← 普鲁塔克

卢库鲁斯传

§37.1-37.4

卢库鲁斯返回罗马与举行凯旋式

卢库鲁斯回到罗马后,在贵族显要的支持下克服了政敌门米乌斯的阻挠,举行了展示大量战利品与巨额财富的盛大凯旋式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§37.1

ὁ δὲ Λούκουλλος ἀναβὰς εἰς Ῥώμην πρῶτον μὲν κατέλαβε τὸν ἀδελφὸν Μᾶρκον ὑπὸ Γαΐου Μεμμίου κατηγορούμενον ἐφʼ οἷς ἔπραξε ταμιεύων Σύλλα προστάξαντος. ἐκείνου δʼ ἀποφυγόντος ἐπὶ τοῦτον αὐτὸν ὁ Μέμμιος μεταβαλόμενος παρώξυνε τὸν δῆμον, καὶ ὡς πολλὰ νενοσφισμένῳ καὶ μηκύναντι τὸν πόλεμον1 ἔπεισεν αὐτῷ μὴ δοῦναι θρίαμβον.

卢库鲁斯回到罗马后,首先发现自己的弟弟马尔库斯正遭到盖乌斯·门米乌斯的指控,罪名是担任财务官期间依苏拉指令所行的事。马尔库斯获判无罪后,门米乌斯又转而针对卢库鲁斯本人煽动民众,声称他侵吞巨款且故意拖延战事,劝说民众不要授予他凯旋式。

§37.2

ἐλθόντος δʼ εἰς ἀγῶνα τοῦ Λουκούλλου μέγαν οἱ πρῶτοι καὶ δυνατώτατοι καταμίξαντες ἑαυτοὺς ταῖς φυλαῖς πολλῇ δεήσει καὶ σπουδῇ μόλις ἔπεισαν τὸν δῆμον ἐπιτρέψαι θριαμβεῦσαι, οὐχ, ὥσπερ ἔνιοι, μήκει τε πομπῆς καὶ πλήθει τῶν κομιζομένων ἐκπληκτικὸν καὶ ὀχλώδη θρίαμβον, ἀλλὰ τοῖς μὲν ὅπλοις2 τῶν πολεμίων οὖσι παμπόλλοις καὶ τοῖς βασιλικοῖς μηχανήμασι τὸν Φλαμίνειον ἱππόδρομον διεκόσμησε· καὶ θέα τις ἦν αὐτὴ καθʼ ἑαυτὴν οὐκ εὐκαταφρόνητος·

卢库鲁斯陷入了巨大的困境之中,首要而最有权势的人士深入到各个部族当中,经过多番恳请与竭力周旋,才勉强说服民众允许他举行凯旋式。这场凯旋式并不像某些人那样,靠着游行行列的冗长与所携物品的繁多来令人瞠目结舌并拥挤不堪,而是用敌人无数的兵器和王室的攻城器械装点了弗拉米尼乌斯竞技场;这本身就是一处不可小觑的壮观景象。

§37.3

ἐν δὲ τῇ πομπῇ τῶν τε καταφράκτων ἱππέων ὀλίγοι καὶ τῶν δρεπανηφόρων ἁρμάτων δέκα παρῆλθον, ἑξήκοντα δὲ φίλοι καὶ στρατηγοὶ τῶν βασιλικῶν, μακραὶ δὲ χαλκέμβολοι νῆες ἑκατὸν καὶ δέκα ἅμα παρεκομίσθησαν, αὐτοῦ τε Μιθριδάτου χρύσεος ἑξάπους κολοσσός, καὶ θυρεός τις διάλιθος, καὶ φορήματα εἴκοσι μὲν ἀργυρῶν σκευῶν, χρυσῶν δʼ ἐκπωμάτων καὶ ὅπλων καὶ νομίσματος δύο καὶ τριάκοντα.

在游行队伍中,有一小部分具装骑兵和十辆镰刀战车走过,还有六十位国王的友人与将领;一百一十艘带有青铜冲角的大型战船(模型)一同被抬过,此外还有米特拉达梯本人高达六罗马尺的纯金巨像、一面镶嵌宝石的盾牌、二十担银器,以及三十二担金酒杯、兵刃与硬币。

§37.4

ταῦτα μὲν οὖν ἄνδρες παρεκόμιζον ἡμίονοι δʼ ὀκτὼ κλίνας χρυσᾶς ἔφερον, ἓξ δὲ καὶ πεντήκοντα κεχωνευμένον ἀργύριον, ἄλλοι δʼ ἑκατὸν ἑπτὰ νομίσματος ἀργυροῦ, μικρῷ τινι δεούσας ἑβδομήκοντα καὶ διακοσίας μυριάδας, ἐν δὲ δέλτοις ἀναγραφαὶ τῶν ἤδη δεδομένων χρημάτων ὑπʼ αὐτοῦ Πομπηΐῳ πρὸς τὸν πειρατικὸν πόλεμον καὶ τοῖς ἐπὶ τοῦ δημοσίου ταμείου, καὶ χωρὶς ὅτι στρατιώτης ἕκαστος ἐνακοσίας καὶ πεντήκοντα δραχμὰς ἔλαβεν.3 ἐπὶ τούτοις τήν τε πόλιν εἱστίασε λαμπρῶς καὶ τὰς περιοικίδας κώμας, ἃς οὐΐκους καλοῦσι.

这些是由人抬着的;另有八头骡子驮着纯金榻椅,五十六头驮着银锭,另外一百零七头驮着银币,其数额仅比二百七十万德拉克马略少一点。刻板上登记着他此前为海盗战争交给庞培的款项,以及拨交给国库官员的款项,此外还载明每名士兵各领得九百五十德拉克马。在此之后,他又为全城及周围被称为“维库斯”(村落)的各聚落举行了盛大的宴饮。

语法注3 条
  1. 37.1ὡς πολλὰ νενοσφισμένῳ καὶ μηκύναντι τὸν πόλεμον

    连词 ὡς 搭配与格分词(νενοσφισμένῳ 与 μηκύναντι),与后文的代词 αὐτῷ 一致,表示指控者门米乌斯所提出的主观理由或借口(“声称他侵吞……拖延……”),而非客观陈述的事实。

  2. 37.2οὐχ, ὥσπερ ἔνιοι, μήκει τε πομπῆς καὶ πλήθει τῶν κομιζομένων ἐκπληκτικὸν καὶ ὀχλώδη θρίαμβον, ἀλλὰ τοῖς μὲν ὅπλοις

    宾格 θρίαμβον 本作为不定式 θριαμβεῦσαι 的同族宾格或修饰性同位语出现,但随后通过 ἀλλά 直接转折接有限动词 διεκόσμησε,构成了破格结构(anacoluthon),在逻辑上对比了他人嘈杂冗长的行进式凯旋与卢库鲁斯在竞技场布置的静态军械陈列。

  3. 37.4χωρὶς ὅτι στρατιώτης ἕκαστος ἐνακοσίας καὶ πεντήκοντα δραχμὰς ἔλαβεν

    短语 χωρὶς ὅτι 意为“除了……之外/除却……的事实”(χωρίς 引导 ὅτι 从句)。它引出了记载在刻板上的公款与国库拨款之外、额外分发给每位士兵的九百五十德拉克马赏金。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg036.humanitext-grc2:37.1-37.4