← 普鲁塔克

卢库鲁斯传

§36.1-36.7

卢库鲁斯与庞培决裂及对其统御之得失

卢库鲁斯与庞培在加拉太会面,但未能达成和解反致矛盾加深;庞培带走主力部队并废除其法令。作者慨叹卢库鲁斯缺乏统御军心的关键才能,并指出其在东方所取得的辉煌胜利日后反而诱使克拉苏发动了灾难性的帕提亚远征。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§36.1

ἔτι δὲ μᾶλλον ἐφάνη τὸ γινόμενον τοῖς ἐκεῖ παροῦσι νεμεσητόν. οὔτε γὰρ τιμῆς ὁ Λούκουλλος οὔτε τιμωρίας τῶν ἐν πολέμῳ κύριος ὑπῆρχεν, οὐδʼ εἴα τινὰ Πομπήιος βαδίζειν πρὸς αὐτὸν οὐδὲ προσέχειν οἷς ἐκεῖνος ἔγραφε καὶ διένεμε μετὰ τῶν δέκα πρέσβεων, ἀλλʼ ἐκώλυεν ἐκτιθεὶς διαγράμματα καὶ φοβερὸς παρὼν ἀπὸ μείζονος δυνάμεως.

对于身处现场的人而言,所发生的一切显得更应受到谴责。因为卢库鲁斯既无权对战事中的行为进行奖赏,也无权实施惩罚;庞培更不允许任何人前去见他,也不许人听从他与十人使团共同发布和分派的命令,反而颁布法令予以阻止,并倚仗其更为强大的兵力展现出令人畏惧的威势。

§36.2

ὅμως δὲ ἔδοξε τοῖς φίλοις συναγαγεῖν αὐτούς καὶ συνῆλθον ἐν κώμῃ τινὶ τῆς Γαλατίας καὶ προσεῖπον ἀλλήλους φιλοφρόνως καὶ συνήσθησαν ἐπὶ τοῖς κατωρθωμένοις ἑκατέρῳ, πρεσβύτερος μὲν ὢν ὁ Λούκουλλος, ἀξίωμα δʼ ἦν τὸ Πομπηΐου μεῖζον ἀπὸ πλειόνων στρατηγιῶν καὶ δυεῖν θριάμβων. ῥάβδοι δʼ ἀμφοτέρων προηγοῦντο δαφνηφόροι διὰ τὰς νίκας.

尽管如此,他们的友人们还是决定促成两人的会面。他们在加拉太的一个村庄相聚,彼此亲切问候,并为各自取得的成就互致祝贺。卢库鲁斯年纪稍长,但庞培的声望因担任过更多的统帅职务和两次凯旋式而更为隆重。因战功显赫,两人的前头都有缠着月桂枝的束棒在前引路。

§36.3

καὶ τοῦ γε Πομπηίου μακρὰν ὁδὸν διὰ τόπων ἀνύδρων καὶ αὐχμηρῶν ὁδεύσαντος τὰς δάφνας ξηρὰς περικειμένας ταῖς ῥάβδοις ἰδόντες οἱ τοῦ Λουκούλλου ῥαβδοφόροι φιλοφρονούμενοι τοῖς ἐκείνου μετέδωκαν ἐκ τῶν ἰδίων, προσφάτους καὶ θαλερὰς ἔχοντες, καὶ τὸ γινόμενον εἰς οἰωνὸν ἐτίθεντο χρηστὸν οἱ Πομπηίου φίλοι· τῷ γὰρ ὄντι τὴν ἐκείνου στρατηγίαν αἱ τούτου πράξεις ἐκόσμησαν.1

庞培在干燥缺水的地区行军路程漫长,侍从束棒上的月桂叶都枯萎了,卢库鲁斯的侍从见状,出于善意,便将自己那新鲜翠绿的月桂叶分赠给庞培的侍从。庞培的友人们将这一幕视为吉兆;因为事实上,卢库鲁斯的事迹确实粉饰了庞培的统帅地位。

§36.4

ἐκ δὲ τῶν λόγων πρὸς οὐδὲν ἐπιεικὲς συνέβησαν, ἀλλʼ ἔτι μᾶλλον ἀλλοτριωθέντες πρὸς ἀλλήλους ἀπῆλθον καὶ τὰς ὑπὸ τοῦ Λουκούλλου γενομένας διατάξεις ἠκύρωσεν ὁ Πομπήιος, στρατιώτας δὲ τοὺς ἄλλους ἀπαγαγών μόνους αὐτῷ χιλίους ἑξακοσίους ἀπέλιπε συνθριαμβεύσοντας, οὐδὲ τούτους μάλα προθύμως ἑπομένους.

然而,经过交谈,他们并未达成任何公平合理的共识,反而在彼此更加疏远的情况下分道扬镳。庞培废除了卢库鲁斯所作的各项法令,带走了其余所有士兵,只留给他一千六百人跟随他参加凯旋式,甚至连这些人也并非心甘情愿地跟从他。

§36.5

οὕτω τις ἦν ἀφυὴς ἢ δυστυχὴς ὁ Λούκουλλος πρὸς τὸ πάντων ἐν ἡγεμονίᾳ πρῶτον καὶ μέγιστον2 ὡς, εἰ τοῦτο μετὰ τῶν ἄλλων ὑπῆρξεν αὐτῷ, τηλικούτων ὄντων καὶ τοσούτων, μετʼ ἀνδρείας, ἐπιμελείας, συνέσεως, δικαιοσύνης, οὐκ ἂν εἶχεν ἡ Ῥωμαίων ἡγεμονία τὸν Εὐφράτην τῆς Ἀσίας ὅρον, ἀλλὰ τὰ ἔσχατα καὶ τὴν Ὑρκανίαν θάλατταν, τῶν μὲν ἄλλων ἐθνῶν Τιγράνῃ προηττημένων, τῆς δὲ Πάρθων δυνάμεως οὐχ ὅση κατὰ Κράσσον ἐξεφάνη τοσαύτης καὶ κατὰ Λούκουλλον οὔσης οὐδʼ ὁμοίως συνεστώσης, ἀλλʼ ὑπʼ ἐμφυλίων καὶ προσοίκων πολέμων οὐδʼ Ἀρμενίους ὑβρίζοντας ἐρρωμένης ἀμύνεσθαι. νῦν δέ μοι δοκεῖ Λούκουλλος ὧν ὠφέλησε διʼ αὑτοῦ τὴν πατρίδα βλάψαι μείζονα διʼ ἑτέρων·3

卢库鲁斯在统帅才能中首要且至关重要的一点上,竟是如此缺乏天赋或运气。假使除了他那些卓越而众多的其他品质——勇敢、勤勉、洞察力与正义感——之外,他亦拥有这一项才能,那么罗马帝国的边界在亚洲就不会停留在幼发拉底河,而是会延伸到极边之地与里海。因为其他各族早已被提格兰击败,而帕提亚的力量在卢库鲁斯时期也并未达到在克拉苏时代显现出的那般规模,亦没有同样的团结,反而由于内战与近邻战争的削弱,甚至无力抵御亚美尼亚人的侵凌。但在如今看来,卢库鲁斯通过他人给国家带来的危害,似乎胜过了他亲自为国家建立的功勋。

§36.7

τὰ γὰρ ἐν Ἀρμενίᾳ τρόπαια Πάρθων πλησίον ἑστῶτα καὶ Τιγρανόκερτα καὶ Νίσιβις καὶ πλοῦτος ἐκ τούτων πολὺς εἰς Ῥώμην κομισθεὶς καὶ τὸ Τιγράνου διάδημα πομπευθὲν αἰχμάλωτον ἐπῆρε Κράσσον ἐπὶ τὴν Ἀσίαν, ὡς λάφυρα καὶ λείαν τοὺς βαρβάρους, ἄλλο δʼ οὐδὲν ὄντας. ταχὺ μέντοι τοῖς Πάρθων τοξεύμασιν ἐντυχών ἀπέδειξε τὸν Λούκουλλον οὐκ ἀφροσύνῃ καὶ μαλακίᾳ τῶν πολεμίων, αὑτοῦ δὲ τόλμῃ καὶ δεινότητι περιγενόμενον. ἀλλὰ ταῦτα μὲν ὕστερον.

因为立于亚美尼亚邻近帕提亚各地的战利纪念碑、提格拉诺刻尔塔与尼西比斯的陷落、由此运往罗马的大量财富,以及作为俘虏战利品巡游示众的提格兰王冠,都激励着克拉苏出征亚洲,仿佛那些异族不过是战利品和囊中之物而已。然而不久之后,克拉苏在遭遇帕提亚的弓箭时,恰恰证明了卢库鲁斯的胜利并非由于敌人的愚昧与怯弱,而是凭借自身的果敢与超凡才能。不过,这些都是后话了。

语法注3 条
  1. 36.3τὴν ἐκείνου στρατηγίαν αἱ τούτου πράξεις ἐκόσμησαν

    指示代词 ἐκείνου(远指)与 τούτου(近指)形成对照。此处 ἐκείνου 指庞培的统帅地位,而 τούτου 则指代卢库鲁斯的赫赫战功;意指卢库鲁斯先前的作战成果反过来装饰并成全了庞培的威名。

  2. 36.5πρὸς τὸ πάντων ἐν ἡγεμονίᾳ πρῶτον καὶ μέγιστον

    介词短语 πρὸς τὸ... 修饰前方的形容词 ἀφυὴς ἢ δυστυχής(在……方面缺乏资质或欠缺运气)。所谓“统帅之中万事最首要、最重大者”,指的是统御军心、赢得将士效忠的能力,在此用中性抽象短语表达而未具体指明。

  3. 36.6ὧν ὠφέλησε διʼ αὑτοῦ τὴν πατρίδα βλάψαι μείζονα διʼ ἑτέρων

    包含关系代词格吸引(attractio relativi)的比较构文。属格关系词 ὧν 缩略自 τούτων ἃ ὠφέλησε,作为比较从属格受比较级 μείζονα 统辖,意为“比起他亲自为祖国带来的益处,他通过他人给祖国造成的祸害更为巨大”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg036.humanitext-grc2:36.1-36.7