← 普鲁塔克

卢库鲁斯传

§40.1-40.3

卢库鲁斯的奢华筵席与庞培的逸事

本段记叙了卢库鲁斯日常筵席的极尽奢靡,并记载了庞培在病中拒绝从卢库鲁斯处取鸫鸟而赢得声望,以及加图借卢库鲁斯之名讽刺一位言行不一的年轻演说家的轶事。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§40.1

Νεόπλουτα δʼ ἦν τοῦ Λουκούλλου τὰ δεῖπνα τὰ καθʼ ἡμέραν, οὐ μόνον στρωμναῖς ἁλουργέσι καὶ διαλίθοις ἐκπώμασι καὶ χοροῖς καὶ ἀκροάμασιν ἐπεισοδίοις, ἀλλʼ ὄψων τε παντοδαπῶν καὶ πεμμάτων περιττῶς διαπεπονημένων παρασκευαῖς ζηλωτὸν ἀνελευθέροις ποιοῦντος ἑαυτόν.1 ὁ γοῦν Πομπήιος εὐδοκίμησε νοσῶν·

卢库鲁斯的日常筵席带有暴发户般的豪奢,他不仅凭借紫色的卧榻铺垫、镶嵌宝石的酒杯、歌舞以及幕间杂耍,而且更以诸般佳肴和极尽工巧的点心茶点之铺张,使自己成为鄙夫俗子艳羡的对象。庞培有一次在生病时便因此赢得了美誉:

§40.2

τοῦ γὰρ ἰατροῦ κίχλην αὐτὸν λαβεῖν κελεύσαντος, τῶν δʼ οἰκετῶν οὐκ ἂν εὑρεῖν2 ἀλλαχόθι φαμένων θέρους ὥρᾳ κίχλην ἢ παρὰ Λουκούλλῳ σιτευομένην, οὐκ εἴασε λαβεῖν ἐκεῖθεν, ἀλλʼ εἰπὼν πρὸς τὸν ἰατρόν οὐκοῦν, εἰ μὴ Λούκουλλος ἐτρύφα, Πομπήιος οὐκ ἂν ἔζησεν; ἄλλο τι παρασκευάσαι τῶν εὐπορίστων ἐκέλευσε.

盖因医生吩咐他食用一只鸫鸟,而仆人们声称在夏季除了卢库鲁斯处饲肥的之外,别处绝难觅得鸫鸟,庞培却不容许他们从那里取来,反而对医生说道: “难道说,若非卢库鲁斯生活奢靡,庞培就活不成了吗?” 于是吩咐另备某种易于觅得之物。

§40.3

Κάτων δʼ ἦν αὐτῷ φίλος καὶ οἰκεῖος, οὕτω δὲ τὸν βίον αὐτοῦ καὶ τὴν δίαιταν ἐδυσχέραινεν, ὥστε, νέου τινὸς ἐν τῇ βουλῇ λόγον ἐπαχθῆ καὶ μακρὸν ἀκαίρως ὑπὲρ εὐτελείας καὶ σωφροσύνης διελθόντος, ἐπαναστὰς ὁ Κάτων οὐ παύσῃ,3 ἔφη, σὺ πλουτῶν μὲν ὡς Κράσσος, ζῶν δʼ ὡς Λούκουλλος, λέγων δὲ ὡς Κάτων; ἔνιοι δὲ τοῦτο ῥηθῆναι μὲν οὕτως, ὑπὸ Κάτωνος δὲ οὐ λέγουσιν.

加图本是他的密友和姻亲,却对他的生活与起居极其厌恶,以至于当一位年轻人在元老院不识时务地就节俭与克制发表冗长而令人厌烦的演说时,加图起身说道: “你富如克拉苏,居如卢库鲁斯,言如加图,难道还不肯住口吗?” 不过也有人说,这话固然确曾有人这样说过,却并非出自加图之口。

语法注3 条
  1. 40.1ποιοῦντος ἑαυτόν

    属格分词 ποιοῦντος 与主句中的领格 τοῦ Λουκούλλου 一致,而非独立属格。它直接修饰行为主体卢库鲁斯,补充说明他如何通过这些奢靡陈设让自己成为众人艳羡的对象。

  2. 40.2οὐκ ἂν εὑρεῖν

    不定词 εὑρεῖν 与 ἄν 连用,是在间接引语中重现直接引语中的潜势祈愿语气(如 οὐκ ἂν εὕροιμεν),表达仆人们的判断:“在别处绝不可能找得到”。

  3. 40.3οὐ παύσῃ

    带否定词 οὐ 的第二人称将来直陈式构成强烈的反诘句,实际表达坚决的命令语气(“难道你还不停止吗?”即“住口!”)。动词 παύομαι 依法支配补充性分词 πλουτῶν、ζῶν 和 λέγων。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg036.humanitext-grc2:40.1-40.3