ ἅμιλλαν, ὡς οὔτε ἀκίνδυνον οὔτʼ ἀνύβριστον οὖσαν, εὐθὺς ἀφῆκε Κράσσῳ καὶ Κάτωνι· τούτους γὰρ οἱ τὴν Πομπηίου δύναμιν ὑφορώμενοι προεβάλλοντο τῆς βουλῆς, ἀπολεγομένου τοῦ Λουκούλλου τὰ πρωτεῖα· κατέβαινε δʼ εἰς τὴν ἀγορὰν διὰ τοὺς φίλους, εἰς δὲ τὴν σύγκλητον, εἰ Πομπηΐου τινὰ δέοι σπουδὴν ἢ φιλοτιμίαν ἐπηρεάσαι.

西塞罗确实为这一宗派撰写了一部极优美的论著,在书中他将捍卫“真知把握”的论辩交由卢库鲁斯阐发,将对立的观点留给自己;这部书便题名为《卢库鲁斯》。正如前文所述,他们二人是极要好的密友,在政治立场上亦志同道合;因为卢库鲁斯其实并未全然脱离政界,只是他认为争当至尊、揽取极权的名位之争既非免于危险,亦难免狂妄僭妄,因而早早将其让与克拉苏和卡托;由于卢库鲁斯拒绝问鼎首位,那些对庞培权势心存忌惮的人便推举这两人作为元老院的领头人。不过,为了朋友,他仍会步入广场;若需对庞培的某种野心或虚荣予以牵制打击,他亦会步入元老院。

§42.6

καὶ τάς τε διατάξεις, ἃς ἐκεῖνος ἐποιήσατο τῶν βασιλέων κρατήσας, ἐξέκρουσε, καὶ νέμησίν τινα τοῖς στρατιώταις αὐτοῦ γράφοντος ἐκώλυσε δοθῆναι συμπράττοντος Κάτωνος, ὥστε Πομπήϊον εἰς τὴν Κράσσου καὶ Καίσαρος φιλίαν, μᾶλλον δὲ συνωμοσίαν, καταφυγεῖν καὶ πληρώσαντα τὴν πόλιν ὅπλων καὶ στρατιωτῶν βίᾳ κυρῶσαι τὰ δόγματα, τοὺς περὶ τὸν Κάτωνα καὶ Λούκουλλον ἐκβαλόντα τῆς ἀγορᾶς.

他不仅推翻了庞培征服诸王后所制定的处置方案,还在卡托的协助下阻止了庞培立法向其士兵分发土地;以至于庞培不得不投奔克拉苏与凯撒的同盟——不如说是阴谋——并以武装和士兵充斥全城,强行将卡托与卢库鲁斯一派逐出广场,以暴力通过了那些法令。

§42.7

ἀγανακτούντων δὲ τῶν βελτίστων ἐπὶ τοῖς γινομένοις προῆγον οἱ Πομπηιανοὶ Βέττιόν τινα, συνειληφέναι λέγοντες ἐπιβουλεύοντα Πομπηίῳ. κἀκεῖνος ἀνακρινόμενος ἐν μὲν τῇ συγκλήτῳ κατηγόρησεν ἑτέρων τινῶν, ἐν δὲ τῷ δήμῳ Λούκουλλον ὠνόμασεν, ὡς ὑπʼ ἐκείνου παρεσκευασμένος ἀποκτεῖναι Πομπήιον.

正当贵族善类对这些行径义愤填膺之际,庞培党人带出一个名叫韦提乌斯的人,声称抓获了他企图谋害庞培。那人在元老院受审讯时指控了另外几人,但在平民大会上却点名卢库鲁斯,声称自己是受其指使去刺杀庞培的。

§42.8

οὐδεὶς δὲ τῷ λόγῳ προσέσχεν, ἀλλὰ καὶ παραυτίκα δῆλος ἦν ὁ ἄνθρωπος ἐπὶ συκοφαντίᾳ καὶ διαβολῇ προηγμένος ὑπʼ αὐτῶν, καὶ μᾶλλον ἐφωράθη τὸ πρᾶγμα μετʼ ὀλίγας ἡμέρας ῥιφθέντος ἐκ τῆς εἱρκτῆς νεκροῦ, λεγομένου μὲν αὐτομάτως τεθνάναι, σημεῖα δʼ ἀγχόνης καὶ πληγῶν ἔχοντος·3 ἐδόκει γὰρ ὑπʼ αὐτῶν ἀνῃρῆσθαι τῶν παρεσκευακότων.

然而无人相信这番说辞,此人显然是他们推出来进行诬告与中伤的,这一点当场便众人皆知;数日后其尸身被从狱中抛出,事情的真相遂更昭然若揭:虽然传闻他是自然死亡,但他身上却留有绞勒和击打的伤痕;因为他看来正是被那些指使他的人所灭口的。

语法注3 条
  1. 42.4καὶ σύγγραμμά γε πάγκαλον ἐποίησεν

    主要动词 ἐποίησεν 的主语是前一关系从句末尾所引出的西塞罗(Κικέρων,见 ὧν καὶ Κικέρων ἦν)。并非卢库鲁斯,而是西塞罗撰写了这部哲学论著(即西塞罗的对话录《卢库鲁斯》)。

  2. 42.5τὴν ὑπὲρ τοῦ μέγιστος εἶναι καὶ πλεῖστον δύνασθαι

    在带属格定冠词 τοῦ 的不定式结构(τοῦ εἶναι καὶ δύνασθαι)中,表语形容词 μέγιστος 采用了主格。由于不定式的逻辑主语与主句主语(卢库鲁斯)一致,故按希腊语惯例使用主格表语而非宾格。

  3. 42.8λεγομένου μὲν αὐτομάτως τεθνάναι, σημεῖα δʼ ἀγχόνης καὶ πληγῶν ἔχοντος

    此处的两个分词短语与前面属格绝对结构 ῥιφθέντος ... νεκροῦ 中的阳性单数属格名词 νεκροῦ 相一致。λεγομένου 并非无人称结构,而是与 ἔχοντος 通过 μέν...δέ 并列修饰 νεκροῦ,意为“(尸体)虽被称作自然死亡,却留有勒痕与伤痕”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg036.humanitext-grc2:42.1-42.8