- 底本
- Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg036.humanitext-grc2:39.1-39.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
卢库鲁斯退隐后,将其巨额军资倾注于园林、海滨及图斯库卢姆的奢华别业与艺术收藏,被图贝罗戏称为“着托加袍的薛西斯”,并在与庞培的机智酬答及对大法官的慷慨借奉中尽显泼天富贵。
ἔστι δʼ οὖν τοῦ Λουκούλλου βίου, καθάπερ ἀρχαίας κωμῳδίας, ἀναγνῶναι1 τὰ μὲν πρῶτα πολιτείας καὶ στρατηγίας, τὰ δʼ ὕστερα πότους καὶ δεῖπνα καὶ μονονουχὶ κώμους καὶ λαμπάδας καὶ παιδιὰν ἅπασαν.
无论如何,在卢库鲁斯的一生中,正如在一出古喜剧中那样,人们可以在前半段读到政治与将领统帅之任,在后半段读到狂饮、宴席,甚至近乎纵乐游行、火炬盛会以及诸般的游乐消遣。
εἰς παιδιὰν γὰρ ἔγωγε τίθεμαι καὶ οἰκοδομὰς πολυτελεῖς καὶ κατασκευὰς περιπάτων καὶ λουτρῶν καὶ ἔτι μᾶλλον γραφὰς καὶ ἀνδριάντας καὶ τὴν περὶ ταύτας τὰς τέχνας σπουδήν, ἃς ἐκεῖνος συνῆγε μεγάλοις ἀναλώμασιν, εἰς ταῦτα τῷ πλούτῳ ῥύδην καταχρώμενος, ὃν ἠθροίκει πολὺν καὶ λαμπρὸν ἀπὸ τῶν στρατειῶν, ὅπου καὶ νῦν, ἐπίδοσιν τοιαύτην τῆς τρυφῆς ἐχούσης, οἱ Λουκουλλιανοὶ κῆποι τῶν βασιλικῶν ἐν τοῖς πολυτελεστάτοις ἀριθμοῦνται.
因为依我之见,奢华的宅邸营建、步道与浴室的修造,乃至更为甚之的图画、雕像以及对这些工艺的热衷追求,也皆应列入游乐之属;他凭借巨额开销将这些网罗搜集,将远征中聚敛的大量辉煌财富挥霍倾注于其上,以至于即便是如今奢靡之风已发展至这般地步,卢库鲁斯庄园在皇室园林中仍被列为最为豪奢之选。
τὰ δʼ ἐν τοῖς παραλίοις καὶ περὶ Νέαν πόλιν ἔργα, λόφους ἀνακρεμαννύντος αὐτὸν μεγάλοις ὀρύγμασι καὶ τροχοὺς θαλάσσης καὶ διαδρομὰς ἰχθυοτρόφους τοῖς οἰκητηρίοις περιελίσσοντος καὶ διαίτας ἐναλίους κτίζοντος, ὁ Στωικὸς Τουβέρων θεασάμενος2 Ξέρξην αὐτὸν ἐκ τηβέννου3 προσηγόρευσεν.
至于他在沿海一带及那不勒斯附近的工程——他以巨大的开凿将丘陵凌空架起,让海水的环渠与养鱼池环绕住所,并构筑浮海居所——斯多亚派学者图贝罗在目睹之后,便称他为“着托加袍的薛西斯”。
ἦσαν δʼ αὐτῷ περὶ Τοῦσκλον ἐγχώριοι δίαιται καὶ κατασκοπαὶ περιόπτων καὶ κατασκευαὶ ἀναπεπταμένων ἀνδρώνων καὶ περιπάτων, ἐν αἷς ὁ Πομπήιος γενόμενος ἐμέμφετο τὸν Λούκουλλον, ὅτι πρὸς θέρος ἄριστα διαθεὶς τὴν ἔπαυλιν ἀοίκητον ἐν χειμῶνι πεποίηκε, γελάσας οὖν ἐκεῖνος εἶτα, ἔφη, σοὶ δοκῶ ἐλάττονα τῶν γεράνων νοῦν ἔχειν καὶ τῶν πελαργῶν, ὥστε ταῖς ὥραις μὴ συμμεταβάλλειν τὰς διαίτας;
他还在图斯库卢姆附近建有内陆的别业,设有视野开阔的观景阁,以及四面敞轩的男宾宴厅与廊道。当庞培造访此处并责难卢库鲁斯,说他虽将庄园安排得极宜避暑,却使其在冬天无法居住时,他便笑着答道: “难道在你看来,我竟比鹤与鹳还要缺乏灵性,以至于不懂得随着季节变换居所吗?”
στρατηγοῦ δέ ποτε φιλοτιμουμένου περὶ θέας καὶ χορῷ τινι κόσμον αἰτουμένου πορφυρᾶς χλαμύδας ἀπεκρίνατο σκεψάμενος, ἂν ἔχῃ, δώσειν, εἶτα μεθʼ ἡμέραν ἠρώτησεν αὐτὸν, ὁπόσων δέοιτο. τοῦ δὲ ἑκατὸν ἀρκέσειν φήσαντος ἐκέλευσε λαβεῖν δὶς τοσαύτας εἰς ὃ καὶ Φλάκκος ὁ ποιητὴς ἐπιπεφώνηκεν, ὡς οὐ νομίζει πλοῦτον, οὗ μὴ τὰ παρορώμενα καὶ λανθάνοντα πλείονα τῶν φαινομένων ἐστί.4
又有一次,一位大法官为了隆重举办演出而竭力张罗,向卢库鲁斯请求借用紫色披风作为某个歌队的装束,卢库鲁斯回答说他会查验一下,如果有便借给;翌日他询问那位法官需要多少件,对方表示一百件足矣,他便吩咐对方取走两倍之数。诗人弗拉库斯亦就此咏道:凡被忽视和未被察觉之物不能多于呈显于眼前之物的,他绝不认为那是财富。
- 39.1ἔστι δʼ οὖν τοῦ Λουκούλλου βίου... ἀναγνῶναι
此处非人称动词 ἔστι 相当于 ἔξεστι(“能够”、“可以”),后接不定式 ἀναγνῶναι。属格 τοῦ Λουκούλλου βίου 充当部分属格或表示范围的属格,意即“在卢库鲁斯的一生中,人们可以读到……”。
- 39.3τὰ δʼ ἐν τοῖς παραλίοις καὶ περὶ Νέαν πόλιν ἔργα... θεασάμενος
句首的 τὰ δʼ ... ἔργα 并非主格主语,而是被置于句首作为论题的宾语,受后置的分词 θεασάμενος 支配。其间插入了以 λόφους ἀνακρεμαννύντος αὐτοῦ... 起首的长大独立属格结构,随后方出现主语 ὁ Στωικὸς Τουβέρων、分词 θεασάμενος 及主要动词 προσηγόρευσεν。
- 39.3Ξέρξην αὐτὸν ἐκ τηβέννου
介词短语 ἐκ τηβέννου 表示穿着状态或形貌(“身着托加袍”/“从托加袍中出来的”)。这指涉了薛西斯当年开凿阿索斯山、在赫勒斯滂修筑浮桥等移山填海的壮举,讽刺卢库鲁斯是大兴土木、改造山海的“身穿罗马托加的薛西斯”。
- 39.5οὗ μὴ τὰ παρορώμενα καὶ λανθάνοντα πλείονα τῶν φαινομένων ἐστί
此关系从句化用了诗人贺拉斯(弗拉库斯)在《书简诗》(1.6.45-46)中的诗句。否定词 μή 表明该从句具有泛指或假设限定特征(“凡……并非……”)。主语为 τὰ παρορώμενα καὶ λανθάνοντα(被忽视与隐匿之物),与比较属格 τῶν φαινομένων(显露在外之物)构成比较。
