- 底本
- Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg036.humanitext-grc2:35.1-35.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
特里阿里乌斯冒进惨败后,芬布里亚派士兵借口兵役已免而哗变,使卢库鲁斯陷入屈辱与无权境地,与此同时战事统帅权被移交给庞培。
ἐπεὶ δὲ Μιθριδάτης ἤγγελτο Φάβιον νενικηκὼς ἐπὶ Σωρνάτιον καὶ Τριάριον βαδίζειν, αἰσχυνθέντες εἵποντο τῷ Λουκούλλῳ. Τριάριος δʼ ὡς ἕτοιμον ἁρπάσαι τὸ νίκημα,1 πρὶν ἐπελθεῖν Λούκουλλον ἐγγὺς ὄντα, φιλοτιμούμενος ἡττᾶται μάχῃ μεγάλῃ, λέγονται γὰρ ὑπὲρ ἑπτακισχιλίους Ῥωμαίων ἀποθανεῖν, ἐν οἷς ἑκατόνταρχοι μὲν ἑκατὸν πεντήκοντα, χιλίαρχοι δʼ εἴκοσι καὶ τέσσαρες· τὸ δὲ στρατόπεδον εἷλε Μιθριδάτης.
当有消息传来,称米特拉达梯击败法比乌斯后正向索尔纳提乌斯和特里阿里乌斯进军时,将士们深感羞愧,便跟从了卢库鲁斯。然而,特里阿里乌斯急于抢在临近的卢库鲁斯到达之前夺取胜利,好似这胜利已是囊中之物,却因贪功而在一场大战中惨败。据说罗马人阵亡七千余人,其中有一百五十名百夫长和二十四名军团司令官;米特拉达梯则攻陷了军营。
ἐπελθὼν δὲ Λούκουλλος ὀλίγαις ὕστερον ἡμέραις Τριάριον μὲν ὑπὸ τῶν στρατιωτῶν ζητούμενον πρὸς ὀργὴν ἐξέκλεψε, Μιθριδάτου δὲ μὴ θέλοντος μάχεσθαι, ἀλλὰ Τιγράνην περιμένοντος ἤδη καταβαίνοντα μετὰ πολλῆς δυνάμεως, ἔγνω πρὶν ἀμφοτέρους συνελθεῖν πάλιν ἀπαντῆσαι καὶ διαγωνίσασθαι πρὸς τὸν Τιγράνην.
几天后赶到的卢库鲁斯,秘密将将士们怒气冲冲到处搜寻的特里阿里乌斯送走藏匿起来;而由于米特拉达梯不愿交战,正等待已经带着大军下山的提格兰,卢库鲁斯遂决定在二人合流之前再次迎击提格兰并与之决一死战。
πορευομένῳ δʼ αὐτῷ καθʼ ὁδὸν οἱ Φιμβριανοὶ στασιάσαντες ἀπέλιπον τὰς τάξεις, ὡς ἀφειμένοι δόγματι τῆς στρατείας καὶ μηκέτι τῷ Λουκούλλῳ προσῆκον ἄρχειν,2 ἑτέροις ἀποδεδειγμένων τῶν ἐπαρχιῶν. οὐδὲν οὖν ἐστιν ὅ τι τῶν παρʼ ἀξίαν ὁ Λούκουλλος οὐχ ὑπέμεινεν,3 ἀντιβολῶν καθʼ ἕνα καὶ κατὰ σκηνὰς περιιὼν ταπεινὸς καὶ δεδακρυμένος, ἔστι δʼ ὧν καὶ χειρὸς ἁπτόμενος.
然而当他行军途中,芬布里亚派的士兵哗变并脱离了队伍,声称他们依据决议已免除兵役,而且既然行省已分配给他人,卢库鲁斯便无权再指挥他们。于是,卢库鲁斯忍受了所有不该由他承受的屈辱,他逐一去哀求士兵,低声下气、泪流满面地在各个营帐间走动,甚至还去握住某些人的手。
οἱ δʼ ἀπετρίβοντο τὰς δεξιώσεις καὶ κενὰ προσερρίπτουν βαλάντια, καὶ μόνον μάχεσθαι τοῖς πολεμίοις ἐκέλευον, ἀφʼ ὧν μόνος ἠπίστατο πλουτεῖν. οὐ μὴν ἀλλὰ τῶν ἄλλων στρατιωτῶν δεομένων ἐκβιασθέντες οἱ Φιμβριανοὶ συνέθεντο παραμεῖναι τὸ θέρος· ἐὰν δὲ μηδεὶς ἐν τῷ χρόνῳ τούτῳ κατίῃ πρὸς αὐτοὺς ἀγωνιούμενος, ἀπηλλάχθαι.4 ταῦτʼ ἔδει στέργειν ἐξ ἀνάγκης τὸν Λούκουλλον, ἢ προέσθαι τοῖς βαρβάροις τὴν χώραν ἀπολειφθέντα.
但士兵们甩开他示好的手,将空钱袋扔到他面前,叫他独自去与敌人作战,因为只有他才懂得如何从敌人那里发财。尽管如此,在其他将士的苦苦哀求下,芬布里亚派的士兵被迫同意留守这个夏季;但条件是,如果在此期间没有敌人下山前来与他们交战,他们就退伍离去。卢库鲁斯迫于无奈只得接受这一条件,否则他就会被弃之不顾,将这片土地拱手让给异族。
συνεῖχεν οὖν αὐτοὺς οὐκέτι προσβιαζόμενος οὐδὲ προάγων πρὸς μάχην, ἀλλʼ εἰ παραμένοιεν ἀγαπῶν, καὶ περιορῶν πορθουμένην ὑπὸ τοῦ Τιγράνου τὴν Καππαδοκίαν καὶ πάλιν ὑβρίζοντα Μιθριδάτην, ὃν αὐτὸς ἐπεστάλκει τῇ συγκλήτῳ γράφων καταπεπολεμῆσθαι· καὶ οἱ πρέσβεις παρῆσαν αὐτῷ πρὸς τὴν διάθεσιν τῶν ἐν Πόντῳ πραγμάτων, ὡς δὴ βεβαίως ἐχομένων.
于是他把他们聚集在一起,不再强迫他们,也不再带他们上阵,只要他们肯留下来他就心满意足了;他只得眼睁睁看着卡帕多细亚被提格兰蹂躏,米特拉达梯再度猖獗——而他此前正是向元老院发信声称此人已被彻底消灭;而且元老院的使团正与他在一起,准备处置本都的事务,仿佛那里的局势已经完全稳固。
καὶ δὴ παρόντες ἑώρων οὐδʼ αὑτοῦ κύριον, ἀλλὰ παροινούμενον καὶ προπηλακιζόμενον ὑπὸ τῶν στρατιωτῶν, οἷς γε τοσοῦτο περιῆν τῆς εἰς τὸν στρατηγὸν ἀσελγείας, ὥστε τοῦ θέρους λήγοντος ἐνδύντες τὰ ὅπλα καὶ σπασάμενοι τὰς μαχαίρας προεκαλοῦντο τοὺς μηδαμοῦ παρόντας, ἀλλʼ ἀπηρκότας ἤδη πολεμίους, ἀλαλάξαντες δὲ καὶ σκιαμαχήσαντες ἀπεχώρησαν ἐκ τοῦ χάρακος, ἐπιμαρτυράμενοι πεπληρῶσθαι τὸν χρόνον, ὃν ὡμολόγησαν τῷ Λουκούλλῳ παραμενεῖν.
使团亲临现场,见到的却是他连自己都无法主宰,反而受到士兵的侮辱与凌辱。这些将士对统帅的放肆竟达到了如此地步:夏季结束时,他们披挂盔甲,拔出短剑,向根本不存在、早已撤离的敌人挑战,在呐喊与虚妄的空气格斗之后,他们撤出了营垒,声称他们向卢库鲁斯许诺留守的期限已经届满。
τοὺς δʼ ἄλλους ἐκάλει διὰ γραμμάτων Πομπήιος· ἤδη γὰρ ἀποδέδεικτο τοῦ πρὸς Μιθριδάτην καὶ Τιγράνην πολέμου στρατηγὸς χάριτι τοῦ δήμου καὶ κολακείᾳ τῶν δημαγωγῶν, ἐπεὶ τῇ γε βουλῇ καὶ τοῖς ἀρίστοις ἄδικα πάσχειν ἐδόκει Λούκουλλος οὐ πολέμου διαδόχους, ἀλλὰ θριάμβου λαμβάνων, οὐδὲ τῆς στρατηγίας ἀναγκαζόμενος, ἀλλὰ τῶν ἐπάθλων τῆς στρατηγίας ἐξίστασθαι καὶ παραχωρεῖν ἑτέροις.
庞培则通过书信召集其余的军队;因为凭借平民的恩宠与煽惑家的谄媚,他已被任命为对米特拉达梯和提格兰作战的统帅。但在元老院和显贵们看来,卢库鲁斯显然蒙受了不公:前来接替他的不是战争的继承者,而是凯旋式的继承者,他被迫交出并让与他人的,并非将领的权柄,而是这权柄所应得的奖赏。
- 35.1ὡς ἕτοιμον ἁρπάσαι τὸ νίκημα
由 ὡς 引导的宾格绝对结构(省略 ὄν),表示特里阿里乌斯主观上的假想或轻率态度(“好似胜利已是唾手可得”)。形容词 ἕτοιμον 带补足不定词 ἁρπάσαι。
- 35.3μηκέτι τῷ Λουκούλλῳ προσῆκον ἄρχειν
非人称动词 προσήκει 的中性宾格分词 προσῆκον 构成的宾格绝对结构。它与前方的 ὡς ἀφειμένοι 及后方的属格绝对结构 ἑτέροις ἀποδεδειγμένων τῶν ἐπαρχιῶν 并列,共同构成士兵哗变时所宣称的理由。
- 35.3οὐδὲν οὖν ἐστιν ὅ τι τῶν παρʼ ἀξίαν ὁ Λούκουλλος οὐχ ὑπέμεινεν
双重否定惯用句型 οὐδὲν ὅ τι οὐ(“无一……不……”=“全部都……”)。部分属格 τῶν παρʼ ἀξίαν 指与他的地位及功绩极不相称的屈辱遭遇,强调卢库鲁斯经受了所有有失身份的卑微对待。
- 35.4ἀπηλλάχθαι
完成体被动不定词。作为条件从句 ἐὰν δὲ μηδεὶς... κατίῃ 的归结部分,依附于动词 συνέθεντο,表示一旦条件达成即“完全解除兵役并获释”的即时完成状态。
