← 普鲁塔克

卢库鲁斯传

§41.1-41.6

阿波罗厅的豪宴与西塞罗的造访

卢库鲁斯以骄奢的生活自豪,即使独膳也决不容许简朴。西塞罗与庞培试图突击探访以品尝其平日便饭,卢库鲁斯却仅凭指定“阿波罗厅”这一厅名暗号,便安排了五万德拉克马的奢华盛宴,令二人大为惊叹。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§41.1

ὁ μέντοι Λούκουλλος οὐχ ἡδόμενος μόνον, ἀλλὰ καὶ σεμνυνόμενος τῷ βίῳ τούτῳ δῆλος ἦν ἐκ τῶν ἀπομνημονευομένων, λέγεται γὰρ Ἕλληνας ἀνθρώπους ἀναβάντας εἰς Ῥώμην ἑστιᾶν ἐπὶ πολλὰς ἡμέρας, τοὺς δʼ ὄντως Ἑλληνικόν τι παθόντας, αἰσχύνεσθαι καὶ διωθεῖσθαι τὴν κλῆσιν,1 ὡς διʼ αὐτοὺς καθʼ ἡμέραν τοσούτων ἀναλισκομένων· τὸν οὖν Λούκουλλον εἰπεῖν μειδιάσαντα πρὸς αὐτούς· γίνεται μέν τι τούτων καὶ διʼ ὑμᾶς, ὦ ἄνδρες Ἕλληνες· τὰ μέντοι πλεῖστα γίνεται διὰ Λούκουλλον. ἐπεὶ δὲ μόνου δειπνοῦντος αὐτοῦ μία τράπεζα καὶ μέτριον παρεσκευάσθη δεῖπνον, ἠγανάκτει καλέσας τὸν ἐπὶ τούτῳ τεταγμένον οἰκέτην. τοῦ δὲ φήσαντος, ὡς οὐκ ᾤετο μηδενὸς κεκλημένου πολυτελοῦς τινος αὐτὸν δεήσεσθαι τί λέγεις; εἶπεν, οὐκ ᾔδεις, ὅτι σήμερον παρὰ Λουκούλλῳ δειπνεῖ Λούκουλλος;

然而,卢库鲁斯不仅以此种生活为乐,而且引以为豪,这从所流传的轶事中显而易见。据说,他曾多日宴请来到罗马的希腊人,而他们经历了真正希腊式的难为情,感到羞惭并试图辞谢邀请,理由是每天因他们而耗费如此巨大;于是卢库鲁斯向他们微笑着说: “希腊的朋友们,这些花费固然有一部分是因你们而起,但绝大部分却是为了卢库鲁斯。” 又有一次,当他独自用膳时,仆人只准备了一张餐几和一顿简朴的晚餐,他勃然大怒,召来负责此事的仆人。当仆人回答说,因未请任何客人,以为他不需要什么奢华之物时,他说道: “你在说什么?难道你不知道今天卢库鲁斯在卢库鲁斯家中用膳吗?”

§41.3

ὄντος δὲ περὶ τούτου, ὡς εἰκὸς, ἐν τῇ πόλει λόγου πολλοῦ, προσῆλθον αὐτῷ κατʼ ἀγορὰν σχολὴν ἄγοντι Κικέρων καὶ Πομπήιος, ὁ μέν ἐν τοῖς μάλιστα φίλος ὢν καὶ συνήθης, Πομπηΐῳ δʼ ἦν μέν ἐκ τῆς στρατηγίας διαφορὰ πρὸς αὐτόν, εἰώθεισαν δὲ χρῆσθαι καὶ διαλέγεσθαι πολλάκις ἐπιεικῶς ἀλλήλοις.

城中自然对此事议论纷纷,当他在广场漫步消闲时,西塞罗和庞培朝他走来。西塞罗是他极要好的密友,庞培虽因统帅之职与他有所嫌隙,但两人平日相见交谈也颇为和睦客气。

§41.4

ἀσπασάμενος οὖν ὁ Κικέρων αὐτὸν ἠρώτησεν, ὅπως ἔχει πρὸς ἔντευξιν τοῦ δὲ φήσαντος, ὡς ἄριστα, καὶ παρακαλοῦντος ἐντυγχάνειν ἡμεῖς, ἔφη, βουλόμεθα δειπνῆσαι παρά σοὶ τήμερον οὕτως, ὅπως ἐστί σοι παρεσκευασμένα θρυπτομένου δὲ τοῦ Λουκούλλου καὶ μεταλαβεῖν ἡμέραν ἀξιοῦντος οὐκ ἔφασαν ἐπιτρέψειν, οὐδʼ εἴων διαλέγεσθαι τοῖς οἰκέταις, ἵνα μή τι πλέον κελεύσῃ γενέσθαι τῶν αὐτῷ γινομένων, πλὴν τοσοῦτο μόνον αἰτουμένῳ συνεχώρησαν εἰπεῖν πρὸς ἕνα τῶν οἰκετῶν ἐναντίον ἐκείνων, ὅτι τήμερον ἐν τῷ Ἀπόλλωνι δειπνήσοι· τοῦτο γάρ τις εἶχε τῶν πολυτελῶν οἴκων ὄνομα· καὶ τοῦτο σεσοφισμένος ἐλελήθει τοὺς ἄνδρας, ἑκάστῳ γὰρ, ὡς ἔοικε, δειπνητηρίῳ τεταγμένον ἦν τίμημα δείπνου, καὶ χορηγίαν ἰδίαν καὶ παρασκευὴν ἕκαστον εἶχεν, ὥστε τοὺς δούλους ἀκούσαντας, ὅπου βούλεται δειπνεῖν, εἰδέναι, πόσον δαπάνημα καὶ ποῖόν τι κόσμῳ καὶ διαθέσει γενέσθαι δεῖ τὸ δεῖπνον εἰώθει δὲ δειπνεῖν ἐν τῷ Ἀπόλλωνι πέντε μυριάδων·2

于是西塞罗向他问候,探问他是否方便接待宾客;当卢库鲁斯回答说极为方便并邀请他们长谈时,西塞罗说: “我们今天想在你家就餐,就按照为你自己准备的那样即可。” 卢库鲁斯推脱矫饰,请求改日,他们却表示决不应允,也不容许他与仆人多言,以免他吩咐在为自己备办的规格之外有所增加;只应其请求允许他在他们面前对其中一个仆人说一句话,即今天他将在“阿波罗厅”用膳——这是他那些奢华厅堂之一的名字。卢库鲁斯凭借这一巧妙机智瞒过了他们;因为看来每个宴饮厅堂都规定了固定的宴席开销,并且各有其特定的陈设与用具储备,因此奴仆们一听他要在何处用膳,便知晓应当办多少开销的宴席,以及在装饰和布置上当达到何种规模。他通常在“阿波罗厅”用膳的标准是五万德拉克马;当时所花费的正是如此之巨,其备席的神速连同耗费的浩大,使庞培一行人惊叹不已。

§41.6

καὶ τότε τοσούτου τελεσθέντος ἐξέπληξε τοὺς περὶ τὸν Πομπήϊον ἐν τῷ μεγέθει τῆς δαπάνης τὸ τάχος τῆς παρασκευῆς,3 εἰς ταῦτα μέν οὖν ὑβριστικῶς ἐχρῆτο τῷ πλούτῳ καθάπερ ὄντως αἰχμαλώτῳ καὶ βαρβάρῳ.

总之,他在这些事上傲慢无节地使用财富,直如对待真正的俘虏和蛮族一般。

语法注3 条
  1. 41.1τοὺς δʼ ὄντως Ἑλληνικόν τι παθόντας, αἰσχύνεσθαι καὶ διωθεῖσθαι τὴν κλῆσιν

    由 λέγεται 统辖的“宾语+不定式”(A.c.I.)结构。与前半分句(Ἕλληνας ἀνθρώπους ... ἑστιᾶν)相对应,此处作客人的希腊人成为不定式的主语(τοὺς δέ),并列统领 αἰσχύνεσθαι 与 διωθεῖσθαι。短语 ὄντως Ἑλληνικόν τι παθόντας 为修饰分词,意为“表现出真正希腊式的难为情(即过分客气拘谨)”。

  2. 41.5εἰώθει δὲ δειπνεῖν ἐν τῷ Ἀπόλλωνι πέντε μυριάδων

    πέντε μυριάδων 是表价值或价格的属格(genitive of price),省略了 δραχμῶν(德拉克马),意为“以五万[德拉克马]的标准”。该词修饰 δειπνεῖν,指在“阿波罗厅”就餐即意味着按五万德拉克马的固定开销规格办席。

  3. 41.6ἐξέπληξε τοὺς περὶ τὸν Πομπήϊον ἐν τῷ μεγέθει τῆς δαπάνης τὸ τάχος τῆς παρασκευῆς

    句子的语法主语是位于句末的 τὸ τάχος τῆς παρασκευῆς(筹备之神速),谓语动词 ἐξέπληξε(使惊叹)的宾语为 τοὺς περὶ τὸν Πομπήϊον(庞培及其随行者,即庞培与西塞罗)。介词短语 ἐν τῷ μεγέθει τῆς δαπάνης 表示伴随状况或范围(“在开销之浩大中/连同如此巨额的开销”),语序呈现倒装。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg036.humanitext-grc2:41.1-41.6