- 底本
- Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg036.humanitext-grc2:3.1-3.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
托勒密拒绝结盟后,卢库鲁斯从塞浦路斯辗转罗得岛及爱琴海诸岛召集舰队;他拒绝了芬布里亚封锁困于皮塔内的米特拉达梯的请求,随后在莱克图姆和忒涅多斯海战中接连获胜。
ἐπεὶ δʼ ἀπέλιπε τὴν συμμαχίαν ὁ Πτολεμαῖος πρὸς τὸν πόλεμον ἀποδειλιάσας, ἐκείνῳ δὲ ναῦς ἄχρι Κύπρου πομποὺς παρέσχε, καὶ περὶ τὸν ἔκπλουν αὐτὸν ἀσπαζόμενος καὶ θεραπεύων ἐδωρεῖτο χρυσένδετον σμάραγδον τῶν πολυτελῶν, τὸ μὲν πρῶτον ὁ Λούκουλλος παρῃτεῖτο, δείξαντος δὲ τὴν γλυφὴν τοῦ βασιλέως εἰκόνα οὖσαν ἰδίαν1 ἐφοβήθη διώσασθαι, μὴ παντάπασιν ἐχθρὸς ἀποπλεῖν νομισθεὶς ἐπιβουλευθείη κατὰ θάλατταν.
当托勒密畏缩于战争而放弃结盟时,他仅为卢库鲁斯提供了前往塞浦路斯的护航舰队;在卢库鲁斯启程之际,国王在向他致意与示好时,赠送了一枚镶金的高价祖母绿。起初卢库鲁斯推辞不受,但当国王向他展示印刻的正是国王本人的肖像时,他担心若完全被视作仇敌启程而在海上遭遇暗算,便不敢再加拒绝。
ἐπεὶ δὲ πλῆθος ἐν παράπλῳ νεῶν ἐκ τῶν παραλίων πόλεων ἀθροίσας, πλὴν ὅσοι πειρατικῶν μετεῖχον ἀδικημάτων, εἰς τὴν Κύπρον διεπέρασεν, ἐνταῦθα πυνθανόμενος τοὺς πολεμίους ναυλοχοῦντας ἐπὶ ταῖς ἄκραις παραφυλάττειν αὑτόν, ἐνεώλκησε τὰ σκάφη πάντα, καὶ ταῖς πόλεσιν ἔγραψε περὶ χειμαδίων καὶ ἀγορᾶς, ὡς αὐτόθι τὴν ὥραν ἀναμενῶν.
他在沿海巡航途中从各沿岸城邦召集了大量舰船(除了那些参与海盗恶行的城邦之外),渡海来到塞浦路斯;他在那里得知敌军正埋伏在海角监视自己,便将所有船只拖上岸,并向各城邦发出有关设立冬营与征集给养的公函,假装要在此等待适宜的季节。
εἶτα πλοῦ φανέντος ἐξαπίνης κατασπάσας τὰς ναῦς ἀνήχθη, καὶ μεθʼ ἡμέραν μὲν ὑφειμένοις πλέων τοῖς ἱστίοις καὶ ταπεινοῖς, νύκτωρ δʼ ἐπαιρομένοις εἰς Ῥόδον ἐσώθη. Ῥοδίων δὲ ναῦς αὐτῷ προσπαρασχόντων Κῴους ἔπεισε καὶ Κνιδίους τῶν βασιλικῶν ἀπαλλαγέντας ἐπὶ Σαμίους συστρατεύειν. ἐκ δὲ Χίου τοὺς βασιλικοὺς αὐτὸς ἐξήλασε, Κολοφωνίους δʼ ἠλευθέρωσε συλλαβὼν Ἐπίγονον τὸν τύραννον αὐτῶν.
随后,乘着有利航行的风向突然出现,他急忙将战船推入海中启航;白天降帆低伏航行,夜晚则扬帆起航,安然抵达罗得岛。罗得人又向他增援了舰船,他便说服科斯人和克尼多斯人摆脱国王的军队,共同出兵讨伐萨摩斯人。他亲自从希俄斯驱逐了国王的驻军,并逮捕了科洛封人的僭主埃庇戈诺斯,解放了该城。
ἐτύγχανε δὲ κατʼ ἐκεῖνον τὸν χρόνον ἤδη Μιθριδάτης τὸ Πέργαμον ἐκλελοιπὼς καὶ συνεσταλμένος εἰς Πιτάνην. ἐκεῖ δὲ Φιμβρίου κατέχοντος αὐτὸν ἐκ γῆς καὶ πολιορκοῦντος, εἰς τὴν θάλατταν ἀφορῶν συνῆγε καὶ μετεπέμπετο τοὺς πανταχόθεν στόλους πρὸς αὑτόν, ἀνδρὶ τολμητῇ καὶ νενικηκότι τῷ Φιμβρίᾳ συμπλέκεσθαι καὶ πολεμεῖν ἀπεγνωκώς.
当时恰逢米特拉达梯已经放弃佩加蒙,困守在皮塔内。芬布里亚在陆上阻截并包围他,米特拉达梯只得寄望于海洋,四处招募并调集舰队前往自己身边,因为他已绝望于同骁勇善战且屡立战功的芬布里亚交手会战。
ὁ δὲ ταῦτα συνορῶν, ναυτικῷ δὲ λειπόμενος πρὸς Λούκουλλον ἔπεμπεν, ἥκειν τῷ στόλῳ δεόμενος καὶ συνεξελεῖν ἔχθιστον καὶ πολεμιώτατον βασιλέων, ὡς μὴ τὸ μέγα καὶ διὰ πολλῶν ἀγώνων καὶ πόνων διωκόμενον ἆθλον ἐκφύγοι Ῥωμαίους, Μιθριδάτης εἰς λαβὰς ἥκων καὶ γεγονὼς ἐντὸς ἀρκύων, οὗ ληφθέντος οὐδένα τῆς δόξης οἴσεσθαι πλέον ἢ τὸν ἐμποδὼν τῇ φυγῇ στάντα καὶ διαδιδράσκοντος ἐπιλαβόμενον·2 ὑφʼ ἑαυτοῦ μὲν ἐξεωσμένον τῆς γῆς, ὑπʼ ἐκείνου δὲ τῆς θαλάττης εἰργόμενον ἀμφοτέροις ἀποδώσειν τὸ κατόρθωμα,3 τὰς δὲ Σύλλα πρὸς Ὀρχομενῷ καὶ περὶ Χαιρώνειαν ὑμνουμένας ἀριστείας ἐν οὐδενὶ λόγῳ θήσεσθαι Ῥωμαίους. καὶ οὐδὲν ἦν ἀπὸ τρόπου τῶν λεγομένων, ἀλλὰ παντὶ δῆλον, ὡς, εἰ Φιμβρίᾳ τότε πεισθεὶς ὁ Λούκουλλος οὐ μακρὰν ὢν περιήγαγεν ἐκεῖσε τὰς ναῦς καὶ συνέφραξε τὸν λιμένα τῷ στόλῳ, πέρας ἂν εἶχεν ὁ πόλεμος καὶ μυρίων ἀπηλλαγμένοι κακῶν ἅπαντες ἦσαν.
芬布里亚洞悉这一形势,但因缺乏水军,便派人前往卢库鲁斯处,请求他率舰队赶来,共同擒获这位最可恨、最具敌意的国王,以免罗马人历经重重鏖战与辛劳所追逐的巨大猎物逃脱;如今米特拉达梯已落入掌中、陷入罗网,若能将其擒获,谁赢得的荣耀也不会超过那名堵塞退路并截获潜逃者的人;因为米特拉达梯已被自己逐出陆地,若再被卢库鲁斯阻绝于海上,这份功绩就将归两人共有,而罗马人将不再看重苏拉在奥尔科梅诺斯和喀罗尼亚一带被歌颂的战绩。芬布里亚所言绝非无稽之谈,人人都清楚,如果当时相距不远的卢库鲁斯听从了芬布里亚的建议,将船队调遣至该处并以舰队封锁港口,战争本可就此结束,所有人也能免受无数灾难。
ἀλλʼ εἴτε τὰ πρὸς Σύλλαν δίκαια πρεσβεύων πρὸ παντὸς ἰδίου τε καὶ κοινοῦ συμφέροντος, εἴτε τὸν Φιμβρίαν μιαρὸν ὄντα καὶ φονέα γεγενημένον ἔναγχος ἀνδρὸς φίλου καὶ στρατηγοῦ διὰ φιλαρχίαν προβαλλόμενος, εἴτε κατὰ θείαν δή τινα τύχην περιφεισάμενος αὐτὸς τοῦ Μιθριδάτου καὶ φυλάξας ἀνταγωνιστήν, οὐχ ὑπήκουσεν, ἀλλὰ Μιθριδάτῃ μὲν ἐκπλεῦσαι παρέσχε καὶ καταγελάσαι τῆς Φιμβρίου δυνάμεως, αὐτὸς δὲ πρῶτον μὲν ἐπὶ Λεκτοῦ τῆς Τρῳάδος βασιλικὰς ναῦς ἐπιφανείσας κατεναυμάχησεν, αὖθις δὲ πρὸς Τενέδῳ ναυλοχοῦντα μείζονι παρασκευῇ κατιδὼν Νεοπτόλεμον ἐπέπλει πρὸ τῶν ἄλλων, Ῥοδιακῆς πεντήρους ἐπιβεβηκώς, ἧς ἐναυάρχει Δαμαγόρας, ἀνὴρ εὔνους τε Ῥωμαίοις καὶ θαλασσίων ἀγώνων ἐμπειρότατος.
然而,无论是因为卢库鲁斯将对苏拉的道义置于一切个人与公众利益之上,还是因为芬布里亚是一个因贪恋权位而不久前杀害友人兼统帅的卑劣凶手而令他厌恶,抑或是由于某种天意使然,他自己饶恕了米特拉达梯并将其保留为自己的对手,他并未听从这一要求,反而使得米特拉达梯得以出海逃脱,并嘲笑了芬布里亚的兵力;卢库鲁斯本人首先在特洛阿德的莱克图姆海角击溃了出现的国王舰船,随后见内奥普托勒摩斯在忒涅多斯岛集结了更庞大的武装埋伏,便乘着一艘由达马戈拉斯指挥的罗得五层桨战船冲在所有人前面;达马戈拉斯既心向罗马人,又极精通海战。
ἐπελαύνοντος δὲ ῥοθίῳ τοῦ Νεοπτολέμου καὶ κελεύσαντος εἰς ἐμβολὴν ἀγαγεῖν τὸν κυβερνήτην, δείσας ὁ Δαμαγόρας τὸ βάρος τῆς βασιλικῆς καὶ τὴν τραχύτητα τοῦ χαλκώματος οὐκ ἐτόλμησε συμπεσεῖν ἀντίπρῳρος, ἀλλʼ ὀξέως ἐκ περιαγωγῆς ἀποστρέψας ἐκέλευσεν ἐπὶ πρύμναν ὤσασθαι4 καὶ πιεσθείσης ἐνταῦθα τῆς νεώς ἐδέξατο τὴν πληγήν ἀβλαβῆ γενομένην, ἅτε δὴ τοῖς θαλαττεύουσι τῆς νεώς μέρεσι προσπεσοῦσαν.
当内奥普托勒摩斯伴随汹涌的浪涛猛冲而来并命令舵手实施冲撞时,达马戈拉斯畏惧国王战舰的沉重与青铜撞角的尖锐坚硬,不敢迎面冲撞,而是迅速回旋避开,并下令倒桨退后;当船尾在倒退中承受重压时,他化解了这一击而未受损伤,因为撞角恰好落在了船体潜入水中的部分。
ἐν τούτῳ δὲ τῶν φίλων προσφερομένων, ἐγκελευσάμενος ὁ Λούκουλλος ἐπιστρέφειν καὶ πολλὰ δράσας ἄξια λόγου τρέπεται τοὺς πολεμίους καὶ καταδιώκει τὸν Νεοπτόλεμον.
与此同时,其他友舰纷纷赶来,卢库鲁斯下令战船回身迎战,立下了许多卓著战功,击溃了敌人,并对内奥普托勒摩斯展开追击。
- 3.1δείξαντος δὲ τὴν γλυφὴν τοῦ βασιλέως εἰκόνα οὖσαν ἰδίαν
短语 δείξαντος ... τοῦ βασιλέως 构成独立属格结构。在此结构内部,τὴν γλυφὴν 作为 δείξαντος 的直接宾语,而 εἰκόνα οὖσαν ἰδίαν 则通过分词 οὖσαν 作宾语补足语(“指明那雕刻是其本人的肖像”)。
- 3.5οὗ ληφθέντος οὐδένα τῆς δόξης οἴσεσθαι πλέον ἢ τὸν ἐμποδὼν τῇ φυγῇ στάντα καὶ διαδιδράσκοντος ἐπιλαβόμενον
此句为转述芬布里亚口信的间接引语。独立属格 οὗ ληφθέντος 起条件从句作用(“若他被擒获”);将来不定词 οἴσεσθαι 取中间态意义(“赢得/带走”),其主语对格为 οὐδένα,τῆς δόξης 为部分属格。比较连词 ἤ 之后的实体化分词句 τὸν ... στάντα καὶ ... ἐπιλαβόμενον 同样用对格,与 οὐδένα 相呼应并与比较级 πλέον 搭配。
- 3.6ὑφʼ ἑαυτοῦ μὲν ἐξεωσμένον τῆς γῆς, ὑπʼ ἐκείνου δὲ τῆς θαλάττης εἰργόμενον ἀμφοτέροις ἀποδώσειν τὸ κατόρθωμα
间接引语的延续结构。将来主动不定词 ἀποδώσειν(“带来/归于”)在句法上省略了逻辑主语对格(即前文提到的米特拉达梯),被动分词 ἐξεωσμένον 与 εἰργόμενον 采用对格与其修饰的一致关系相吻合。介词短语中 ὑφʼ ἑαυτοῦ 指说话者芬布里亚本人,而 ὑπʼ ἐκείνου 则指对方卢库鲁斯。
- 3.9ἐκέλευσεν ἐπὶ πρύμναν ὤσασθαι
希腊语航海术语:ἐπὶ πρύμναν ὤσασθαι(动词 ὠθέω 的中间态不定词)字面义为“向船尾推进”,在航海中特指“倒桨/后退”。达马戈拉斯在敌舰撞角迫近之际下令倒桨,借此减缓撞击力量以避开致命伤害。
