← 普鲁塔克

卢库鲁斯传

§43.1-43.3

卢库鲁斯的晚年失智、逝世与葬礼

完全退隐的卢库鲁斯晚年神志受损而离世,民众执意要仿照苏拉将其国葬于马尔斯原野,其弟力劝后方得移葬于图斯库卢姆庄园,不久其弟亦随之辞世。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§43.1

ταῦτα δὴ καὶ μᾶλλον ἀπῆγε τῆς πολιτείας τὸν Λούκουλλον. ἐπεὶ δὲ Κικέρων ἐξέπεσε τῆς πόλεως καὶ Κάτων εἰς Κύπρον ἀπεστάλη, παντάπασιν ἐξελύθη. καὶ πρό γε τῆς τελευτῆς λέγεται νοσῆσαι τὴν διάνοιαν αὐτῷ1 κατὰ μικρὸν ἀπομαραινομένην. Νέπως δὲ Κορνήλιος οὐχ ὑπό γήρως φησὶν οὐδὲ νόσου παραλλάξαι τὸν Λούκουλλον, ἀλλὰ φαρμάκοις ὑπό τινος τῶν ἀπελευθέρων Καλλισθένους διαφθαρέντα· τὰ δὲ φάρμακα δοθῆναι μὲν, ὡς ἀγαπῷτο μᾶλλον ὁ Καλλισθένης ὑπʼ αὐτοῦ, τοιαύτην ἔχειν δοκοῦντα τὴν δύναμιν, ἐκστῆσαι δὲ καὶ κατακλύσαι τὸν λογισμόν, ὥστʼ ἔτι ζῶντος αὐτοῦ τὴν οὐσίαν διοικεῖν τὸν ἀδελφόν· οὐ μὴν ἀλλʼ ὡς ἀπέθανε, καθάπερ ἂν ἐν ἀκμῇ τῆς στρατηγίας καὶ τῆς πολιτείας αὐτοῦ τελευτήσαντος,2 ὁ δῆμος ἠχθέσθη καὶ συνέδραμε, καὶ τὸ σῶμα κομισθὲν εἰς ἀγορὰν ὑπὸ τῶν εὐγενεστάτων νεανίσκων ἐβιάζετο θάπτειν3 ἐν τῷ πεδίῳ τοῦ Ἄρεως, ὅπου καὶ Σύλλαν ἔθαψεν.

正是这些变故使卢库鲁斯愈发远离了政界。当西塞罗被逐出城邦、卡托被派遣前往塞浦路斯之后,他便彻底松弛懈怠下来。据说在临终之前,他的神志渐趋衰萎而陷入病态。然而科尔内利乌斯·奈波斯却说,卢库鲁斯失常既非由于衰老亦非因病患,而是被其手下的一个被释奴卡利斯提尼用药物所害;投药本是为了让卡利斯提尼更获其宠信,人们以为那药具有此类效力,不料却使神思错乱、理智崩溃,以至于在他尚且在世之时便由其胞弟掌管家业。尽管如此,当他去世时,民众如同他在将道功业与政治生涯的巅峰遽然离世一般悲痛万分,纷纷奔聚而来;当遗体由最显贵的名门青年抬至广场时,众人竭力要求将其安葬在马尔斯原野,即当年安葬苏拉之地。

§43.3

οὐδενὸς δὲ τοῦτο προσδοκήσαντος, οὐδὲ ῥᾳδίας οὔσης τῆς παρασκευῆς, ὁ ἀδελφὸς αὐτοῦ δεόμενος καὶ παραιτούμενος ἔπεισεν ἐπιτρέψαι τὴν παρεσκευασμένην ἐν τῷ περὶ Τοῦσκλον ἀγρῷ τοῦ νεκροῦ κηδείαν γενέσθαι, πολὺν δʼ οὐδʼ αὐτὸς προσεβίω χρόνον, ἀλλʼ ὡς ἡλικίᾳ καὶ δόξῃ μικρὸν ἀπελείφθη, καὶ τῷ χρόνῳ τῆς τελευτῆς,4 φιλαδελφότατος γενόμενος.

由于事前无人料及此事,筹备亦绝非易事,其弟在苦苦恳求告饶之下,才说服众人准许在图斯库卢姆附近的庄园备妥的死者葬仪得以举行;然而他本人亦未能久存于世,正如同他在年龄与名望上仅略逊一筹,在辞世的时节上亦相差无几,生前实为笃于手足之情的至善之人。

语法注4 条
  1. 43.1νοσῆσαι τὴν διάνοιαν αὐτῷ

    在非人称动词 λέγεται 所引出的宾格不定式结构中,τὴν διάνοιαν 充当不定式 νοσῆσαι 的逻辑主语(宾格主语),与格 αὐτῷ 作所属与格或关涉与格。虽亦可将 τὴν διάνοιαν 视作限制宾格(“在心智方面”),但紧随其后的阴性分词 ἀπομαραινομένην 在性、数、格上均与 διάνοια 一致,表明 τὴν διάνοιαν 应作为不定式的主语。

  2. 43.2καθάπερ ἂν ἐν ἀκμῇ τῆς στρατηγίας καὶ τῆς πολιτείας αὐτοῦ τελευτήσαντος

    连词 καθάπερ ἄν 与属格独立结构(αὐτοῦ ... τελευτήσαντος)连用,构成省略了反事实条件句结果主句的惯用比较结构,意为“正如若是他在鼎盛期离世(大家所会表现得那样)”。助词 ἄν 标示出被省略的潜势或虚拟归结主句动词。

  3. 43.2ἐβιάζετο θάπτειν

    未完成过去时 ἐβιάζετο 属于企图未完成体(conative imperfect),表示群情激愤下的强烈意图或企图(“强求将其安葬/试图强行安葬”),而非已经实现的结果;这与后文其胞弟出面劝阻并改于庄园下葬相呼应。

  4. 43.3ἀλλʼ ὡς ἡλικίᾳ καὶ δόξῃ μικρὸν ἀπελείφθη, καὶ τῷ χρόνῳ τῆς τελευτῆς

    属于由 ὡς ... καί ... 引导的紧缩对仗结构(brachylogy),前半句的谓语动词 ἀπελείφθη 在后半短语 καὶ τῷ χρόνῳ τῆς τελευτῆς 中被承前省略,整体结构为“正如同他在年龄与声望上仅略逊一筹,在去世的时机上也(仅略差片刻)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg036.humanitext-grc2:43.1-43.3